← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§5.23-7.7

始于普遍性的论述与对人类特有之善的探求

欧斯特拉提乌斯注疏了《尼各马可伦理学》开篇(1094a)的引文,阐明亚里士多德从普遍命题切入的惯常论述方式,并将对人类特有之善的探求以及诸技艺的作用置于基督教与新柏拉图主义的向上归于上帝的框架中加以阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#1

" Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ καὶ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ." Συνήθως ὁ Ἀριστοτέλης τὸ καθόλου προτάττει καὶ τῆς παρούσης διδασκαλίας. πολλαχοῦ γὰρ τῶν οἰκείων ἀρχόμενος πραγματειῶν τοῦτο ποιῶν εὕρηται· ἔν τε γὰρ τῇ Ἀποδεικτικῇ “πᾶσα” φησὶ “διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προυπαρχούσης γίνεται γνώσεως”, κἀν τῇ Φυσικῇ Ἀκροάσει “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τῶν ταῦτα γνωρίζειν”, κἀν τοῖς Μετὰ τὰ φυσικὰ τὸ αὐτὸ “πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει”. ἐπεὶ οὖν πρόκειται αὐτῷ περὶ τοῦ ἀνθρωπίνου τέλους ζητῆσαι, εἰ ἔστι τι ἀγαθὸν οἰκεῖον τῆς ἀνθρώπου φύσεως, οὗ ἕνεκεν ὁ ἄνθρωπος τὴν ὕπαρξιν ἔσχηκε καὶ δι’ οὗ πρὸς τὸ κοινὸν πᾶσι τοῖς οὖσιν ἀγαθὸν ἀναφέρεται καὶ τί τοῦτό ἐστι, καὶ ἑξῆς ἐκτίθεται κατ’ εἶδος πᾶσαν ἕξιν καὶ πρᾶξιν ἀνθρωπίνην,1 οἷον τέχνην καὶ μέθοδον καὶ πρᾶξιν καὶ προαίρεσιν, ἵνα τούτων φανεισῶν ὡς ἑκάστη τέλος ἔχει τι, οὗ ἐφίεται καὶ δι’ ὃ συνέστηκεν, εἴη δῆλον ὅτι καὶ ἁπλῶς ὁ ἄνθρωπος ἔχει τι τέλος οἰκεῖον οὗ ἕνεκα γέγονε καὶ τοῖς οὖσι συντέτακται. καὶ δεῖ πρὸς ἐκεῖνο πᾶσαν αὐτὸν τὴν ἑαυτοῦ ἀπευθύνειν ἐνέργειαν, ὡς ἂν τῆς οἰκείας ἐφίκηται τελειότητος. ἔστι μὲν γὰρ κοινὸν ἀγαθόν, οὗ πάντα ἐφίεται καὶ δι’ ὃ πάντα ἐστὶν ὁμοῦ, τά τε ταπεινότερα τά τε ὑψηλότερα. ἀλλ’ ὅσα μέν ἐστιν ἐγγυτάτω ἐκείνου, δι’ ἐκεῖνό τε ἁπλῶς γέγονε κἀκείνου ἀμέσως ἀπολαύει· τοῦτο δέ ἐστιν ὁ θεός, ἐξ οὗ τὰ πάντα καὶ δι’ ὃ καὶ εἰς ὅ· ὅσα δὲ μὴ μετ’ ἐκεῖνο εὐθύς, ἔχει τι ἕκαστον οἰκεῖον αὐτῷ καὶ προσεχὲς ἀγαθόν, δι’ οὗ μέσου ἀναφέρεται πρὸς ἐκεῖνο. ἡμᾶς τοίνυν ἀνθρώπους ὄντας δεῖ ζητεῖν τί τέ ἐστι καὶ ὁποῖον τὸ ἀνθρώπινον ἀγαθόν, ὡς ἂν πρὸς τοῦτο ζῶντες καὶ τοῦτο εὑρίσκοντες καὶ τούτου ἐπιτυγχάνοντες δι’ αὐτοῦ καὶ πρὸς τὸ κοινὸν τοῖς ἅπασιν ἀγαθὸν καὶ πρῶτον ἀναφερώμεθα. κατ’ εἰκόνα γὰρ θεοῦ πεπλάσμεθα καὶ ὁμοίωσιν, καὶ ἀνάγκη ἑαυτοὺς ἀποξέειν πρὸς τὸ ἀρχέτυπον, τὸ περὶ φύσιν ἅπαν ἀνακαθαίροντας καὶ τὴν ὑλικὴν ἀλογίαν ἀποτινάσσοντας καὶ τὴν πρὸς τὸ θνητοειδὲς σῶμα σχέσιν ἀποδιώκοντας καὶ τὴν οἰκείαν ἑαυτοῖς εὐζωΐαν ἐπισυνάγοντας, εἴπερ ἡμῖν μέλει τῷ ἀναιτίῳ αἰτίῳ ἐπισυνάπτεσθαι. οὕτω γὰρ καὶ ὁ σωτὴρ ἡμῶν καὶ κύριος ἔφησεν “οὐδεὶς” λέγων “εἰσέρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ”, ὡς μὴ ἐνὸν ὅλως τὴν πρὸς τὸν πατέρα εὑρέσθαι οἰκείωσιν εἰ μὴ2 τὸν ἐν ἡμῖν λόγον πράξεσιν ἀγαθαῖς καὶ θεωρίαις ἀπλανέσι κοσμήσαντες τὸ κατ’ εἰκόνα εὖ διαθήσομεν, καὶ ὅπερ εἶναι λέγεται ἀληθεῦον ἀπεργασόμεθα καὶ οὕτως τῇ ἀπαραλλάκτῳ εἰκόνι τοῦ πατρὸς ὡς ἐνὸν ὁμοιούμενοι καὶ τὴν πρὸς αὐτὸν τὸν πατέρα ὁμοίωσιν ἕξομεν, ἄξιοι καὶ τῆς τοῦ πρώτου λόγου θεωρίας καὶ τῆς τοῦ πατρὸς δι’ αὐτοῦ γενόμενοι. Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος. τί μέν ἐστι τέχνη, οὐδεὶς ὅλως λόγου μετειληφὼς ἀγνοεῖ, ὅτι σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ.3 καὶ αὐτὸς γὰρ ὁ ὁρισμὸς παρίστησι τὴν τέχνην τέλος ἔχουσαν ἀγαθόν τι. τοῦτο δὲ πρὸς τὸν ἀνθρώπινον βίον εὔχρηστον καὶ ὠφέλιμον· ταπεινὸν μὲν δὴ τὸ οἰκεῖον τῆς τέχνης ἀγαθόν, ὅτι τῷ κατ’ αἴσθησιν βίῳ ὑπάρχει ὠφέλιμον, πλὴν οἰκεῖον αὐτῇ καὶ δι’ ἑαυτοῦ πρὸς τὸ πρῶτον ἀγαθὸν ἀναφέρον ὡς ἔνεστι, καὶ διὰ τοῦτο μὴ μικρῷ μέρει τῇ ἀνθρωπίνῃ συντελοῦν φύσει πρὸς τὴν οἰκείαν τελείωσιν. δεῖ γὰρ μὴ ἄχρηστον ἑαυτῷ ὑπάρχειν τὸν ἄνθρωπον ἀνεπιτήδευτον μένοντα καὶ τοῖς χείροσι καὶ ἀχρήστοις τῶν ἀλόγων ἐξομοιούμενον, ἀλλ’ ἑαυτῷ τε καὶ ἄλλοις διὰ τῆς τέχνης τὰ χρήσιμα κατορθοῦν. ἔτι δὲ καὶ μέρη σοφίας αἱ τέχναι, ὡς τὴν φύσιν μιμούμεναι καὶ ὕλαις χρώμεναι καὶ ταύταις εἴδη περιτιθέμεναι, ὡς καὶ διὰ τοῦτο μὴ δεῖν αὐτὰς τὸν φιλόσοφον ἀποπέμπεσθαι· ἔπειτα καὶ σώματι πολυπαθεῖ καὶ πολυμεταβόλῳ συνδεδεμένος ὁ ἄνθρωπος δεῖται καὶ πολλῶν τῶν ἔξωθεν εἰς βοήθειαν, ἵνα πρὸς τῷ ζῆν ἁπλῶς καὶ τὸ εὖ ζῆν ἀνεμποδίστως αὐτῷ περιγίνοιτο καὶ μὴ διὰ τὴν τῶν χρησίμων ἔνδειαν ἀνακόπτοιτο. εἰ μὲν οὖν τῶν μειζόνων θεωρημάτων αὐτὸς ἐχόμενος οὐκ ἔχει καὶ πρὸς τὰ ἐλάττω καὶ τὰ πρὸς περιποίησιν σώματος καταφέρεσθαι, ὑπηρετήσουσιν αἱ τέχναι αὐτῷ, ὅσαι τὰ τοῖς ἀνθρωπίνοις σώμασιν ἐργάζονται χρήσιμα, ὠφελουμένων τῶν χειρωνακτούντων παρ’ αὐτοῦ πρὸς τὰ τελεώτερα.

“每种技艺和每种研究,同样还有行为与抉择,似乎都旨在某种善。” 亚里士多德习惯性地将普遍的论断置于本部讲授的开端。实际上,在开启他自己的诸部著作时,多处都可见他如此行事;因为在《后分析篇》中他说:“一切讲授和一切理智的学习,都是从预先存在的知识产生的”;在《物理学》中他说:“既然关于具有本原、原因或元素的一切研究,知晓与把握学问都是从认识这些而来的”;在《形而上学》中同样说道:“所有人在本性上都渴望求知。”因此,既然摆在他面前的课题是探究人类的目的,即是否存在某种属于人本性的特有之善,人为了它而获得实存,并通过它被引向属于一切存在者的共同之善,以及这究竟是什么,他就按种相依次阐释每种人类的品质状态与行为,诸如技艺、研究、行为与抉择,以便当这些被显明各自都具有某种其所追求且为其而构成的目的时,就能清楚表明:就一般而言,人也具有某种特有的目的,人正是为了这个目的而生成并被归列于存在者之中的。并且人必须将自身的全部活动正当地导向那个目的,以便达到其特有的完全。因为确实存在着一个共同的善,万物都旨在它,且由于它万物一同存在,无论是较为低级的还是较为高级的。然而,凡最邻近于那个善的事物,纯粹是为了它而生成,并直接享受它;这就是上帝,万物由他而出,借他而成,向他而归;而那些非紧随其后之物,则各自具有某种属于自身且直接相邻的善,通过该媒介它们被引向那个善。因此,我们作为人,必须探究何为人特有的善,它是怎样的善,以便我们面向它而生活,发现它并获得它,从而通过它我们也能被引向那属于万物的初基且共同的善。因为我们是照着上帝的形象和样式被造的,如果我们真在乎与那无因之因相结合,就必然要朝着原型修整自身,洗净一切关涉自然者,抖落物质性的非理性,驱除对必朽之躯的附着,并聚拢属于自身的良好生命。因为我们的救主和主也是这样说的:“若不藉着我,没有人能进到父那里去”,这表明,根本不可能寻得与父的相亲相合,除非我们以善行和无误的观照修整我们内在的理性,使按形象所造者处于良好状态,并使那被称为是其所是者成为真实,从而在可能范围内同化于父的无变形象,也得着与父自身的相似,配得上观照最初的道(逻各斯),并借着他观照父。 “每种技艺和每种研究。”至于技艺是什么,凡分有理性之人绝无人不知,即它是为了生活中某种有用的目的而经过训练的领悟系统。而这一定义本身就表明技艺具有某种善作为目的。这对于人类生活而言是有用且有益的;技艺特有的善固然低微,因为它有益于顺从感觉的生活,但它属于技艺自身,并且尽可能通过自身引向最初的善,正因如此它在不小的程度上为人类本性实现其特有的完全作出贡献。因为人不应使自己成为无用之辈,停留在未受教养的状态而与非理性事物中较劣且无用者同流,而是必须通过技艺为自己和他人成就实用之事。此外,技艺也是智慧的部分,因为它们模仿自然、使用质料并将形式赋予质料,因而哲学家也不应屏弃它们;再者,人与一个极易受情念影响且多变的身体结合在一起,也需要许多外在之物作为助益,以便在单纯活着之外,善生也能毫无阻碍地属于他,而不致因匮乏实用之物而受挫。因此,如果哲学家自身专注于更重大的观照论题,无法俯身顾及较次要的事以及供应身体之事,那么凡是为人类身体制作实用之物的诸技艺都将侍奉于他,而那些从事手艺者则从他那里在更完满的事情上获得益处。

语法注3 条
  1. 1.1ἐπεὶ οὖν πρόκειται αὐτῷ περὶ τοῦ ἀνθρωπίνου τέλους ζητῆσαι ... καὶ ἑξῆς ἐκτίθεται κατ’ εἶδος πᾶσαν ἕξιν καὶ πρᾶξιν ἀνθρωπίνην

    由 ἐπεὶ οὖν 引导的原因从句一直延续到 εἰ ἔστι τι ἀγαθὸν ... καὶ τί τοῦτό ἐστι,随后以 καὶ ἑξῆς ἐκτίθεται 开启主句。连词 καί 在此充当主句连接词(apodotic καί),全句的基本骨架为“既然摆在他面前的是探究……,因此他依次阐释……”。

  2. 1.1ὡς μὴ ἐνὸν ὅλως τὴν πρὸς τὸν πατέρα εὑρέσθαι οἰκείωσιν εἰ μὴ ...

    此处是由 ὡς 引导的宾格绝对分词结构(非人称动词 ἔνεστι 的中性单数分词 ἐνόν),用于表示救主言论背后的主观意图或根据。它统辖不定词短语 τὴν πρὸς τὸν πατέρα εὑρέσθαι οἰκείωσιν,并由后随的否定条件从句(εἰ μὴ ... διαθήσομεν ... ἕξομεν)作为补充。

  3. 1.1σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ

    源自斯多亚学派的关于技艺(τέχνη)的传统定义程式。ἐκ καταλήψεων ἐγγεγυμνασμένων(“由训练有素的把握所组成”)界定了该系统的构成内容,πρός τι τέλος εὔχρηστον 指明其目的,而属格 τῶν ἐν τῷ βίῳ(“生活中诸事之中的”)作为部分属格修饰 εὔχρηστον 或 τέλος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:5.23-7.7