- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:618.13-619.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了亚里士多德将法律比作政治制品的论述,并借助医学著作与行医实践的类比,论证了成为真正的立法者不仅需要搜集律法,更必须同时兼备政治科学的理性认识与实践经验。
" Οἱ δὲ νόμοι τοῖς πολιτικοῖς ἔργοις ἐοίκασι." Ὁ νόμος οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ νομοθετήσας αὐτόν, ὥσπερ πάλιν νομοθέτης ᾗ νομοθέτης ὁ νόμος. διὸ νόμον τὸν νομοθέτην εἶπε νῦν·1 καὶ τοῦτο ἐδήλωσεν εὐθὺς εἰπὼν πῶς οὖν ἐκ τούτων νομοθετικὸς γένοιτ’ ἄν; ὁμοίως καὶ ἔργα αὐτοὶ οἱ ἐργαζόμενοι. ἡ γὰρ εἰκὼν αὐτός ἐστιν ὁ ζωγράφος, οὐχ ᾗ ἄνθρωπος ἀλλ’ ᾗ ζωγράφος. ὁμοίως καὶ τὰ πολιτικὰ ἔργα αὐτός εἰσιν ὁ πολιτικὸς ᾗ πολιτικός. ἐπεὶ οὖν οἱ νόμοι τοῖς πολιτικοῖς ἐοίκασι πράγμασιν, αὐτὰ δὲ καλῶς ἐργάζεται τῇ πολιτικῇ ἐπιστήμῃ καὶ τῇ πείρᾳ καὶ πολιτικός ἐστιν ἀληθῶς ὁ ἀμφοτέροις τῇ πολιτικῇ ἐπιστήμῃ καὶ πείρᾳ κεκοσμημένος, ὥστε καὶ νομοθετικὸς εἴη ἂν οὐχ ὁ συναγαγὼν τοὺς ἀρίστους νόμους, κἂν δοθῇ τοῦτο, λέγω δὴ τὸ δυνηθῆναι δίχα συνέσεως ἀθροῖσαι τοὺς τοιούτους, ἀλλ’ ἔσται νομοθετικὸς ἀληθὴς ὁ πεῖραν ἅμα καὶ τέχνην ἔχων τῆς πολιτικῆς. ὡς καὶ ἐπὶ τῆς ἰατρικῆς, φησίν, ὁρῶμεν. οὐ γὰρ ὁ συναγαγὼν τὰ ἰατρικὰ βιβλία καὶ ἀνεγνωκὼς αὐτὰ δύναται τὰ ἰατρικὰ πράττειν· καίτοι λέγουσιν, ὅτι ὅδε μὲν νοσεῖ, πᾶς ὁ νοσῶν ἢ ὁμοιομερὲς νόσημα νοσεῖ ἢ ὀργανικόν, ἀλλὰ τόδε μὲν οἷον ὀργανικὸν οὐ νοσεῖ διὰ τάδε καὶ τάδε, ὁμοιομερὲς ἄρα, καὶ τοῦτο ἢ τόδε ἢ τόδε ἢ τόδε, ἀλλὰ μὴν οὐ τόδε οὐδὲ τόδε ὅδε νοσεῖ διὰ τάδε καὶ τάδε· τόδε ἄρα· ἀλλὰ μὴν τόδε θεραπεύεται, εἰ τύχοι, καὶ διὰ κενώσεως τῆς ἀπὸ φλεβῶν καὶ διὰ καθάρσεως καὶ ἱδρώτων· καὶ ταῦτα διελθόντες καὶ τὸν τρόπον τῆς θεραπείας εἰπόντες ἀγνοοῦσι τὸ ποιητέον, εἴτε φλέβα δεῖ τεμεῖν ἢ ἱδρῶτα κινῆσαι ἢ γαστέρα λαπάξαι. ὁ δὲ ἅμα τῷ λόγῳ καὶ τὴν πεῖραν ἔχων εὐθὺς πράττει, εἰδὼς τί δεῖ πρᾶξαι νῦν καὶ τί μή. καὶ ἔστιν ἡ εἰρημένη τῶν νοσημάτων διαίρεσις καὶ τῶν ἰαμάτων τοῖς μὲν ἐμπειρικοῖς καὶ τοῖς λογικοῖς ἅμα ὠφέλιμος, τοῖς δὲ μόνα τὰ βιβλία ἀνεγνωκόσιν οὐδαμῶς. ὡς οὖν ἐπὶ τῆς ἰατρικῆς οὕτω καὶ ἐπὶ τῶν νόμων καὶ πολιτειῶν ἔχοι ἂν ὡς συναγωγῇ τῶν τοιούτων· τοῖς μὲν εὐφυεστέροις καὶ ὄμμα κριτικὸν ἔχουσιν ἐκ πείρας τῶν καλῶς ἢ μὴ καλῶς γεγραμμένων χρήσιμος ἂν ἡ συλλογὴ γένοιτο, τοῖς δ’ ὅλως ἀπείροις τῶν πολιτικῶν ἔργων ἄχρηστος, οὐδ’ ὑπάρξον ἂν αὐτοῖς τὸ κρῖναι περὶ τούτων καλῶς,2 εἰ μήπου ἔκ τινος τύχης, ὡς καὶ θησαυροῦ εὕρεσις.
「法律与政治制品相似。」 法律无非就是制定它的人,正如反过来立法者作为立法者就是法律一样。因此,他现在将立法者称为「法律」;而且他紧接着说道「那么,人如何能从这些之中成为具备立法能力的呢?」,由此表明了这一点。同样,制品也就是制作者本身。因为画像就是画家本人,并非作为人,而是作为画家。同样,政治制品也就是政治家本人,只要他是作为政治家。因此,既然法律与政治事务相似,而人们凭借政治科学与经验将其完满地成全,并且真正意义上的政治家乃是兼备政治科学与经验二者的人,那么,具备立法能力的就不可能是汇集了最优秀法律的人——即使承认这一点,我的意思是承认即便没有敏悟也能汇集此类法律——相反,真正的立法者将是同时具备政治经验与技术的造诣者。正如他所说,我们在医术的情形中也能看到这一点。因为搜集了医学书籍并阅读了它们的人,并不能践行医术。尽管他们会说:「此人病了;凡生病者所患要么是均质部分的疾病,要么是器官性的疾病;但因如此这般的原因并未患上这一种,例如器官性的疾病;因此是均质部分的;而这要么是这一种,要么是这一种,要么是这一种;但此人因如此这般的原因并未患这一种亦未患这一种;因此是这一种;然而这一种病症若碰巧的话,可以通过静脉放血、泻下和发汗来治疗。」尽管他们历数了这些并说明了治疗方式,他们却不知晓实际该做何事,究竟应当切开静脉、促其发汗,还是清泻肠胃。但那同时具备理性认识与经验的人则立刻付诸行动,知晓当下应当做何事以及不当做何事。上述关于疾病与疗法的区分,对于兼具经验与理智的人而言是有益的,但对于仅仅阅读过书籍的人则毫无用处。因此,正如在医术中那样,在法律和政制的情形中对于此类材料的汇编亦当如此:对于那些天资更高、且凭借经验对法律制定得优良与否拥有批判性眼光的人而言,这本汇编会成为有用的;但对于对政治功业全然缺乏经验的人而言则是无用的,他们甚至不可能就这些事务作出优良的评判,除非碰巧出于某种运气,如同偶然发现宝藏一般。
- 9.78διὸ νόμον τὸν νομοθέτην εἶπε νῦν
双宾格(二重宾格)结构,其中 νόμον 为宾语补足语,τὸν νομοθέτην 为直接宾语。以弗所的米迦勒在此将亚里士多德原文「法律……相似」的表述解释为「亚里士多德在此把立法者借称为法律」。
- 9.78οὐδ’ ὑπάρξον ἂν αὐτοῖς τὸ κρῖναι περὶ τούτων καλῶς
带有潜在小词 ἄν 的绝对宾格结构(由非人称动词 ὑπάρχει 的分词 ὑπάρξον 构成),充当主句层面的假想或反事实结论(「他们甚至绝不可能……」)。其实质主语是带有中性定冠词的不定式短语 τὸ κρῖναι περὶ τούτων καλῶς。
