- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:67.5-68.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯注解了亚里士多德在《尼各马可伦理学》第一卷中确定人固有功能的论述(1097b30–1098a3),阐明通过与身体各部分功能的类比推出人固有功能的存在,并依序排除了与植物共通的营养生长生命以及与动物共通的感觉生命,从而得出具有理性之者的实践生命乃是人的特有目的。
" Ἢ καθάπερ ὀφθαλμοῦ καὶ ποδὸς καὶ τὰ ἑξῆς." Ὥσπερ γὰρ τῶν μορίων ἕκαστον ὡς ὄργανον ὑπηρετοῦν τῇ ψυχῇ τὰ τέλη κατορθοῖ τῶν τεχνῶν, ἔχει δὲ καὶ καθ’ ἑαυτὸ ἔργον τι, ὃ καλῶς ἐνεργοῦν καὶ κατορθοῦν τὸ οἰκεῖον εὖ ἔχειν λέγεται, οἷον ὀφθαλμὸς μὲν τὸ ὁρᾶν καὶ τὸ εὖ ὁρᾶν καὶ ποὺς τὸ ἀνέχειν καὶ τὸ βαδίζειν ἢ τρέχειν καὶ τὸ ἐν τούτοις εὖ, καὶ χεὶρ τὸ ἅπτεσθαι καὶ ἕλκειν καὶ ὠθεῖν καὶ ταῦτα εὖ καὶ ἁπλῶς τῶν μορίων ἕκαστον, οὕτω καὶ ἀνθρώπου ἁπλῶς ἔσται τι ἔργον παρὰ πάντα ταῦτα τά τε τῶν τεχνῶν ἔργα καὶ τῶν μορίων, ὃ κατορθῶν ᾗ ἄνθρωπος τὸ οἰκεῖον ἕξει εὖ καὶ τὸ τέλειον.
“或者正如眼与足,等等。” 因为正如各个部分作为工具侍奉灵魂,既达成诸技艺的目的,自身也拥有某种功能,在出色地施行并达成此功能时便被说成拥有特有的良好状态——例如眼睛的功能是观看与善于观看,足的功能是支撑与行走或奔跑以及在这些活动中的良好状态,手的功能是触摸、拉拽与推搡以及出色地施行这些活动,单就各个部分而言皆是如此——,同样,对于单纯的人而言,在这一切诸技艺与诸部分的功能之外,也将存在某种功能,通过作为人达成这一功能,他将拥有特有的良好状态与完满。
"Τί οὖν δὴ τοῦτ’ ἂν εἴη ποτέ;" Παραιτησάμενος τὰ ἴδια τέλη τῶν τεχνῶν, ὧν ἕνεκεν συνέστησαν αὗται καὶ δι’ ἃ ἐνεργοῦσι καὶ ἐργάζονται, ὡς οὐκ ἴδια ἀνθρώπου ᾗ ἄνθρωπος ἀλλ’ ᾗ τεχνίτης κατὰ τήνδε ἢ τήνδε τὴν τέχνην, ἔτι δὲ καὶ τὰ τῶν μορίων αὐτοῦ, ὡς ἄλλα μὲν ὄντα παρὰ τὰ τῶν τεχνῶν, οὐ μέντοι γε οὐδ’ αὐτὰ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἀλλ’ ᾗ κατὰ τὰ μόρια, νῦν περὶ τοῦ ἰδίου τέλους ἐξετάζει τοῦ ἀνθρώπου, ὃ αὐτοῦ πρώτως καὶ οὐ κατ’ ἄλλο ἐστί. καὶ ἐπεὶ ἐκείνων διασταλέντων οὐδεμία ἄλλη αὐτῷ ἢ δύναμις ἢ ἐνέργεια ἀλλ’ ἢ μόνη ἡ ζωὴ ὑπολέλειπται,1 ἐξ ἧς αἵ τε κατὰ τὰ μόρια δυνάμεις καὶ ἐνέργειαι καὶ αἱ κατὰ τὰς τέχνας προβαίνουσαι ὡς ἀπὸ ῥίζης τινὸς καὶ πηγῆς, ἐξετάζει περὶ αὐτῆς, ἀποδιδοὺς καὶ ταύτης διαφοράν. καὶ διαφόρων οὐσῶν ἐν ἀνθρώπῳ ζωῶν, ἀνευρίσκει τίνες μέν εἰσι καὶ ἑτέροις κατ’ εἶδος ἢ καὶ γένος ἴσως αὐτοῦ2 διαφέρουσαι, τίς δὲ ἰδία μόνου αὐτοῦ. καὶ οὕτως ἀποδίδωσι τὴν εὐδαιμονίαν κατ’ οὐδεμίαν ζωὴν τῶν κοινῶν περιγινομένην αὐτῷ ἀλλὰ κατὰ μόνην τὴν ἰδίαν, καθ’ ἣν καὶ τὸ τέλος ἴδιον αὐτοῦ περιγράφεται.
“那么,这究竟会是什么呢?” 在排除了诸技艺特有的诸目的——诸技艺为此而建立,且因之而活动与劳作——因为它们并非属于人作为人,而是属于作为依循此种或彼种技艺的工匠;又进一步排除了属于人身体各部分的目的,因为它们虽有别于诸技艺的目的,却也并不属于人作为人,而是属于依循各部分的人之后,他现在考察属于人的特有目的,即首要且不依凭他物而属于他的目的。而且,既然在区分了那些之后,除了生命本身之外便没有其他能力或活动留存给他——依循各部分的能力与活动以及依循诸技艺的能力与活动都如出自某种根基和泉源一般由此生发——,他便考察生命本身,并指出生命的差异。由于存在于人身上的诸种生命是多样的,他查明了其中哪些生命也属于在种上甚至或许在属上与他有别的其他存在者,而哪一种生命唯独是他所特有的。于是,他表明幸福并非依循任何共通的生命在人身上达成,而是唯独依循特有的生命达成,人特有的目的也正是在此特有生命中被划定的。
"Τὸ μὲν γὰρ ζῆν φησι κοινὸν εἶναι φαίνεται καὶ τοῖς φυτοῖς, ζητεῖται δὲ τὸ ἴδιον." Ἔστι μὲν γὰρ καὶ τοῖς φυτοῖς ζωή· οὐ γάρ εἰσι ταῦτα ὡς τὰ παντελῶς ἄψυχα ἢ ἄζωα, ἀλλ’ ἔστι καὶ αὐτοῖς τὸ θρεπτικὸν καὶ αὐξητικόν, καθ’ ἃ καὶ ζῆν λέγεται καὶ ἔμψυχα ὀνομάζεται. ἐπεὶ οὖν ἔχων ταῦτα ὁ ἄνθρωπος οὐκ ἴδια ἔχει ἀλλὰ κοινὰ καὶ τοῖς φυτοῖς, οὐ χρὴ κατὰ ταῦτα ζητεῖν τὸ ἴδιον ἀγαθὸν καὶ τὸ τέλος αὐτοῦ· ἦν γὰρ ἂν κοινὸν καὶ τοῖς φυτοῖς· νῦν δὲ ζητοῦμεν τὸ ἴδιον. δεῖ ἄρα ἀφορίσαι τὸ τοιοῦτον εἶδος τῆς ζωῆς ἀπὸ τοῦ ἀνθρώπου καὶ τοῦ τέλους αὐτοῦ, ὡς μὴ ὂν ἴδιον αὐτοῦ ἀλλὰ καὶ ἑτέροις κοινόν.
“因为他说,活着似乎甚至与植物也是共通的,但所探求的乃是特有的。” 因为植物也具有生命;因为它们不像完全无灵魂或无生命的事物,而是在它们之中也存在着摄取营养与生长的机能,依循这些,它们既被说成活着,也被称为具有灵魂。因此,既然人拥有这些并非作为特有的东西拥有,而是作为与植物共通的东西拥有,便不应当依循这些来探求他特有的善与目的;否则,这目的也将与植物共通了;而现在我们探求的是特有的目的。因此,必须将这样一种形式的生命从人及其目的中划分出去,因为它不是人所特有的,而是与他者共通的。
"Ἑπομένη δὲ αἰσθητική τις ἂν εἴη." Ἐναργεστέρα μὲν ἡ ζωὴ ἡ αἰσθητικὴ θρεπτικῆς καὶ αὐξητικῆς, ὡς καὶ ἐνεργείας ἔχουσα τρανεστέρας· οὐ μὴν ἀλλὰ καὶ αὐτὴ οὐκ ἀνθρώπου ἰδία, κοινὴ δὲ καὶ τοῖς ἀλόγοις ζῴοις. διὸ οὐδὲ τὸ κατὰ ταύτην εὖ ἀνθρώπου ἴδιον, ἀλλὰ κοινὸν καὶ ἐκείνοις, οἷς καὶ τῆς ἁπλῆς ὑπάρξεως αὐτοῖς κεκοινώνηκε.
“接下来便会是某种感觉的生命。” 感觉的生命固然比起营养与生长的生命更为显明,因为它拥有更为清晰的活动;尽管如此,它本身同样不是人所特有的,而是与无理性的动物共通的。因此,依循这种生命的良好状态同样不是人所特有的,而是与那些动物共通的——人正是在单纯的存在上与它们共享了这一生命。
"Λείπεται δὴ πρακτική τις τοῦ λόγον ἔχοντος." Ἀνήγαγεν ἤδη τὸν λόγον πρὸς αὐτὴν τὴν ἰδίαν ἀνθρώπου ζωήν, τοῦ λόγου ἁψάμενος καὶ τῶν ἄλλως ζώντων ἢ κατὰ λόγον διαστήσας αὐτὸν καὶ οὕτως ἀνευρίσκων τὸ ἴδιον αὐτοῦ ἀγαθόν.
“于是便只剩下具有理性之者的某种实践的生命。” 他如今已将论述引向了属于人的特有生命本身,因为他触及了理性,并将人与那些并非依循理性而活着的存在者区分开来,从而以此发现了人特有的善。
- 1.87οὐδεμία ἄλλη αὐτῷ ἢ δύναμις ἢ ἐνέργεια ἀλλ’ ἢ μόνη ἡ ζωὴ ὑπολέλειπται
οὐδεμία ἄλλη ... ἀλλ’ ἤ 结构。在否定词(οὐδεμία ἄλλη)之后接 ἀλλ’ ἤ 构成习惯用法,意为“除……之外 / 唯有”,从而凸显其后作为留存主语的 μόνη ἡ ζωή(唯独生命)。中间的 ἢ δύναμις ἢ ἐνέργεια 则是析取性的同位成分(“无论是能力还是活动”)。
- 1.87τίνες μέν εἰσι καὶ ἑτέροις κατ’ εἶδος ἢ καὶ γένος ἴσως αὐτοῦ διαφέρουσαι, τίς δὲ ἰδία μόνου αὐτοῦ
由 τίνες μέν ... τίς δέ 引导的间接疑问句并列结构。在第一分句中,分词 διαφέρουσαι(阴性复数主格)与受考察的诸种生命相一致,并支配比较属格 αὐτοῦ(“在种或属上与他[人]有别”);与格 ἑτέροις 则与连系动词 εἰσί 结合,构成表示所属/共通的与格(“也属于其他存在者”)。
