- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:616.28-618.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德文本(1181a3–1181a9),注疏者论证了现有从政者因未留著作且未能教育子友而仅凭经验而非政治科学行事;随后在承认经验之重要性的同时,严厉批判了既无经验又无科学却轻言立法易事的智者群体。
" Οὔτε γὰρ γράφοντες οὔτε λέγοντες περὶ τῶν τοιούτων." Εἰπὼν ὅτι οἱ νῦν πολιτευόμενοι πράττουσι τὰ πολιτικὰ οὐκ ἐκ τοῦ ἔχειν τὴν πολιτικὴν ἐπιστήμην ἀλλ’ ἐξ ἐμπειρίας, πίστιν τούτου κομίζει τὸ μήτε λέγειν μήτε γράφειν τι περὶ αὐτῶν, ἤτοι τῶν πολιτικῶν ἔργων. εἰ γὰρ πολιτικά ἐστι τὰ ὄντως καλὰ καὶ ὄντως δίκαια καὶ ὄντως συμφέροντα, ταῦτα δ’ ἐστὶ τὰ κατ’ ἀρετὴν καὶ ἐξ ἀρετῶν πραττόμενα, οὗτοι δὲ οἱ νῦν πολιτευόμενοι ἀγνοοῦσι τὴν φύσιν τῶν ὡς ἀληθῶς καλῶν καὶ δικαίων καὶ συμφερόντων, ὡς καὶ ὁ Πλάτων ἐν τῷ Γοργίᾳ ἔδειξε, πῶς δύνανται περὶ αὐτῶν λέγειν ἢ γράφειν; καίτοι, φησί, κάλλιον ἦν αὐτὰ γινώσκειν ἢ λόγους γράφειν δικανικοὺς καὶ δημηγορικούς, ἤτοι συμβουλευτικούς. δείξας οὖν διὰ τούτων ἀγνοοῦντας τὰ πολιτικά, δείκνυσι τὴν ἄγνοιαν αὐτῶν καὶ ἐκ τοῦ μηδένα υἱὸν ἢ φίλον διδάξαι αὐτοὺς τὴν πολιτικὴν τέχνην. σημεῖον γὰρ ἐναργέστατον τοῦ μὴ εἰδέναι τὴν πολιτικὴν ἐπιστήμην τὸ μηδένα διδάξαι καὶ πολιτικὸν ποιῆσαι ἢ υἱὸν ἢ φίλον. οὐδὲν γὰρ ἄλλο μεῖζον ἂν ἀγαθὸν καταλελοίπασι ταῖς πόλεσι τῶν υἱῶν ἢ τῶν φίλων πολιτικῶν γεγονότων.1 εἰ οὖν ᾔδεσαν τὰ πολιτικά, ἐδίδαξαν ἂν τοὺς υἱεῖς καὶ φίλους· οὐ διδάσκουσι δέ· ἀγνοοῦσιν ἄρα.
「因为他们既不就此类事务写作,亦不发表演说。」 在指出如今参与政事的人们践行政治事务并非由于拥有政治科学而是出于经验之后,[亚里士多德]引证了他们对这些事物——即政治功业——完全不发表演说亦不写作这一事实,作为此点的证明。因为如果政治性的事物乃是真正美好、真正正义且真正有益的事物,而这些事物是依德性且出于德性而付诸践行的,但这批如今参与政事的人却不知晓真正美好、正义且有益的事物的本性(正如柏拉图在《高尔吉亚篇》中所指出的那样),他们又怎能就这些事物发表演说或进行写作呢?然而他说,知晓这些事物,本比撰写诉讼演说和公民大会演说(即劝告性演说)要高尚得多。因此,在通过这些论点指明他们对政治事务懵然无知之后,他亦从他们未曾将政治技术传授给任何儿子或朋友这一事实,指明了他们的无知。因为未曾掌握政治科学的最显明标志,就是未曾教导并造就任何儿子或朋友成为政治家。因为比起让儿子或朋友成为政治家,他们绝不可能为城邦留下任何其他更大的善物。因此,如果他们知晓政治事务,他们本会教导其儿子与朋友;但他们并不教导;所以他们是无知的。
"Οὐ μὴν μικρόν γε ἔοικεν ἡ ἐμπειρία συμβάλλεσθαι." Τὸ μὲν κυριώτατον τοῦ κυβερνᾶσθαι καλῶς πάντα τὰ τῆς πόλεως παρὰ τῶν προϊσταμένων τὸ ἔχειν ἐστὶ τὴν πολιτικὴν ἐπιστήμην. ὅμως ἡ ἐμπειρία μεγάλα συμβάλλεται, ὡς καὶ ἐπὶ ἰατρικῆς καὶ τῶν ἄλλων, ὧν τὸ τέλος οὐκ ἔστι γνῶσις ψιλή, ἀλλὰ τὸ ἔργον αὐτῶν ἀποτελεῖται διὰ λόγου καὶ πράξεως. εἰπὼν δὲ μεγάλα συμβάλλεσθαι τὴν ἐμπειρίαν, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν οὐ γὰρ ἐγίνοντο ἂν διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον.2 ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· εἰ μὴ συνεβάλλετο πρὸς τὰς πολιτικὰς πράξεις ἡ ἐμπειρία, οὐκ ἂν ἐγίνοντο διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον πολιτικοί. οἱ γὰρ τὸν λόγον καὶ τὴν πεῖραν ἔχοντες τῶν πολιτικῶν μᾶλλόν εἰσι πολιτικοὶ τῶν μόνον τὸν λόγον ἐχόντων. ἀλλὰ καὶ οἱ πλείω χρόνον διατρίψαντες ἀλόγως ἐν τοῖς πολιτικοῖς καὶ πλείω πεῖραν σχόντες τῶν πραγμάτων πολιτικώτεροί εἰσι τῶν ἄλλων τῶν ἥττονα χρόνον πολιτευσαμένων καὶ ἥττονα πεῖραν συλλεξαμένων. ὥστε δεῖ καὶ ἐμπειρίας τῷ ἐφιεμένῳ πολιτικῷ γενέσθαι. οὐδαμῶς ἄρα πολιτικόν ἐστι τὸ τῶν σοφιστῶν γένος μήτε ἔμπειρον ὂν τὰ πολιτικὰ μήτε εἰδός, τίς ἐστιν ἡ πολιτικὴ ἐπιστήμη. τῶν δὲ σοφιστῶν οἱ ἐπαγγελλόμενοι λίαν φαίνονται πόρρω εἶναι τοῦ διδάξαι. οἱ μὲν οὖν πολιτευόμενοι δύνανται μετρίως διδάσκειν τὰ ἀπὸ τῆς πείρας αὐτοῖς εὑρημένα, οἱ δὲ σοφισταὶ καὶ ταύτης στερούμενοι πόρρω λίαν εἰσὶ τοῦ διδάσκειν, οἷος ὁ Πρόδικος, ὁ Ἱππίας, ὁ Γοργίας καὶ οἱ λοιποὶ πάντες οἱ τῆς νεολαίας λυμαντῆρες. ὅτι δὲ ἀγνοοῦσιν οἱ σοφισταί, τίς ἐστιν ἡ πολιτική, δῆλον ἐκ τοῦ λέγειν ὅτι ἡ πολιτικὴ καὶ ἡ ῥητορικὴ ταὐτόν ἐστιν ἢ ἡ ἀριθμητικὴ καὶ ἡ μαθηματική. οὔτε οὖν, εἰ ἐγίνωσκον τίς ἐστιν ἡ πολιτική, τὴν αὐτὴν τῇ ῥητορικῇ ἔλεγον αὐτήν, οὔτε πλημμελῶς ἀπεφαίνοντο ῥᾳδίαν εἶναι τὴν νομοθεσίαν. τίνα γάρ, φασί, δυσχέρειαν ἔχει τὸ νόμους τιθέναι; ῥᾷον γάρ ἐστιν, ὁ ἐκείνων φησὶ λόγος, συναγαγεῖν τοὺς εὐδοκιμοῦντας τῶν νόμων καὶ ἐξ αὐτῶν ἐκλέξασθαι τοὺς ἀρίστους. ἀλλ’, ὦ σοφιστά, τὸ ἐκλέξασθαι τίς ἐστιν ὁ ἄριστος καὶ τίς ὁ ἐφεξῆς καὶ τίς ὁ ἐχόμενος πολλῆς δεῖται συνέσεως καὶ τῆς ὄντως πολιτικῆς ἐπιστήμης, ὥσπερ καὶ μουσικῆς διακρῖναι τὰ σύντονα τῶν μελῶν τῶν μὴ τοιούτων· καὶ οὐ μόνον ἐπὶ μουσικῆς ἀλλὰ καὶ καθόλου ἐν ἅπασιν οἱ ἔμπειροι· λέγει δὲ νῦν ἐμπείρους καταχρώμενος τοὺς περὶ ἕκαστα ἐπιστήμονας καὶ τεχνίτας.3 ἐν ἅπασιν οὖν οἱ ἔμπειροι κρίνουσιν ὀρθῶς τὰ ἔργα, καὶ δι’ ὧν ἢ πῶς ἐπιτελεῖται. ὁ γὰρ ὢν ἰατρὸς οἶδε τί ἐστιν ὑγεία καὶ δι’ ὧν φαρμάκων καὶ δι’ οἵας διαίτης ἐπιγίνεται καὶ τὸν τρόπον τῆς χρήσεως, ἀλλ’ οὐχ ὁ τυχών. ὁμοίως καὶ ὁ γραφικὸς γινώσκει τίς ἐστιν ἀρίστη εἰκὼν καὶ τίς ἡμάρτηται καὶ κατὰ ποῖον μέρος, τοῖς δ’ ἀπείροις καὶ ἀτέχνοις ποιῆσαι μὲν ἢ πρᾶξαι τὸ ἔργον ἀδύνατον, ἀγαπητὸν δ’ αὐτοῖς ἐστι γνῶναι, εἰ καλῶς ἢ μὴ καλῶς εἴργασται. οὕτω καὶ οἱ μὴ ὄντες πολιτικοὶ θέσθαι νόμους οὐκ ἂν δυνηθεῖεν, ἴσως δὲ κρῖναι, ὅτι ὅδε καλῶς ἔχει, συμβήσεται αὐτοῖς.
「然而,经验似乎起到了不小的助益。」 城邦的主政者要将城邦的所有事务治理得当,最首要的事情便是拥有政治科学。然而,经验亦起着巨大的助益,正如在医术以及其他那些目的并非单纯的知识、其功业乃是通过言理与行动而得以完满的技术中一样。而在指出经验起着巨大助益之后,[亚里士多德]接着指明了其原因,说道:「因为否则的话,他们就不会通过政治习性而变得更为政治化了。」所说的意思乃是如此:如果经验对政治践行不起助益,他们就不会通过政治习性而变得更具备政治家的品格。因为对于政治事务既拥有言理又拥有经验的人,比起仅拥有言理的人是更为充分的政治家。不仅如此,即使是在政治事务中无理性地度过较多时间、对实际事物获得较多经验的人,也比那些参与政事时间较短、积累经验较少的其他人更具备政治家的品格。因此,对于渴望成为政治家的人而言,经验亦是必需的。因此,智者之流绝非政治性的,他们既不通晓政治事务的经验,亦不知晓政治科学为何物。而在智者之中那些公言执教的人,则显得离教授相去甚远。参与政事的人尚能适度地教授他们从经验中发现的事物,但智者们甚至连经验也缺乏,因而离教授相去极远——诸如普罗狄科、希庇亚、高尔吉亚,以及其余所有败坏青年的人。至于智者们不知晓政治术为何物,从他们声称政治术与修辞术是同一回事,或者算术与整体数学是同一回事这一论调中即可明白。因此,他们若知晓政治术为何物,就不会说它与修辞术相同,亦不会轻率地断言立法乃是轻而易举之事。因为他们说:「制定法律有什么困难呢?」因为正如他们的论调所说,汇集声誉卓著的法律并从中选拔出最优秀者是更为容易的。然而,智者啊,选拔出哪一部是最优秀的、哪一部是次优的、哪一部是紧随其后的,这需要极大的敏悟与真正的政治科学,正如分辨曲调中紧凑者与非此类者〔需要〕音乐术一样;而且不仅在音乐中,普遍而言在所有领域中都是经验丰富者在做这种判断。他如今是在宽泛借用的意义上把各个领域的科学知晓者与技术家称为「经验丰富者」。因此,在一切领域中,经验丰富者都能正确地评判其制品,以及通过何种途径或如何成全它们。因为身为医生者知晓何为健康,以及健康是通过何种药物和何种饮食产生,并知晓其使用方式,而偶遇之人则不然。同样,画师亦知晓何为最优秀的画像,何者有缺陷以及在何处有缺陷;但对于缺乏经验与技术的人而言,制作或完成这一功业是绝无可能的,他们能辨别制作得是好是不好,就已足可欣慰了。同样,非政治家的人虽不可能制定法律,但评判某一部法律处于良好状态,或许是他们能够办到的。
- 9.76οὐδὲν γὰρ ἄλλο μεῖζον ἂν ἀγαθὸν καταλελοίπασι ταῖς πόλεσι τῶν υἱῶν ἢ τῶν φίλων πολιτικῶν γεγονότων
完成时直陈式 καταλελοίπασι 与 ἄν 连用,表达与过去事实相反的虚拟或潜在结果。带有分词的属格短语 τῶν υἱῶν ἢ τῶν φίλων πολιτικῶν γεγονότων(「儿子或朋友成为政治家这一事实」)充当比较级 μεῖζον 的比较属格。
- 9.77οὐ γὰρ ἐγίνοντο ἂν διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον
引用亚里士多德原文(1181a11)的与事实相反的归结分句(未完成过去时加 ἄν),意为「否则他们就不会通过政治习性而变得更为[政治化]了」。句中隐含了条件从句「若经验不起助益(εἰ μὴ συνεβάλλετο)」,以此作为前文「经验起着巨大助益」这一命题的论据。
- 9.77λέγει δὲ νῦν ἐμπείρους καταχρώμενος τοὺς περὶ ἕκαστα ἐπιστήμονας καὶ τεχνίτας
分词 καταχρώμενος 表述语词的转用或宽泛使用(借用)。动词 λέγει 支配由宾语 τοὺς περὶ ἕκαστα ἐπιστήμονας καὶ τεχνίτας 与宾补 ἐμπείρους 构成的双重宾格结构,意为「他如今借用『经验丰富者』这一称谓,指称各个领域的科学知晓者与技术家」。
