- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:619.9-620.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯注解了亚里士多德由《尼各马可伦理学》过渡至《政治学》的结语,阐明其通过考察前人政制理论以完满人事与实践哲学的意图,并在最后记述了对第十卷讲义的结语与祈祷。
" Παραλιπόντων οὖν ἀνερεύνητον τῶν προτέρων περὶ νομοθεσίας." Ἐπεί, φησίν, οἱ πρὸ ἡμῶν παραλελοίπασιν εἰπεῖν περὶ νόμων καὶ πολιτειῶν, τῶν ἀρίστων δηλαδή, αὐτοὺς ἡμᾶς δεῖ περὶ τούτων ἐπισκέψασθαι. καὶ οὐ λέγει ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ νόμους ἐξέθετο καὶ πολιτείας ἐκδέδωκε (πολλοὶ γάρ, οὓς ἱστορεῖ ἐν ταῖς Πολιτείαις, καὶ νομοθέται γεγόνασι καὶ πολιτείας ἔγραψαν, ἀλλὰ καὶ Πλάτων αὐτός), ἀλλ’ ὃ λέγει ἐστὶν ὅτι, ἐπεὶ μηδεὶς τῶν πρὸ ἡμῶν ἠκριβώσατο ταῦτα, ἀλλὰ πάντες τῆς ἀληθοῦς πολιτείας καὶ ἀρίστης τὴν φύσιν ἠγνόησαν, πειραθῶμεν αὐτοὶ εἰπεῖν τὸ βέλτιον. τὸ δὲ ἴσως πρόσκειται1 διὰ τὸ μήπω δεῖξαι πολλῶν ἁμαρτημάτων γεμούσας τὰς ἐκδεδομένας πολιτείας καὶ νομοθεσίας ὑπό τε Πλάτωνος καὶ τῶν ἄλλων. δείξει δὲ τοῦτο ἐν ταῖς ἑαυτοῦ Πολιτείαις. καὶ ὅλως, φησί, πειρατέον εἰπεῖν τί ἐστιν ἡ πολιτεία καὶ πότερον πολλαχῶς ἢ μοναχῶς ἡ πολιτεία λέγεται, ὅπως ὅσον ἐπὶ τῇ ἐμῇ δυνάμει, φησί, τελειωθῇ ἡ ἀνθρωπίνη καὶ πρακτικὴ φιλοσοφία. τὸ γὰρ εἰς τοὺς πρὸ ἐμοῦ ἧκον ἀτελές ἐστι.
「因此,既然前人留下了关于立法的未经考察的课题。」 他说,既然我们之前的先辈留下了关于法律和政制——也就是关于最优秀的法律与政制——未曾论说,我们就必须亲自来考察这些事。而且他并不是说,在他之前没有人制定过法律或颁布过政制(因为正如他在《政治学》中所记叙的那样,许多人都做过立法者并著述过政制,甚至柏拉图本人也是如此);相反,他所说的是:既然我们之前的先辈没有人精密地论述过这些,所有人都不知道真正的、最优秀的政制的本性,那么就让我们亲自尝试说出更好的东西。「或许」这个词被加在这里,是因为他尚未指明柏拉图及其他人所颁布的政制与立法充满着诸多错误。而他将在自己的《政治学》中表明这一点。他说,总的来说,必须尝试说明政制是什么,以及「政制」是在多种意义上被述说还是在单一意义上被述说,他说,以便「尽我所能,使有关人事的实践哲学得以完满」。因为涉及我之前的人的部分还是不完满的。
"Πρῶτον μὲν οὖν εἴ τι κατὰ μέρος εἴρηται καλῶς ὑπὸ τῶν προγενεστέρων, πειραθῶμεν ἐπελθεῖν." Ὁρᾷς ὅπως τῇ παρούσῃ πραγματείᾳ περὶ ἀρετῶν συνεχής ἐστιν ἡ περὶ τῶν πολιτειῶν· ἃ γὰρ ἐκείνη ἱστορεῖ καὶ διδάσκει, νυνὶ προδιαγράφει, καὶ τὸ τέλος τῆς παρούσης πραγματείας ἀρχὴν ἐκείνης ποιεῖται. τοῦτο δὴ θεασάμενοι, ὀψόμεθα καὶ τὸ τοῦ ἀνδρὸς φιλόσοφον. οὐ γὰρ εἶπε πρῶτον μέν, εἴ τι φαύλως καὶ μὴ καλῶς εἴρηται εὐθύνας δοτέον, ἀλλ’ εἴ τι καλῶς εἴρηται ἐγκολπιστέον. δεικνὺς ὅτι τοὺς ἐλέγχους ἐπιφέρει τοῖς κακῶς εἰρημένοις οὐ δι’ ἀπέχθειαν ἢ φιλαυτίαν ἀλλὰ τὴν τῆς ἀληθείας σωτηρίαν, δεῖ, φησί, συναγαγεῖν τὰ τῶν προγενεστέρων καὶ συναγαγόντας τὰς ὑπ’ ἐκείνων ἐκδοθείσας πολιτείας ἰδεῖν τὰ ποῖα φθείρει καὶ σώζει ἑκάστην αὐτῶν. δείξει γὰρ εὐθὺς τὰς τοῦ Πλάτωνος ἐπισκεπτόμενος πολιτείας, ὅτι τινὰ ἃ λέγει γίνεσθαι ἐπὶ τῷ σώζεσθαι πόλιν ἀναιρετικὰ μᾶλλόν εἰσι πολιτείας, οὐ σωτήρια. εἶτα φησί· μετὰ τοῦτο θεωρητέον, τίνες τῶν νῦν πολιτειῶν καλῶς πολιτεύονται καὶ ποῖαι φαύλως. ταῦτα εἰπὼν ἐπιφέρει· καὶ τί τὸ ὄφελος ἐκ τῆς τοιαύτης θεωρίας, ὅτι τὸ μαθεῖν τίς ἡ ἀρίστη πολιτεία, καὶ πῶς ἑκάστη ταχθεῖσα, 〈οἷον πῶς ἡ δημοκρατία ταχθεῖσα〉, καὶ τίσι νόμοις καὶ ἔθεσι χρωμένη ἀρίστη ἔσται. ὡς γὰρ δείξει ἐν ταῖς Πολιτείαις, πλείω εἴδη δημοκρατιῶν εἰσι καὶ τούτων τὰ μὲν βελτίω, τὰ δὲ χείρονα· ποίοις οὖν χρωμένη ἀρίστη ἔσται καὶ ἀκατάλυτος. ὁμοίως καὶ βασιλεία πῶς ἔχουσα διαμενεῖ ἐς ἀεί· ὁμοίως καὶ ἀριστοκρατεία καὶ τιμοκρατεία. Ὧδε μὲν τέλος ἔχουσι καὶ αἱ εἰς τὸ Κάππα σχολαί· ταῦτα κατὰ τὴν ἐμὴν δύναμιν· εἰ δέ τις ἔχει κρείττονα καὶ καλλίονα λέγειν, κατασπάζομαι. καὶ εἴη ἄν, ὦ δέσποτα καὶ δημιουργέ, ὁ σταυρωθεὶς δι’ ἄφατον φιλανθρωπίαν ὑπὲρ ἡμῶν καὶ φίλων ὁ πανάριστος καὶ διδασκάλων οὗτος ὁ σεπτότατος ἐμοί·2 καὶ τὰ μὲν ἐμὰ ἔστωσαν Ἡφαίστῳ τροφή, τὰ δ’ ἐκείνου ἐς ἀεὶ ψυχαῖς φιλοκάλοις καὶ θεοειδεστάτοις.
「那么首先,如果先辈在局部有任何说得优良之处,让我们尝试加以研讨。」 你看到关于政制的探究与当前关于德性的论著是何等连贯:因为后者所记叙与教导的内容,他现在已预先勾勒,并将当前论著的终点作为那一论著的开端。看到这一点,我们也将见识到此人的哲学精神。因为他并没有说,首先,如果有什么说得拙劣而不优良的,就必须加以问责;而是说,如果有什么说得优良的,就必须加以采纳。这表明他对说得糟糕之物的反驳并非出于敌意或自恋,而是为了保全真理;他说,必须搜集先辈的成果,并且在搜集了他们所颁布的政制之后,审视究竟是何等事物毁坏与保全它们之中的每一种。因为他在考察柏拉图的政制时紧接着就会表明,柏拉图所说为了城邦保全而产生的某些事物,对于政制而言更具破坏性而非保全性。接着他说:在此之后必须考察,在当下的政制中有哪些治理得优良,又有哪些拙劣。说完这些,他接着说道:从这种考察中所获得的益处是什么,那就是知晓什么是最佳的政制,以及每一种政制如何被安排——例如民主制如何被安排——并且采用何种法律与习俗方能成为最佳。正如他在《政治学》中所表明的那样,民主制有许多种,其中有些较好,有些较差;因此[知晓]采用何种形式它才能成为最佳且不可动摇。同样,君主制处于何种状态方能永久存续;贵族制与荣耀制亦复如是。至此,关于第十卷(卡帕)的讲义亦告终结;这些乃是尽我微薄之力;但若有人能讲出更好、更优美的东西,我欣然拜纳。主啊,造物主啊,愿那因难以言表的博爱而为我们钉上十字架的受难者,成为我最为优秀的挚友和最为可敬的恩师;愿我自己的文字化为赫淮斯托斯的薪柴,而属于祂的文字则永存于爱美且至为肖神的灵魂之中。
- 9.79τὸ δὲ ἴσως πρόσκειται
以弗所的米迦勒在此解释亚里士多德原文(1181b13「或许不如由我们自己来加以考察更好」)中副词 ἴσως 的语用功能。它并非表示简单的认识论不确定性,而是作为一种审慎的保留与铺垫,因为亚里士多德尚未在随后的《政治学》中正式揭示先辈理论中的诸多谬误。
- 9.80καὶ εἴη ἄν, ὦ δέσποτα καὶ δημιουργέ, ὁ σταυρωθεὶς δι’ ἄφατον φιλανθρωπίαν ὑπὲρ ἡμῶν καὶ φίλων ὁ πανάριστος καὶ διδασκάλων οὗτος ὁ σεπτότατος ἐμοί
句首带 ἄν 的希求法(εἴη ἄν)表达虔敬的愿望。紧接在呼格 ὦ δέσποτα καὶ δημιουργέ(「主啊,造物主啊」)之后,句子的实际主语是实体化的分词短语 ὁ σταυρωθεὶς... ὑπὲρ ἡμῶν(「为我们钉上十字架者」),表语部分则由带部分属格的 φίλων ὁ πανάριστος(「挚友中之至善者」)和 διδασκάλων οὗτος ὁ σεπτότατος ἐμοί(「对我而言诸师中最可敬者」)并列构成。
