← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§65.23-67.4

人的固有功能与工匠及身体部分的类比

厄斯特拉齐奥解释了亚里士多德如何通过人作为人的固有功能来逼近幸福的定义,指出亚氏借由诸技艺工匠及身体各部分的类比,并运用由果溯因及由弱及强(从较劣者到较优者)的论证结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.85

" Τάχα δή γένοιτ’ ἂν τοῦτο." Ἐναργέστερον παραστῆσαι βουλόμενος τί ἐστιν ἡ εὐδαιμονία, οἰκειότερον πρὸς τοῦτο ποιεῖται τὸν λόγον καὶ προσεχέστερον, ἐκ τῶν κατ’ εἶδος πρακτικῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν καὶ ἔργων συνιστῶν τὸ λεγόμενον καὶ δεικνύων διὰ τούτων πρῶτον μέν, ὅτι ἔστιν ἔργον τι τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος, ἔπειτα ὅτι καὶ ἐπ’ ἐκείνων ἡ κατόρθωσις καὶ τὸ εὖ τὸ τέλος ἐστίν, οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου ἁπλῶς. τοῦτο δ’ εἰ εὕρωμεν τί ἐστιν, εὕρομεν τὸ ζητούμενον. ὡς γὰρ ἐπὶ αὐλητικῆς καὶ ἀγαλματοποιητικῆς φησι καὶ πάσης ἄλλης τέχνης καὶ τῶν κατ’ αὐτὰς τεχνιτῶν καὶ ὅλως ὧν ἔστιν ἔργον τι καὶ πρᾶξις, τότε λέγομεν τὸ ἀγαθὸν εἶναι καὶ τὸ εὖ, ὅταν τὸ ἔργον καὶ ἡ πρᾶξις ὀρθῶς ἀποτελῆται καὶ ἁρμοδίως τῇ μεθόδῳ καὶ τῷ ὑποκειμένῳ, οὕτω δόξειεν ἂν καὶ ἀνθρώπῳ τότε εἶναι τὸ εὖ καὶ τὸ τέλειον, ὅταν τὸ ἔργον αὐτοῦ ᾗ ἄνθρωπός ἐστι καλῶς ἀποδιδῶται κατά τε τὸν λόγον αὐτοῦ καὶ τῶν ὑποκειμένων ἕκαστον, περὶ ἃ ᾗ ἄνθρωπος καταγίνεται. πᾶσαι μὲν γὰρ αἱ τέχναι ἀνθρώπου εἰσίν, ἀλλ’ αἱ κατ’ αὐτὰς ἐνέργειαι καὶ τὰ τέλη ἕτερά εἰσι παρὰ τὸ ἔργον καὶ τὸ τέλος αὐτοῦ ᾗ ἄνθρωπός ἐστιν. ὡς γὰρ ἄλλο ἔστιν εἰπεῖν ἄνθρωπον καὶ αὐλητὴν ἄνθρωπον ἢ γραμματικὸν ἄνθρωπον (τὸ μὲν γὰρ δηλοῖ τὴν οὐσίαν καὶ τὴν φύσιν τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος, τὸ δὲ τὴν οὐσίαν καί τι συμβεβηκὸς ἐν αὐτῇ) καὶ ἄλλος ὁ τοῦ τί ἦν εἶναι λόγος ἀνθρώπου τε ἁπλῶς καὶ ἑκάστου τῶν τοιούτων, οὕτω καὶ τὸ ἔργον τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἕτερον παρὰ τὸ τοῦ αὐλητοῦ ἀνθρώπου καὶ ἀγαλματοποιοῦ καὶ γραμματικοῦ. ἀλλ’ ὡς ἐπ’ ἐκείνων κατὰ τὸ ἀγαθὸν καὶ τὸ εὖ τοῦ ἔργου καὶ τῆς πράξεως ἡ τελείωσις καὶ ἡ κατόρθωσις, οὕτω καὶ ἐπὶ ἀνθρώπου ᾗ ἄνθρωπος, εἴπερ ἔστι τι ἔργον αὐτοῦ τῆς τῶν τεχνῶν ἐπιτηδεύσεως ἕτερον. γίνεται δὲ ἡ δεῖξις ἐκ τῶν ἡμῖν προτέρων καὶ σαφεστέρων πρὸς τὸ σαφέστερον τῇ φύσει καὶ γνωριμώτερον, ἤτοι ἐκ τῶν αἰτιατῶν τὰ αἴτια.1 συνίστησι δὲ ταύτην ἀναλογίᾳ καὶ ὁμοιότητι χρώμενος ἢ καὶ τῇ ἐπιχειρήσει τῇ ἐκ τοῦ ἥττονος.2 ὁ μὲν γὰρ τοῦ ἀνθρώπου λόγος γεννητικὸς καὶ αἴτιος τῶν τεχνῶν· διὸ καὶ αὐτῶν τῇ φύσει πρότερος καὶ γνωριμώτερος· καὶ τὸ τέλος ἄρα αὐτοῦ τῶν κατὰ τὰς τέχνας τελῶν. ἀλλ’ ἡμῖν τὰ τῶν τεχνῶν τέλη αἰσθήσει ὑποκείμενα γνωριμώτερα τοῦ ἔργου καὶ τοῦ τέλους τῆς ψυχῆς, ὅτι ἐκεῖνό ἐστιν ὑπὲρ αἴσθησιν καὶ ἡμῖν πρώτως ἐνεργοῦσι κατ’ αἴσθησιν ἀφανὲς ὡς λόγῳ πεφυκὸς καταλαμβάνεσθαι. διὸ καὶ ἐκ τῶν κατὰ τὰς τέχνας τελῶν ὡς ἡμῖν φανερῶν πρὸς αὐτὸ ποδηγούμεθα ἀναλογίᾳ καὶ ὁμοιότητι χρώμενοι, ὅτι ὡς ἐπὶ τῶν τεχνῶν ἑκάστης τὸ κατὰ τὰς πράξεις καὶ τὸ ἔργον εὖ τὸ τέλος ἐστὶ τὸ κατ’ αὐτὰς καὶ τὸ ἀγαθόν, οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος. ἀλλὰ καὶ ἐκ τοῦ ἥττονος ἡ ἐπιχείρησις γίνεται. εἰ γὰρ αἱ τέχναι, αἰτιαταὶ οὖσαι καὶ χείρους τοῦ κατ’ ἄνθρωπον λόγου, τὸ εὖ καὶ ἀγαθὸν τέλος ἔχουσι, πολλῷ ἂν εἴη τοῦτο πρότερον ἐπὶ ἀνθρώπου ἁπλῶς. τὸ αὐτὸ δὲ ποιεῖ καὶ τοῖς τοῦ ἀνθρώπου μέρεσι χρώμενος καὶ τοῖς τούτων ἑκάστου τέλεσιν εἰς παράστασιν τοῦ ἀνθρωπίνου τέλους ἁπλῶς. τὸ δὲ ὅλως ὧν ἐστιν ἔργον τι καὶ πρᾶξις προσέθηκεν ἴσως διὰ τὸ τὸν χρόνον εὑρετὴν γίνεσθαι πολλῶν παρὰ τὰ εἰθισμένα ταῖς τέχναις καὶ τοῖς τεχνίταις καὶ ἔργα τινὰ καὶ πράξεις τινὰς ἐν αὐτῷ ἀναφαίνεσθαι, ἐπεὶ καὶ αἱ τέχναι οὕτω συνέστησαν, ἀεὶ καινοτέρων εὑρισκομένων ἐφ’ ἑκάστης, ἔστ’ ἂν ἡ πᾶσα τετέλεσται. διὸ καὶ σύστημα ἐκ καταλήψεων ἡ τέχνη. ὅτι δέ ἐστι τὸ ἔργον τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος περὶ τὰ κατὰ τὰς τέχνας ἀποτελούμενα, δείκνυσιν ἐφεξῆς ἀπό τε τῶν κατ’ εἶδος τεχνῶν καὶ ἀπὸ τῶν μορίων τοῦ σώματος. εἰ γὰρ ἑκάστη τῶν τεχνῶν οἰκεῖα ἔργα ἔχει τινὰ καὶ πράξεις, ἐν οἷς αὐτῇ κατορθούσῃ τὸ εὖ περιγίνεται, πολλῷ μᾶλλον ἡ τοῦ ἀνθρώπου φύσις ᾗ ἄνθρωπός ἐστιν οἰκεῖα ἕξει ἔργα καὶ πράξεις ἐν οἷς κατορθούσῃ τὸ εὖ αὐτῇ περιγίνεται, εἰ δὲ μή, ἀργὴ μὲν ἔσται καὶ ματαία καθ’ αὑτήν,3 ἐκ τῶν τεχνῶν δὲ μόνων καὶ τῶν κατ’ αὐτὰς ἔργων καὶ πράξεων ἅπαν ἕξει τὸ τέλειον, ὅπερ ἄτοπον, χείρονα εἶναι τὴν ἀνθρώπου φύσιν καὶ ἀτελεστέραν τῶν ὑπ’ αὐτῆς εὑρισκομένων μεθόδων καὶ τεχνῶν, ὡς δεῖσθαι ἐκείνων πρὸς τὴν οἰκείαν τελείωσιν τῆς αὐταρκείας ἐστερημένην καὶ μὴ ἔχουσαν οἴκοθεν τὴν τοῦ ἀγαθοῦ μέθεξιν ἀλλὰ διὰ τῶν οἰκείων ἀπογεννημάτων τελειουμένην. ἀπορητικῶς δὲ τὸν λόγον προσενεγκὼν ἐπάγει τὰ ἐφεξῆς ὡς λύων καὶ ἀπολογούμενος καί φησιν·

“这或许会实现。” 为了更清晰地呈现幸福是什么,他针对这一点使论述更为切近且贴合,从各种具体的实践事物及其相应的活动与功能中确立所论之事,并通过这些表明:首先,人作为人具有某种功能;其次,正如在那些技艺中正确达成与良好状态就是目的,在单就人而言时也是如此。而如果我们发现了这究竟是什么,我们便找到了所探求之物。因为他说,正如在笛乐、雕塑以及任何其他技艺中,在依循这些技艺的工匠中,以及总体上在凡有某种功能与行动的事物中,当其功能与行动被正确地、契合其方法与受动对象地完成时,我们便说善与良好状态在此呈现;同样,对于人而言,当其作为人的功能既按照其理性、又针对他作为人所处理的各个受动对象被出色地实现时,良好状态与完满性似乎也会在此展现。因为一切技艺固然属于人,但依循技艺的活动与目的,却有别于人作为人的功能与目的。正如说“人”与说“吹笛的人”或“通晓文法的人”有所不同(前者表明人作为人的实体与本性,而后者表明其实体及附着于其中的某种偶性),并且单纯的人与这些具体者各自的“本质公式”彼此有别,人作为人的功能也同样不同于吹笛之人、雕塑家和通晓文法之人的功能。然而,正如在那些技艺中,完满与正确达成依循着功能与行动的善和良好状态,对于人作为人而言也是如此,只要人拥有某种有别于诸技艺之从业的自身功能。而这一证明是从对我们而言在先且更清晰者出发,推向就本性而言更清晰且更可知者,即从结果推向原因。他运用类比与相似性,或者说借助由弱及强的论证来确立此点。因为人的理性是诸技艺的生成者与原因,因而就本性而言先于技艺且更为可知,其目的也先于诸技艺的目的。但对我们而言,诸技艺的目的作为感觉的对象,比起灵魂的功能与目的更为可知,因为后者超越了感觉,而对于首要依据感觉活动的我们而言,它由于本性上由理性把握而并非显明。因此,我们从对我们而言显明的技艺目的出发,借助类比与相似性被引导向它,因为正如在每种技艺中,依循行动与功能的良好状态乃是技艺的目的与善,对于人作为人而言亦是如此。然而论证也是由弱及强展开的。因为如果诸技艺作为人的理性的结果且劣于人的理性,尚且拥有良好状态与善作为目的,那么对于单纯的人而言,这必定更为在先地成立。他在借助人的各部分及其各自的目的来呈现单纯的人的目的时,也同样是这样做的。至于加上“总体上在凡有某种功能与行动的事物中”,或许是因为时间成了许多超出技艺与工匠惯例之事的发现者,并在时间之中展现出某些功能与行动;因为诸技艺本身也是以这种方式建构起来的,直到整个技艺完全达成之前,在各项技艺中总有更新之物被发现。因此技艺是由领会构成的系统。而他随后从具体诸技艺以及身体各部分出发表明,人作为人的功能有别于依循诸技艺所完成的诸事务。因为如果各项技艺都具有某些特有的功能与行动,且在正确达成这些功能与行动时便获得了良好状态,那么人作为人的本性就更当具有特有的功能与行动,并在正确达成它们时获得良好状态;否则,人的本性自身将是无为且徒劳的,并将仅仅从诸技艺以及依循技艺的功能与行动中获得一切完满性,而这是荒谬的——即人的本性竟然劣于且更不完满于由它所发现的方法与技艺,以至于为了自身的完满而需要这些技艺,从而被剥夺了自足性,不再从自身内部具有对善的分享,反倒通过自身的产物而得以完满。在以难题的形式提出这一论点之后,他引入后续的论述以作解决和辩护,并说道:

语法注3 条
  1. 1.85ἐκ τῶν αἰτιατῶν τὰ αἴτια

    该短语以“ἐκ τῶν αἰτιατῶν”(从结果)与“τὰ αἴτια”(原因)形成对照,作为前文“ἐκ τῶν ἡμῖν προτέρων... πρὸς τὸ σαφέστερον τῇ φύσει...”的同位语性重述,指明从结果溯及原因的认识顺序。

  2. 1.85τῇ ἐπιχειρήσει τῇ ἐκ τοῦ ἥττονος

    修辞学与逻辑学中表示“由弱及强”(从较小/较劣者推及较大/较优者,a minori ad maius)论证形式的专门表述。其具体论证结构在下文“εἰ γὰρ αἱ τέχναι... πολλῷ ἂν εἴη τοῦτο πρότερον”中得以展开。

  3. 1.85εἰ δὲ μή, ἀργὴ μὲν ἔσται καὶ ματαία καθ’ αὑτήν

    “εἰ δὲ μή”(否则)紧承前文“如果人具有固有功能”这一假设的否定面,即“若人没有固有功能”,从而引出归谬法推论:人的本性自身将沦为无为和虚妄。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:65.23-67.4