← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§62.25-64.12

三种生活与城邦生活中自足性的范围

厄斯特拉提奥斯注解了亚里士多德关于自足性“并非仅对他自身而言”(1097b8)的界定,通过奴隶般的、静观的与城邦的三种生活的对比,论证了城邦生活中的自足性必然涵盖与亲族、朋友及公民的共同关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81

" Τὸ δὲ αὔταρκες, οὐκ αὐτῷ μόνῳ." Εἴρηται ἔμπροσθεν τρεῖς εἶναι τοὺς μάλιστα προέχοντας βίους, τὸν ἀνδραποδώδη τὸν πολιτικὸν τὸν θεωρητικόν. ὁ μὲν οὖν ἀνδραποδώδης ὁ ἐμπαθής ἐστι καὶ ὥσπερ ἀνδράποδον καὶ δοῦλον ἔχων ἀγόμενον τὸ λογικὸν τῆς ψυχῆς ὑπὸ τῶν παθῶν, τὸ φύσει δεσποτικὸν παρὰ φύσιν ὑπὸ τῶν φύσει δούλων ἀγόμενον, τῆς οἰκείας εὐγενείας ἐπιλαθόμενον καὶ ἑαυτὸ καταδουλοῦν τοῖς ἀγεννέσι καὶ χείροσιν, ὁ δέ γε θεωρητικὸς ὁ ἀπαθής ἐστι καὶ τὸ λογικὸν καὶ νοερὸν τηρῶν τῆς ψυχῆς, οὐ μόνον τῆς πρὸς τὰ ἄλογα πάθη δουλείας ἐπέκεινα ἀλλὰ καὶ πάντῃ ἔχων ἀπροσπαθῶς πρὸς αὐτά, καὶ τοσοῦτον ὡς ἀργὰ πάντῃ ταῦτα καὶ ἀνενέργητα καταλείπεσθαι, ἐν μηδενὶ ταῖς ἀλόγοις ἐνεργείαις αὐτῶν ἐνδιδόντος τοῦ κρείττονος.1 καὶ οὗτοι μὲν ἄκροι καὶ ὡς ἐναντίοι πρὸς ἀλλήλους μαχόμενοι, μέσος δὲ τούτων ὁ μετριοπαθὴς καὶ πολιτικός, κοινωνίαν τινὰ πρὸς ἀμφοτέρας τηρῶν τὰς ἀκρότητας, πρὸς μὲν τὴν ὡς τὸν λόγον ἔχων τῆς ἐκ τῶν παθῶν καταδουλώσεως ὑπερκείμενον, πρὸς δὲ τὴν ἐνδιδοὺς ἐν μέρει2 καὶ ταῖς ἀλόγοις ὀρέξεσιν, οὐχ ἵνα τοῦ κρείττονος κατακυριεύσωσιν, ἀλλ’ ἵνα καὶ αὐταὶ παρ’ αὐτοῦ ἐνεργῶσιν ἐπιταττόμεναι. διὰ τοῦτο ὁ κατ’ αὐτὸν ζῶν καὶ γυναικὶ διὰ παιδοποιίαν συζεύγνυται καὶ παῖδας ἴσως ἐξ αὐτῆς ἀποτίκτων ἔχει τούτους συζῶντας αὐτῷ καὶ γονεῦσι κοινωνεῖ καὶ ἀδελφοῖς καὶ φίλοις συμφέρεται. πολιτικὸν γὰρ ζῷον φύσει ὁ ἄνθρωπος καὶ συναγελαστικὸν καὶ κοινωνικὸν καὶ ἐνεργείας ἔχον προκειμένας αὐτῷ ἐν τῇ κοινωνίᾳ πολλάς, ἐν αἷς πολλῶν δεῖ τῶν λυσιτελούντων αὐτῷ καὶ χρημάτων καὶ σωμάτων. καὶ ὁ κατὰ τοῦτον τὸν βίον εὐδαιμονῶν προηγουμένως ἔχει πρὸς τὸ κατ’ ἄνθρωπον τέλειον τὴν τῶν καλῶν καὶ ἀγαθῶν κατόρθωσιν ἔξωθεν. δεῖται δὲ καὶ τῶν ἄλλων, ἵνα μὴ αὐτῷ λυμαίνηται τὸ μακάριον. ὁ δὲ καθαρτικὸς καὶ θεωρητικὸς τοῦ κατ’ ἄνθρωπον παντὸς ἀποσχόμενος καὶ τῶν ἐν μέσῳ θορύβων ἔξω γενόμενος καὶ ὄχλων καὶ πόλεως καὶ οἰκείων αὐτῶν καὶ τὴν συνανθρώπισιν ἀρνησάμενος καὶ τῆς οἰκείας σαρκὸς ἀποχωρήσας τῇ σχέσει καὶ ἀποκλίνας πρὸς τὸ νοερώτερον καὶ θειότερον ἱκανὴν ἔχει πρὸς μακαριότητα τὴν ἐξ ἀπαθείας ἐγγινομένην κατὰ νοῦν ἐνέργειαν, καὶ ἔτι τὴν ὑπὲρ νόησιν ἕνωσιν. διὰ τοῦτο καὶ πολυπονωτάτη τούτῳ ὁδὸς ἡ πρὸς τὴν ἀνήκουσαν εὐδαιμονίαν ἀνάγουσα, ἅτε καὶ πρὸς αὐτὸν τὸν δεσμὸν μαχομένῳ τῆς φύσεως καὶ πρὸς αὐτὸ τὸ εἶναι ἐνισταμένῳ κατὰ προαίρεσιν, οὐχ ἵνα λύσῃ τὸ φύσει σύνθετον, ἀλλ’ ἵν’ ἀσχέτως ἔχῃ τὸ δεδεμένον πρὸς τὸν δεσμὸν τὸν ἐκ φύσεως. ἡ δὲ κατορθουμένη μακαριότης ἁπλῆ καὶ ἀποίκιλος καὶ ἀνενδεὴς τῶν πολλῶν, ὡς ἐν μονότητι τὴν κατόρθωσιν ἔχουσα. οὐδὲν οὖν καινόν, εἰ ὁ Ἀριστοτέλης ἐνταῦθα τὴν ἐν μέσῳ καὶ πολιτικὴν εὐδαιμονίαν ἀποδιδοὺς διαστέλλει μὲν αὐτὴν τῆς κατὰ τὴν μόνωσιν, πολυειδῆ 〈δὲ〉 καὶ ποικίλην παρίστησιν. ἀλλ’ ἐπανιτέον ἐπὶ τὴν λέξιν. καὶ τὸ αὔταρκες, φησίν, οὐ τὸ ἁπλῶς ἀγαθὸν λέγεται ἀλλὰ τὸ ἔχον ἐν ἑαυτῷ καὶ ἀφ’ ἑαυτοῦ τὸ ἀγαθὸν καὶ τὸ ἑαυτῷ ἀρκοῦν πρὸς τὸ πληροῦσθαι τοῦ ἀγαθοῦ. ἡ οὖν εὐδαιμονία τὸ ἀνθρώπινον οὖσα ἀγαθὸν καὶ οὐ τὸ ἁπλῶς ἀγαθὸν αὔταρκες λέγεται, ὅτι αὐτὴ ἀφ’ ἑαυτῆς ἀρκεῖ τὸ ἀγαθὸν ἐν τῷ ἀνθρώπῳ τηρεῖν, ὡς τέλος οὖσα ἀνθρώπου τὸ σκοπιμώτατον, ὃ οὐ δι’ ἄλλο ἄλλως αἱρετὸν τῷ ἀνθρώπῳ τῶν ἀνθρωπίνων ἀγαθῶν ἀλλὰ μόνον δι’ ἑαυτό. αὐτάρκης τοίνυν ὁ πολιτικός, οὐ καθ’ αὑτὸν μόνον, ὡς βίον μονώτην ζῶν, ὅταν καὶ τὰ τῆς ψυχῆς αὐτῷ προσῇ καὶ τὰ τοῦ σώματος ἀγαθά (οὐδὲ γὰρ ἂν οὗτος ἦν πολιτικός), ἀλλ’ ἐπεὶ καὶ γονεῦσι καὶ τέκνοις καὶ γυναικὶ καὶ ὅλως φίλοις καὶ πολίταις συνεῖναι τὸν πολιτικὸν ἐνδέχεται, διὰ τὸ φύσει συναγελαστικὸν καὶ κοινωνικὸν τῆς ἀνθρώπου φύσεως δεῖ τοῦτον κατὰ πάντα ταῦτα ἔχειν τὸ εὖ. εἰ δ’ ἐπί τινος τούτων λείποι τι αὐτῷ, χωλεύει κατ’ ἐκεῖνο αὐτῷ τὸ μακάριον, μᾶλλον ἢ ἧττον κατὰ ἀναλογίαν τῆς πρὸς αὐτὸν τοῦ λείποντος οἰκειότητος. εἰ γὰρ καθ’ ἑαυτὸν ἔχων εὖ τῶν αὐτῷ προσηκόντων καὶ κοινωνούντων οὐκ ἐπιστρέφοιτο, πῶς ἂν εἴη κοινωνικὸς ἢ πολιτικὸς ἢ τὸ ἀνθρώπου φυλάττων ἴδιον, ὃ ὁ σπουδαῖος ἐν μέσῳ στρεφόμενος ἐπαγγέλλεται; ἐπιστρεφόμενος δ’ αὐτῶν κοινωνήσει αὐτοῖς τῶν ἡδέων καὶ λυπηρῶν καὶ τῶν ἀγαθῶν καὶ φαύλων οἰκειουμένων αὐτῷ3 κατὰ τὴν πρὸς ἐκείνους ἀνάλογον σχέσιν καὶ οἰκείωσιν, ὡς εἴρηται.

“而所谓的自足,并非仅仅对他自身而言。” 前面已经说过,最显著的生活有三种:奴隶般的生活、城邦[政治]的生活和静观的生活。奴隶般的生活是受情念支配的,让灵魂的合乎理性部分如同俘虏和奴隶一般被情念所牵引,那在本性上应当统治者反自然地被本性上为奴隶者所牵引,忘却了自身的尊贵,将自己奴役于卑贱与低劣者。而静观的生活则是免于情念的,守护着灵魂的合乎理性与理智的部分,不仅超越于对无理性情念的奴役,而且对它们完全保持无执的状态,其程度达到了让这些情念完全处于闲置与不活动的状态,因为那更为优越的部分绝不在情念的无理性活动面前屈服。这二者乃是两极,如同对立者一般互相争斗;而介于它们中间的,乃是情念适度且属于城邦的生活,它与两个极度都保持着某种相通:对于其中一个极端,它保持理智高居于情念的奴役之上;而对于另一个极端,它部分地也向无理性的欲求让步,但并非为了让它们压倒那更优越的部分,而是为了让它们本身也在受理智吩咐的情况下开展活动。因此,按照这种生活而居者,为了繁衍后代而与妇人结合,并可能拥有由她所生而与他一同生活的儿女,与父母交往,与兄弟和朋友相处。因为人按本性是城邦的动物,是群居的和共同生活的,在共同体中摆在他面前有许多活动,在这些活动中他需要许多对他有利之物,既需要财富也需要人身[劳力]。按此种生活而幸福的人,在迈向合乎人性的完满时,首要地拥有从外部对高尚且善之事的成就。但他还需要其余的事物,以免他的福乐受到损坏。然而,那过着净化与静观生活的人,避开了所有属于人性的事物,脱离了中间的纷扰、人群、城邦以及眷属自身,拒绝了人际往来,在关系上抽离了他自身的肉体,倾向于更具理智且更为神圣之物,他将出于免除情念而在理智上产生的活动、甚至那超越知解的联合,视为对于福乐而言已经足够。因此,对于他而言,引向相应幸福的道路也是最为艰辛劳苦的,因为他甚至要与本性自身的羁绊作战,并出于抉择而对抗存在自身;这并非为了瓦解自然复合的实体,而是为了让被束缚之物面对出自本性的羁绊保持无执的状态。而所成就的福乐是单纯的、不繁复的,且不需要许多事物,因为它在独处中拥有成就。因此,若亚里士多德在此提出中道且城邦的幸福时,将它与出于独处的幸福区分开来,并将其表现为多样且错综复杂的,这丝毫无足为奇。但必须回到原文字句。他说,“自足”指的不是单纯意义上的善,而是指在自身之内且出自自身拥有善,且对自己而言足以充满善的东西。因此,幸福作为人的善,而非单纯意义上的善,之所以被称为自足的,乃是因为它自身足以在人身上维系善,作为人的最被瞄准的目的,在人的诸善中它绝非为了他物而以别样方式为人所选择,而唯独因其自身被选择。因此,城邦的人是自足的,并非单单在他自身独立存在时,如过独居生活者那样,当他兼具灵魂的善与身体的善时就算自足(因为这样的人甚至都不会是城邦的人);相反,既然城邦的人也有可能与父母、儿女、妻子以及一般而言与朋友和同邦公民共同生活,由于人性的本性群居与共同生活特征,他必须在所有这些方面都拥有良好状态。若他在这些人中的某一人身上有所欠缺,那么他的福乐在那个方面就会受到残损,其程度之多寡乃与欠缺者对他而言的亲近程度成比例。因为,若他自身良好,却不顾及属于他并与他相通的人,他怎能是共同生活的、城邦的,或者怎能守护人的固有特质(即那在众人中间周旋的卓越之人所许诺者)呢?而若他顾及他们,他将与他们共担令人愉快与痛苦之事,因为善与劣的事物也按照与他们成比例的关系和亲近感而被他纳为自身之事,正如已经说过的那样。

语法注3 条
  1. 1.81ἐν μηδενὶ ταῖς ἀλόγοις ἐνεργείαις αὐτῶν ἐνδιδόντος τοῦ κρείττονος

    以 τοῦ κρείττονος 为逻辑主语的属格独立结构,充当表示结果的 ὡς 从句(ὡς ἀργὰ πάντῃ ταῦτα καὶ ἀνενέργητα καταλείπεσθαι)的原因或附带情况,说明了情念完全停止活动的机制。

  2. 1.81πρὸς μὲν τὴν ὡς τὸν λόγον ἔχων τῆς ἐκ τῶν παθῶν καταδουλώσεως ὑπερκείμενον, πρὸς δὲ τὴν ἐνδιδοὺς ἐν μέρει

    在 πρὸς μὲν τὴν ... πρὸς δὲ τὴν ... 的对仗结构中,阴性单数冠词后承接前文提到的 ἀκρότητα。分词 ἔχων 和 ἐνδιδούς 与主语 ὁ μετριοπαθὴς καὶ πολιτικός 一致,分别说明了中间生活对两个极端的双重关联方式。

  3. 1.81τῶν ἀγαθῶν καὶ φαύλων οἰκειουμένων αὐτῷ

    以中性短语 τῶν ἀγαθῶν καὶ φαύλων 为逻辑主语的属格独立结构。中动分词 οἰκειουμένων 表示“善与劣的事物被收纳/认同为他自身的事物”,解释了前面主动词 κοινωνήσει αὐτοῖς 的情态与依据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:62.25-64.12