← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§64.13-65.22

自足性的界限与作为至善之幸福的完满性

厄斯特拉齐奥斯阐明,城邦幸福的共同关系必须设定限度以免无限扩展,并注疏了如何从自足性与“不合算时最值得选择”推导出幸福的完满性,进而转向对幸福“是什么”的本质界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.82

" Τούτων δὲ ληπτέος ὅρος τις." Εἰπὼν τὸ αὔταρκες τοῦ πολιτικοῦ μὴ μέχρις αὐτοῦ μόνου περιγράφεσθαι δεῖν1 ἀλλὰ καὶ μέχρι τῶν σὺν αὐτῷ καὶ περὶ αὐτὸν ἐπεκτείνεσθαι καὶ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν ἔχεσθαι, ἐπεὶ ἐπ’ ἄπειρον ἑώρα τὴν κοινωνίαν προβαίνουσαν κατά τε τὸ ἄνω καὶ κάτω καὶ δὴ καὶ τὸ κατ’ αὐτὸν καὶ τὸ κατὰ πλάγια, ἵν’ οὕτως ἐρῶ, ὡς κινδυνεύειν ἀόριστόν τινα καὶ ἄπειρον τὴν ἔκτασιν γίνεσθαι, διὰ τοῦτό φησι δεῖν εἶναι ὅρον τινὰ τῆς κοινωνίας ταύτης λαμβάνεσθαι, ἵνα μὴ ἐπ’ ἄπειρον γινομένης τῆς ἐπεκτάσεως ἀδυνατώτατον εἴη ἀνδρὶ πολιτικῷ τὴν εὐδαιμονίαν περιγίνεσθαι. περὶ δὲ τοῦ ὅρου καὶ μέχρι πόσου δεῖ τὴν κατὰ τοὺς οἰκείους καὶ κοινωνοὺς ἐπέκτασιν γίνεσθαι, νῦν μὲν εἰπεῖν ὑπερτίθεται, ἐν δὲ τοῖς ἑξῆς εἰπεῖν ἐπαγγέλλεται. τὸ δ’ αὔταρκες τίθεμεν πρὸς τὸ δεῖξαι τὴν εὐδαιμονίαν δι’ ἑαυτὴν οὖσαν αἱρετήν, παραλαβὼν τὸ αὔταρκες εἰρηκώς τε καὶ ἐκ τούτου δῆλον γίνεσθαι τὸ λεγόμενον, λέγει πάλιν τὸ αὔταρκες τίνα παρίστησιν ἔννοιαν, τῇ κοινῇ ὁμολογίᾳ πρὸς τοῦτο χρώμενος. ἐκεῖνο γάρ φησιν αὔταρκες εἶναι ὁμολογοῦμεν, ὃ καὶ μόνον καθ’ ἑαυτὸ λαμβανόμενον ἄρκιον καὶ ἀνελλιπῆ καὶ αἱρετὴν ποιεῖ τὸν βίον. τοιοῦτον δ’ αὔταρκες τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι. χρῆται δὲ κἀν τούτῳ τῇ κοινῇ ὁμολογίᾳ ὡς αὐτοπίστῳ. ἔνθα γὰρ κοινῶς ὡμολόγηται, τίνος χρεία ἐκεῖ ἀποδείξεως, ὡς εἶναι κἀν τῇ ἐννοίᾳ τὸ αὔταρκες μηδενὸς εἰς πίστεις δεόμενον.

“然而对此必须设定某种限度。” 在说过城邦之人的自足性不应当仅仅限定在他自身之内,而是也应当扩展至与他同在和在他周围的人,并连结于在他之前和在他之后的人之后,由于他看到共同关系无论向上还是向下,乃至在他同一平面上以及所谓横向展开,都在无休止地推进,以至于面临扩展变得不定且无限的危险,因此他说必须为这种共同关系设定某种限度,以免扩展陷入无限,从而使城邦之人极难获得幸福。至于关于该限度以及针对眷属与共同者的扩展应当达到何种程度,他眼下推迟论述,但许诺在后文中论及。而我们为了表明幸福因其自身而被选择,提出了自足性;他在引入自足性并说明所言之事由此变得明确之后,便借助普遍的共识,再次陈述自足性呈现了何种概念。因为他说,我们共同承认,哪怕仅仅就其自身单独来取,也能够使生命充足、无缺且值得选择的,就是自足的。而我们认为幸福正是这样的一种自足之物。在此他同样将普遍的共识用作不证自明的凭据。因为在普遍得到承认之处,那里还需要何种证明呢?以至于在概念本身中,自足性为了获得确信无需借助任何东西。

§1.83

"Ἔτι δὲ πάντων αἱρετωτάτην μὴ συναριθμουμένην." Ἔτι φησὶ καὶ τοῦτο ὑπολαμβάνομεν περὶ εὐδαιμονίας, αἱρετωτάτην εἶναι αὐτὴν κἂν μηδὲν συναριθμοῖτο αὐτῇ ἕτερον παρὰ τὰ μέρη αὐτῆς. μέρη δὲ αὐτῆς δηλονότι προηγουμένως μὲν τὰ ἀγαθὰ τῆς ψυχῆς, οἷον αἱ πρὸς τὰς πρακτικὰς καὶ θεωρητικὰς ἀρετὰς εὐφυΐαι καὶ αὐταὶ αἱ ἀγαθαὶ ἕξεις καὶ ἐνέργειαι, ἔπειτα τὰ τοῦ σώματος, οἷον κάλλος μέγεθος ῥώμη ὑγίεια, εἶτα τὰ ἔξωθεν, πλοῦτος εὐγένεια φίλοι. ταῦτα γὰρ εὐδαιμονίας μέρη, τὰ μὲν κυριώτερα, ἐν οἷς εὑρίσκονταί τινα παρεπόμενα, ἐπαίνου καὶ αὐτὰ ἄξια ἃ καὶ ἐλάχιστα ὄντα ἐν τοῖς ἐπαινουμένοις τέτακται, οἷον τὸ εὔτριχον ἴσως ἢ τὸ ἐπιδεξίως βαδίζειν ἢ τοιοῦτον ἕτερον, ὃ προστιθέμενον τῇ εὐδαιμονίᾳ μηδενὸς λειπομένῃ τῶν κυριωτέρων πρὸς σύστασιν αἱρετωτέραν αὐτὴν ἑαυτῆς ἀποτελεῖ.2 γίνεται γὰρ τὸ προστιθέμενον ὑπεροχὴ τοῦ ἀγαθοῦ καὶ αὔξησις, ὡς μείζονα ἐκ τῆς προσθήκης τὴν εὐδαιμονίαν γινομένην αἱρετωτέραν εἶναι αὐτὴν μετ’ αὐτοῦ, ἣ αἱρετή ἐστι καὶ ἀπόντος αὐτοῦ.3 τὸ γὰρ αἱρετώτερον αἱρετοῦ τινος αἱρετώτερον, ὅτι γε τὰ συγκριτικὰ καὶ ὑπερθετικὰ πρὸς τὰ ἁπλῶς οὕτως ἔχοντα πρότερον λαμβάνεσθαι πέφυκε. ταῦτα δὲ πάντα ἐκλεγόμενα τίθησι πρὸς τὸ συστῆσαι τὸν ὁρισμόν. εἶτα συμπεραίνεται· ἐπεὶ γάρ, φησί, τέλος ἐστὶ τῶν πρακτῶν ἀγαθῶν ἡ εὐδαιμονία τὸ ἔσχατον, ὡς μηδὲν εἶναι περαιτέρω αὐτῆς τελικώτερον, δῆλον ἐντεῦθεν ὅτι τέλειόν ἐστι καὶ αὔταρκες, ὡς μηδενὸς δεῖσθαι ἑτέρου παρ’ ἑαυτὴν πρὸς τὴν αὑτῆς τελειότητα ἀλλ’ ἀρκεῖν αὐτὴν ἑαυτῇ.

“此外,在不被合算时也是万物中最值得选择的。” 他说,此外关于幸福我们还假定这一点:即便在其诸部分之外没有任何其他东西与它合算在一起,它本身也是最值得选择的。而显而易见,它的部分首要地是灵魂的诸善,例如迈向实践与静观德性的天赋潜能,以及这些良好的品质与活动自身;其次是身体的诸善,如美貌、高大、力量、健康;再次是外部的诸善,即财富、高贵出身、朋友。因为这些都是幸福的部分,其中一些是更为根本的,在它们之中还发现伴随着某些同样值得称赞的附带事物,这些事物虽极微小但也列在受称赞的事物之中,例如或许拥有秀美的头发,或是步态灵巧,或是其他此类事物,当幸福在建构上不缺少任何更根本之物时,这种事物若被附加于幸福之上,便会使幸福比自身更为值得选择。因为被附加之物变成了善的超逾和增益,以致因这一附加而变得更大的幸福,与它在一起时更为值得选择,而这幸福即便在它缺席时也是值得选择的。因为更为值得选择的东西,必定比某种值得选择的东西更为值得选择,因为比较级和最高级的事物,在自然本性上是相对于那些先前单纯处于该状态的事物而获得理解的。他挑选并设定所有这些,是为了确立定义。然后他得出结论:因为他说,幸福是可实践诸善的最终目的,以至于没有任何更具目的性的东西超越它,由此显明它是完满且自足的,以至于为了自身的完满而不需要自身之外的任何他物,而是对自己而言足够自足。

§1.84

"Ἀλλ’ ἴσως τὴν εὐδαιμονίαν τὸ ἄριστον λέγειν." Ἀποδοῦναί φησι προθέμενοι τί ἐστιν εὐδαιμονία, πολλὰ μὲν εἴπομεν ὡς τέλειόν τι αὐτὴν παραστῆσαι καὶ αὔταρκες, οὔπω δ’ αὐτῆς τὸ τί ἐστι καθαρῶς ἐδηλώσαμεν. οὐ γὰρ εἰ αὔταρκες καὶ τέλειον ἤδη δῆλον καὶ τί ἐστι.

“但或许把幸福说成最善之物。” 他说,既然我们打算说明幸福是什么,我们虽然说了许多话以将它呈现为某种完满且自足的事物,却尚未清晰地表明它的‘是什么’。因为绝非只要它是自足且完满的,它‘是什么’就已经清楚明了了。

语法注3 条
  1. 1.82Εἰπὼν τὸ αὔταρκες τοῦ πολιτικοῦ μὴ μέχρις αὐτοῦ μόνου περιγράφεσθαι δεῖν

    这是由句首分词 Εἰπών(说过……之后)引导的冗长句式,主句的核心动词是 διὰ τοῦτό φησι δεῖν εἶναι ὅρον τινὰ...。中间插入了由 ἐπεὶ ἑώρα... 引导的原因从句(其内部还包含 ἵν’ οὕτως ἐρῶ 等插入语),造成了主从分隔,其基本骨架为:“在说了……之后,[为避免无限扩展]他说因此必须设定某种限度”。

  2. 1.83αἱρετωτέραν αὐτὴν ἑαυτῆς ἀποτελεῖ

    这是由比较级形容词 αἱρετωτέραν 搭配反身代词属格 ἑαυτῆς 的惯用比较结构(“使其比自身更为值得选择”),意指“使其比自身单独存在时更加值得选择”。

  3. 1.83ἣ αἱρετή ἐστι καὶ ἀπόντος αὐτοῦ

    阴性单数关系代词 ἣ 的先行词是前面的 τὴν εὐδαιμονίαν(幸福),而在属格绝对结构 ἀπόντος αὐτοῦ 中的中性代词 αὐτοῦ 则指代前文提到的被附加之物(τὸ προστιθέμενον)。该关系从句起补充限定作用:“这幸福即便在该物缺席时本身也是值得选择的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:64.13-65.22