← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§68.17-70.3

理性生命的区分与作为活动的人类功能

厄斯特拉提奥斯注解了亚里士多德将人的理性生命区分为“本义上拥有理性的部分”与“服从理性的部分”,并将其界定为活动而非状态,进而将人的功能定义为“灵魂依循理性的活动”,并将优秀之人的功能界定为“出色地施行此活动”的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.91

" Τοῦτο δὲ τὸ μὲν ὡς ἐπιπειθὲς λόγῳ." Ἀκριβολογούμενος ἐπὶ πλέον οὐδὲ τὸν λόγον αὐτὸν ἀδιαίρετον ἔλιπεν, ἀλλ’ ἐπὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ μέν ἐστιν οὕτω λογικευόμενον, ὡς αὐτὸ μὲν μὴ ἔχον λόγον ἀφ’ ἑαυτοῦ ἑτέρῳ δὲ πεφυκὸς ἕπεσθαι καὶ ὑπείκειν λόγον οἰκεῖον ἔχοντι, τὸ δ’ ἐστὶ λογικὸν ἀφ’ ἑαυτοῦ καὶ αὐτόθεν, οἰκεῖον ἔχον λόγον καὶ διανοεῖσθαι δυνάμενον· καὶ τὸ μὲν ὡς πάσχον τὸ λογικεύεσθαι τὸ δ’ ὡς δρῶν λογικῶς αὐτό τε καὶ καθ’ ἑαυτὸ καὶ ἐκείνῳ μεταδιδὸν τῆς οἰκείας δυνάμεως, διεῖλε κατὰ ταῦτα τὴν κατὰ λόγον ζωήν,1 πρότερον μὲν πρακτικὴν τοῦ λόγον ἔχοντος συγκεχυμένως καλέσας αὐτήν, εἶτα διελὼν καὶ ἄλλο μὲν εἰπὼν τὸ κυρίως λόγον ἔχον, ὡς οἰκεῖον τοῦτον ἔχον καὶ κατὰ τὴν ἑαυτοῦ φύσιν, ἄλλο δὲ τὸ κατὰ μετοχὴν τὴν ἀπὸ τούτου. ὥσπερ δὲ τὸ κατὰ τὸν λόγον ἔχειν ἡ διαφορὰ τούτοις,2 ὅτι τὸ μὲν οἰκείως τὸ δὲ κατὰ μετοχήν, οὕτω καὶ κατὰ τὸ εὔδαιμον καὶ μακάριον. κοινωνεῖ μὲν γὰρ τούτου καὶ τὸ κατὰ μετοχὴν τοῦ λόγου λεγόμενον λογικεύεσθαι, ἀλλ’ ὡς τῷ κυρίως λογικῷ ὑπεῖκον καὶ ἑπόμενον καὶ διὰ τοῦτο καὶ ἐπαινούμενον, ἐκεῖνο δὲ ὡς καὶ μετ’ αὐτοῦ κατορθοῦν καὶ καθ’ ἑαυτὸ καὶ χωρὶς τούτου ἐνεργοῦν τὰ τελεώτερα. διὸ καὶ χωριζόμενον ἀπὸ τοῦ ἐλάσσονος ἐπὶ τὸ βέλτιον καθίσταται καὶ μακαριώτερον.

“而在这之中,一部分是服从理性的,[另一部分是拥有理性并能思考的]。” 为了更加精确,他甚至没有让理性本身保持不加区分,而是在人的灵魂中,一部分是这样被理性化的:它自身并不由自己拥有理性,而是天生适合顺从并听从拥有特有理性的另一部分;而另一部分则是由于自身并且直接就是理性的,拥有特有的理性并能够进行思考。并且,一者作为承受被理性化,另一者作为以理性方式既自身且依其自身行动并将特有的能力赋予前者,他依此划分了依循理性的生命;他先前混括地称之为“具有理性之者的实践生命”,随后进行了划分,指出一者是本义上具有理性的部分,因为它特有地且依照自身的自然本性拥有理性,而另一者则是通过对前者的分有而拥有理性。正如它们在依照理性而具有方面的差异在于一者是特有地、另一者是依分有而具有那样,在幸福和至福方面也是如此。因为依理性的分有而被说成被理性化的部分固然也分有此幸福,但那是作为顺从并听从本义上的理性部分、且因此而受到赞扬而分有的,而本义上的理性部分则是作为既与前者一同达成目的、又依其自身且无需前者施行更完满的活动而分有的。因此,即便从较低的部分中分离出来,它也被确立在更好且更为至福的状态之中。

§1.92

"Διττῶς δὲ καὶ ταύτης λεγομένης." Ἐπεὶ καὶ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι καὶ αἱ ἀρεταὶ ἐν ἕξεσι θεωρούμεναι ἐν ταῖς προχειρίσεσι τελεώτεραι γίνονται, ἡ εὐδαιμονία τὸ τελειότατόν ἐστι, διὰ τοῦτο καὶ τὴν κυρίως λογικὴν ζωὴν καὶ κατ’ οὐσίαν τὴν αὐτῆς διχῇ διαιρεῖ εἰς τὴν κατὰ τὴν ἕξιν καὶ τὴν κατ’ ἐνέργειαν καί φησι τὴν κατ’ ἐνέργειαν τελεωτέραν λέγεσθαι ὡς αὐτὴν τὸ τέλειον ἔχουσαν, ὅτι μηδ’ ἔστι προβῆναι πορρωτέρω αὐτῆς, καὶ ἀποδίδωσι κατὰ ταύτην τὴν εὐδαιμονίαν θεωρουμένην.

“而由于这种生命也有两种说法。” 由于诸技艺、诸科学与诸德性在状态中被考察时,在实际运用中变得更为完满,而幸福乃是最完满者,正因这一缘故,他也将本义上的、依其本质的理性生命一分为二,区分为依循状态的生命与依循活动的生命,并指出依循活动的生命被称为更为完满,因为它自身拥有完满性,因为在它之外无法再向前推进了;于是他表明幸福是在依循这一活动中被考察的。

§1.93

"Εἰ δέ ἐστιν ἔργον ἀνθρώπου ἕως τοῦ σπουδαίου δὲ τὸ εὖ." Δείξας ὅτι ἔργον τί ἐστιν ἀνθρώπου ᾗ ἄνθρωπος ἄλλο παρὰ τὰ τῶν τεχνῶν τέλη, δι’ ἃ εἰσιν αἱ τέχναι, καὶ παρὰ τὰ τῶν μορίων, δι’ ἃ τὰ μόρια, καὶ τοῦτο ἀπονείμας τῇ κρείττονι τῶν ἐν αὐτῇ θεωρουμένων ζωῶν, ἣ λόγον τε ἔχει οἰκεῖον καὶ κυρίως ψυχή ἐστί τε καὶ λέγεται, ὡς ἤδη ἱκανῶς δειχθέντι καὶ ὁμολογουμένῳ χρῆται τούτῳ καί φησιν εἰ δ’ ἐστὶν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον ἢ μὴ ἄνευ λόγου,3 τὸ μὲν κατὰ λόγον περὶ τῆς οἰκεῖον ἐχούσης λόγον καὶ διανοουμένης ψυχῆς θέμενος, τὸ δὲ μὴ ἄνευ λόγου περὶ τῆς λόγῳ ἐπιπειθοῦς. καὶ γὰρ καὶ ἡ κατὰ τὸ πείθεσθαι λόγῳ τῆς αἰσθητικῆς ἐνέργεια μόνου ἀνθρώπου ἐνέργεια, ὅτι μηδ’ ἁπλῶς τὸ ἐνεργεῖν καὶ κατὰ ταῦτα δεῖ τὸ εὔδαιμον εἶναι τίθεσθαι, ἀλλὰ καὶ τὸ εὖ δείκνυσι πάλιν ἀπὸ τῶν τεχνῶν, πρῶτον μὲν καθόλου, εἶτα καὶ παραδείγματι χρώμενος. τὸ αὐτὸ γάρ φαμεν εἶναι τῷ γένει τοῦδε καὶ τοῦδε σπουδαίου. τοῦτο καθόλου ὅτι ἐπὶ παντὸς οἱουδήποτε κατὰ τέχνην ἐργαζομένου ταὐτόν ἐστι τῷ γένει ἔργον τοῦδε τοῦ ἐργαζομένου καὶ τοῦδε τοῦ σπουδαίου ἐργαζομένου ὡς κοινοῦ ὄντος τοῦ τοῦδε καὶ τοῦ ἑκάστου, ἅτε ἐπὶ παντὸς οὑτινοσοῦν ἐφαρμόζοντος τῶν καθ’ ἕκαστα. εἶτα πρὸς σαφήνειαν ἐπάγει ἑνὶ ἀρκούμενος παραδείγματι, ὡς μὴ ἀπειρόκαλος εἴη ὁ λόγος. ὥσπερ γάρ φησι κιθαριστοῦ καὶ σπουδαίου κιθαριστοῦ καὶ τὰ ἑξῆς. τὸ μὲν γὰρ κιθαρίζειν ὡς ἔτυχε καὶ εὖ κιθαρίζειν ὑπὸ τὸ κιθαρίζειν ἁπλῶς ὡς εἰς γένος ἀνάγεται, ἡ δὲ κατ’ εἶδος αὐτοῦ διαφορά, ὅτι τὸ μὲν ὡς ἔτυχε κιθαρίζειν τὸ δὲ εὖ κιθαρίζειν ἐστί, προστιθεμένης τῷ κιθαρίζειν ἁπλῶς ὡς τινος εἰδοποιοῦ διαφορᾶς τῆς κατ’ ἀρετὴν ὑπεροχῆς πρὸς τὸ ἔργον, ἥτις ὑπεροχὴ οὐδέν ἐστιν ἕτερον ἢ τὸ εὖ. ἐπεὶ δ’ ἐμπερίβολος ὁ λόγος γενόμενος διὰ μακροῦ τὴν ἀπόδοσιν δέχεται,4 διὰ τοῦτο καὶ διαφόρους μεταξὺ ἐπαναλήψεις ποιεῖται, τὸ ἀσφαλὲς τῆς περιβολῆς ἐπανορθούμενος.

“如果人的功能[是灵魂依循理性的活动]直至而优秀之人的功能则是善于[施行之]。” 在表明了人作为人具有某种有别于诸技艺之目的(诸技艺因之而存在)以及有别于各部分之目的(各部分因之而存在)的功能,并将此功能归于灵魂中所考察的诸生命中较优越的一种生命——它既拥有特有的理性,又是本义上的灵魂且被称为灵魂——之后,他将此作为已得到充分证明和取得共识的前提加以使用,并说道:“如果人的功能是灵魂依循理性或并非没有理性的活动”——将“依循理性”用于拥有特有理性并能思考的灵魂,将“并非没有理性”用于服从理性的灵魂。因为依循服从理性而进行的感觉的活动,确实也是唯独属于人的活动。而且,为了表明不应把仅仅是活动甚至依循这些而活动本身定为幸福,而必须把“善于”活动也定为幸福,他再次从诸技艺出发加以论证,首先是普遍地,随后则使用例证。因为“我们说这一人的〔功能〕与优秀的这一人的〔功能〕在属上是同一的”。说这是普遍的,是因为对于依技艺而劳作的任何工匠而言,这一劳作者与这一优秀劳作者的功能在属上是同一的,因为“这一人”和“各人”是共通的表述,能够适用于任何具体的个别者。随后为了清楚起见,为了使言辞不流于拙劣,他满足于只举一个例子而引入说:因为他说,“正如琴师与优秀的琴师,等等”。因为随随便便弹琴与出色地弹琴,就像被归入一个属一样被归入单纯的弹琴之下,而它的种差在于一者是随随便便弹琴,另一者是出色地弹琴;依德性的卓越作为某种种差被加在单纯的弹琴上以对应其功能,而这种卓越无非就是“善于/出色地”。但是,由于该句变得迂回长重,在相隔很远之后才获得后半部分的陈述,正因如此,他在中间作了多次重复,以修补这种长重句式的稳妥性。

语法注4 条
  1. 1.91Ἀκριβολογούμενος ἐπὶ πλέον ... διεῖλε κατὰ ταῦτα τὴν κατὰ λόγον ζωήν

    主句的基本骨架是 Ἀκριβολογούμενος ... οὐδὲ τὸν λόγον αὐτὸν ἀδιαίρετον ἔλιπεν, ἀλλ’ ... διεῖλε κατὰ ταῦτα τὴν κατὰ λόγον ζωήν。夹在中间的对比句(τὸ μέν ἐστιν ... τὸ δ’ ἐστὶ ... 以及 καὶ τὸ μὲν ... τὸ δ’ ...)详细阐明了人类灵魂中两个理性部分的特征,最终汇聚于主动词 διεῖλε。

  2. 1.91ὥσπερ δὲ τὸ κατὰ τὸν λόγον ἔχειν ἡ διαφορὰ τούτοις

    在短语 ἡ διαφορὰ τούτοις(“在这些之中的差异”)中,与格 τούτοις 起到关涉与格或属有与格的作用。带有冠词的不定式短语 τὸ κατὰ τὸν λόγον ἔχειν 则指明了差异所在的方面(“依循理性而具有”)。

  3. 1.93τὸ μὲν κατὰ λόγον ... θέμενος, τὸ δὲ μὴ ἄνευ λόγου ...

    短语 τὸ μὲν κατὰ λόγον 与 τὸ δὲ μὴ ἄνευ λόγου 作为分词 θέμενος 的宾语,分别由 περί 引导的介词短语指明其所适用的对象(“将……置于……灵魂之上”),明确了亚里士多德原文中两个表达的指涉。

  4. 1.93ἐπεὶ δ’ ἐμπερίβολος ὁ λόγος γενόμενος διὰ μακροῦ τὴν ἀπόδοσιν δέχεται

    形容词 ἐμπερίβολος 指迂回复杂的长句结构,副词短语 διὰ μακροῦ 表示相隔较长距离。注释者在此以元语法的方式说明亚里士多德条件句的句法特征,即主句的结论部分(ἀπόδοσις)在相隔很长一段后才得以呈现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:68.17-70.3