← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§61.24-62.24

从完满性与自足性论幸福为最高善

注解亚里士多德《尼各马可伦理学》1097a30–1097b6,从因自身而被选择的终极完满性、与其他善(如荣誉、快乐、理智)的对比以及自足性这几方面,论证幸福乃是最高善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.77

" Τελειότερον δὲ λέγομεν τὸ καθ’ αὑτὸ διωκτόν." Ἔστι γὰρ ἀγαθὸν δι’ ἄλλο αἱρετόν, οὗ κρεῖττον καὶ τελειότερον τὸ δι’ ὃ ἐκεῖνο αἱρετόν, καὶ οὔπω ἴσως τοῦτο τὸ τελειότερον. οὐ γὰρ ἱκανὸν πρὸς τὸ τέλειον τὸ ἔχειν τι πρὸ αὑτοῦ ἕτερον δι’ αὑτὸ ὑπάρχον αἱρετόν.1 ἐνδέχεται γὰρ καὶ αὐτὸ τοιοῦτον εἶναι, οἷον εἰς ἄλλο καὶ αὐτὸ ἀναφέρεσθαι, δι’ ἐκεῖνο ἔχον τὴν αἵρεσιν. ἐκεῖνο δ’ ἐστὶ τὸ τελειότατον, ὃ οὐκ ἔστι καὶ δι’ αὑτὸ καὶ δι’ ἄλλο αἱρετόν, ἀλλὰ μόνον αὐτὸ δι’ αὑτὸ [εἶναι] καὶ τοῦτο πάντοτε καὶ μὴ ποτὲ μὲν δι’ αὑτὸ αἱρετὸν μόνον, ποτὲ δὲ καὶ δι’ ἕτερον, ἀλλ’ ἀεὶ δι’ αὑτὸ καὶ μηδέποτε δι’ ἄλλο.

“我们称因自身而被追求之物为更为完满的。” 因为存在因他物而被选择的善,而那为了其缘故该善被选择之物比它更好、更为完满,但这或许还不是[最]完满的。因为对于完满而言,单单在自身之前拥有另一作为因自身而被选择之物而存在的事物是不够的。因为该事物本身也完全可能是这样的:它自身也被归结到另一事物上,其被选择性乃因那一事物而来。而最完满之物乃是这样一种事物:它并非既因自身又因他物而被选择,而是唯独其自身因自身[而被选择],且这一点是恒常的,并非有时唯独因自身而被选择,有时也因他物而被选择,而是始终因自身且绝不因他物。

§1.78

"Τοιοῦτον δ’ ἡ εὐδαιμονία μάλιστα." Ἡ γὰρ εὐδαιμονία ἐπεὶ τέλος ἐστὶ τὸ ἔσχατον, οὐκ ἔχομέν τι αὐτῆς τελικώτερον οὐδὲ δυνάμεθα εὑρεῖν, ἵνα δι’ αὐτὴν αἱρετὴ οὖσα γίνηταί ποτε καὶ δι’ ἕτερον. διὰ τοῦτο καὶ ἔστιν ἀεὶ δι’ αὑτὴν αἱρετή. τὸ δὲ δοκεῖ οὐκ ἀμφιβόλου ἀλλ’ ὡς κοινῆς τούτου δόξης οὔσης παρὰ πᾶσι.2

“而幸福最是这样的。” 因为既然幸福是终极目的,我们并没有比它更为终极的任何事物,也无法找到任何事物,可使它在因其自身而被选择的同时,某时也变得因另一事物而被选择。因此它也始终是因自身而被选择的。而“似乎(显出)”一词并非由于可疑,而是因为这一观点在所有人之中都是共同的。

§1.79

"Τιμὴν δὲ καὶ ἡδονὴν καὶ νοῦν." Τὸ δι’ αὑτὸ μόνον αἱρετὸν καὶ μηδέποτε δι’ ἕτερον τὴν εὐδαιμονίαν εἶναι διασαφῶν παρατίθησι αὐτῇ τὴν τιμὴν καὶ ἡδονὴν καὶ τὸν νοῦν καὶ τὰς λοιπὰς ἀρετάς. ταῦτα γὰρ πάντα αἱρούμεθα μὲν καὶ δι’ αὑτά, κἂν μηδὲν ἐξ αὐτῶν ἀποβαίνῃ, αἱρούμεθα δὲ καὶ διὰ τὴν εὐδαιμονίαν ὡς τέλος οὖσαν τῆς αὐτῶν κτήσεως, ὑπολαμβάνοντες διὰ τούτων εἰς ἐκείνην ἐλθεῖν ὡς εἰς τέλος τελειότατον καὶ σκοπιμώτατον. οὐδέποτε δὲ τὴν εὐδαιμονίαν τούτων χάριν αἱρούμεθα οὔτε ὅλως δι’ ἄλλο τι, ὡς δῆλον εἶναι ἐκ τῆς κοινῆς ὑπολήψεως, ὡς αὕτη ἐστὶ τὸ τῶν λοιπῶν τελειότατον· τὰ γὰρ κοινῶς ὑπολαμβανόμενα αὐτόπιστα· νοῦν δ’ ἐνταῦθα οὔτε τὸν καθ’ ὕπαρξιν ὠνόμασεν, ὃς ἐπέκεινα τῆς ψυχῆς ἐστιν οὔτε τὸν κατ’ αὐτὴν θεωρητικὸν ἀλλὰ τὴν κατὰ τὸ λογιστικὸν αὐτῆς ἀρετὴν ἣ καὶ φρόνησις ὀνομάζεται.3 διὸ καὶ ἀντιδιεῖλε τούτῳ τὰς λοιπὰς ἀρετάς.

“以及荣誉、快乐和理智。” 在阐明幸福唯独因自身而被选择且绝不因另一事物而被选择时,他把荣誉、快乐、理智以及其余的诸德性与它并列。因为所有这些事物我们既因它们自身而选择(哪怕从中不产生任何结果),又因幸福的缘故而选择,因为幸福是获得它们的终极目的,我们假设通过这些事物将达到那作为最完满且最被瞄准的目的之事物。但我们绝不为了这些事物的缘故而选择幸福,也根本不因任何其他事物而选择幸福,从而从普遍的领会中显明,幸福乃是其余事物中最完满的;因为普遍被领会的事物是自明的。而在这里他所称的“理智”,既非指在实体上存在、超越于灵魂之上的理智,亦非指灵魂之中的静观理智,而是指根据灵魂之合乎理性部分的德性,它也被称为明智。因此他也将诸其余德性与此相对立划分。

§1.80

"Φαίνεται δὲ καὶ ἐκ τῆς αὐταρκείας." Ἔτι τὸ αὐτὸ δείκνυσιν, ὅτι ἡ εὐδαιμονία τὸ ἄκρον ἐστὶ καὶ δι’ αὑτὸ μόνον αἱρετόν. αὔταρκες γὰρ λέγομεν τὸ ἐν ἑαυτῷ καὶ ἀφ’ ἑαυτοῦ ἔχον τὸ ἀγαθὸν καὶ μὴ ἑτέρου δεόμενον ἔξωθεν, δι’ οὗ ὑπάρξει αὐτῷ τὸ ἀγαθόν. ἐπεὶ οὖν ἡ εὐδαιμονία οὐ πρὸς ἄλλο φέρει αὐτῆς τελειότερον οὐδ’ ἔστι δι’ ἄλλο ποτὲ ἀλλ’ αὐτὴ δι’ αὑτὴν αἱρετή, διὰ τοῦτο καὶ αὔταρκες.

“从自足性来看也是显明的。” 他进一步证明了同一点:幸福是最高的极致且唯独因自身而被选择。因为我们把在自身之内且出自自身拥有善、不需要从外部得到另一事物(善通过该事物属于它)的东西称为“自足的”。因此,既然幸福并不导向比它自身更为完满的另一事物,亦绝非因另一事物而存在,而是自身因自身而被选择,因此它也是自足的。

语法注3 条
  1. 1.77οὐ γὰρ ἱκανὸν πρὸς τὸ τέλειον τὸ ἔχειν τι πρὸ αὑτοῦ ἕτερον δι’ αὑτὸ ὑπάρχον αἱρετόν.

    句首的 οὐ γὰρ ἱκανὸν πρὸς τὸ τέλειον 是表语(谓词部分),带冠词的不定式短语 τὸ ἔχειν τι πρὸ αὑτοῦ ἕτερον δι’ αὑτὸ ὑπάρχον αἱρετόν 作全句的主语。πρὸ αὑτοῦ 表示目的等级次序上的“在自身之前(即优越于自身/更具优先性)”,分词短语 δι’ αὑτὸ ὑπάρχον αἱρετόν 修饰 ἕτερον(“作为因自身而被选择之物而存在”)。

  2. 1.78τὸ δὲ δοκεῖ οὐκ ἀμφιβόλου ἀλλ’ ὡς κοινῆς τούτου δόξης οὔσης παρὰ πᾶσι.

    主语是带有冠词的引语 τὸ δὲ δοκεῖ(“而‘似乎’一词”)。后半部分的 οὐκ ἀμφιβόλου... ἀλλ’ ὡς κοινῆς... οὔσης 省略了述谓动词(如 εἴρηται 或 ἐστί)。οὐκ ἀμφιβόλου(表示“并非出于存疑之事/特征”)与带有 ὡς 的属格独立结构 ὡς κοινῆς τούτου δόξης οὔσης 形成对比,表明该用词是“基于这一看法在众人中乃是共识”。

  3. 1.79νοῦν δ’ ἐνταῦθα οὔτε τὸν καθ’ ὕπαρξιν ὠνόμασεν, ὃς ἐπέκεινα τῆς ψυχῆς ἐστιν οὔτε τὸν κατ’ αὐτὴν θεωρητικὸν ἀλλὰ τὴν κατὰ τὸ λογιστικὸν αὐτῆς ἀρετὴν ἣ καὶ φρόνησις ὀνομάζεται.

    句首的 νοῦν 作动词 ὠνόμασεν 的宾语补足语(谓语宾格)(指被讨论的词语)。关联结构 οὔτε τὸν καθ’ ὕπαρξιν... οὔτε τὸν κατ’ αὐτὴν θεωρητικόν 与由 ἀλλὰ 引出的阴性名词短语 τὴν κατὰ τὸ λογιστικὸν αὐτῆς ἀρετήν 形成对照。从指代 νοῦς 的阳性冠词转向阴性的 ἀρετήν,说明了该词的实际所指:“他称为‘理智’的,并非[超越的理智或静观理智],而是指灵魂合乎理性部分的德性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:61.24-62.24