← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§615.8-616.27

培育优良公民的立法术与对智者的批判

欧斯特拉提乌斯注解了1180b23–1180b28,阐明培养优秀公民需要知晓普遍法律的立法术,并解释了在考察如何成为立法家时,亚里士多德对既无真正政治知识又缺乏实际践行的智者们所作的讽刺与批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.74

" Τάχα δ’ ἂν καὶ τῷ βουλομένῳ βελτίους δι’ ἐπιμελείας ποιεῖν εἴτε πολλοὺς εἴτε ὀλίγους." Ὥσπερ γὰρ ὁ γραμματικὸς τὴν τέχνην καὶ ὁ πύκτης καὶ ὁ ἰατρὸς δύναται πολλοὺς καὶ ὀλίγους, ὁ μὲν γραμματικοὺς ἀποτελεῖν, ὁ δὲ πύκτας, ὁ δὲ ὑγιεῖς, οὕτω καὶ ἀγαθοὺς πολίτας καὶ πολλοὺς καὶ ὀλίγους ποιεῖν ἰσχύει ὁ τὸ καθόλου, ἤτοι τοὺς νόμους, εἰδὼς τοὺς ὀρθῶς κειμένους, ὥστε τῷ βουλομένῳ ἀγαθοὺς πολίτας ἀποτελεῖν πειρατέον νομοθετικῷ γενέσθαι.1 λέγει δὲ νομοθετικὸν τὸν δυνάμενον τιθέναι νόμους ὀρθοὺς καὶ ἀπταίστους. ὅτι δὲ ὁ τοῦτο ποιεῖν δυνάμενος δύναται καὶ τῶν κειμένων νόμων διακρίνειν τοὺς ἀρίστους καὶ μὴ τοιούτους, οὐκ ἄδηλον. οὐ γάρ ἐστι τοῦ τυχόντος διαθεῖναι, ἤτοι κρῖναι, εἰ καλῶς ἢ μὴ καλῶς οὗτος ὁ νόμος ἔχει, ἀλλὰ τοῦ εἰδότος. λέγει δὲ εἰδότα τὸν πολιτικὸν σοφὸν καὶ τὴν ἀνθρωπίνην σοφίαν σοφόν. τοιοῦτος δ’ ἐστίν, ὡς ἐν ταῖς Πολιτείαις ἐρεῖ, ὁ εἰδὼς πόσα εἴδη πολιτειῶν, καὶ τί τὸ διημαρτημένον καὶ τίς ἡ ἀρίστη πολιτεία καὶ τίνα τὰ σώζοντα ἑκάστην καὶ τίνα τὰ φθείροντα, καὶ ποία φθειρομένη εἰς ποίαν μεταβάλλει, οἷον ἡ τῆς δημοκρατίας φθορὰ πότερον εἰς τιμοκρατίαν μεταβαίνει ἢ εἰς ἀριστοκρατίαν. οὗτος οὖν ἐστιν ὁ πολιτικός· ὁ δ’ αὐτὸς καὶ νομοθετικός. μέρος γὰρ ἡ νομοθετικὴ τῆς πολιτικῆς. τὸ δὲ ὥσπερ ἐπὶ ἱππικῆς τοιοῦτόν ἐστιν· ὥσπερ ὁ ἔχων τὴν ἱππικὴν τέχνην δύναται καλοὺς κἀγαθοὺς τοὺς ἵππους ἀποτελεῖν, οὕτω καὶ ἀγαθοὺς ποιεῖν δύναται ὁ νομοθετικός.

「或许对于想要通过关照使许多人或少数人变得更好的人而言[亦是如此]。」 因为正如凭借技术成为文法家的人、拳击家和医生能够造就许多人或少数人——一人造就文法家,一人造就拳击家,另一人造就健康者——知晓普遍、即知晓正当制定的法律的人,同样有能力使许多公民或少数公民成为好公民,因此想要造就好公民的人必须尝试成为立法家。而他将能够制定正确无误之法律的人称为「立法家」。而能够做到这一点的人,同样能够从现行的法律中区分出最优秀者与非此类者,这是显而易见的。因为整理、即判断这一法律处于良好还是不良好状态,并非任何偶遇之人的职责,而是知晓者的职责。他以「知晓者」指称通晓政治的智慧者以及通晓人类智慧的智慧者。正如他将在《政治学》中所说的那样,这样的人就是知晓政体有多少种形式、何为变态政体、何为最优秀的政体、何物保全每一个政体、何物摧毁它们,以及何种政体在被摧毁时转变为哪一种政体的人,例如民主制之败坏是转变为荣誉制还是转变为贵族制。因此,此人正是政治家;而同一人亦是立法家。因为立法术是政治术的一部分。而「正如在骑术中」这一语则是如此意味:正如拥有骑术的人能够造就优良的马匹,立法家同样能够使[人]成为好人。

§9.75

"Ἆρ’ οὖν μετὰ τοῦτο ἐπισκεπτέον πόθεν ἢ πῶς νομοθετικὸς γένοιτ’ ἄν." Τὸ ἆρ’ οὖν ἀποφαντικόν ἐστι.2 λέγει δέ, ὅτι ἐπεὶ τοῦ νομοθετικοῦ ἐστι τὸ καλοὺς κἀγαθοὺς ἀποτελεῖν πολίτας, δεῖ ἰδεῖν τίσι διδασκάλοις χρηστέον εἰς τὸ νομοθετικοὺς γενέσθαι, καὶ πῶς, ἤτοι ἐκ ποίων ἐπιτηδευμάτων γενοίμεθα ἂν νομοθετικοί. καὶ τοῦτο ἐπήγαγεν εἰπών, ὅτι καθάπερ ἐπὶ τῶν ἄλλων, οὕτως ἕξει καὶ ἐπὶ τῆς νομοθετικῆς. ὡς γὰρ γραμματικοὶ καὶ ἰατροὶ καὶ μουσικοὶ γινόμεθα παρὰ τῶν εἰδότων, οὕτω καὶ νομοθετικοὶ ἐσοίμεθα ἂν παρὰ τῶν πολιτικῶν. ἢ οὐχ ὅμοιον φαίνεται ἐπὶ τῆς πολιτικῆς καὶ τῶν λοιπῶν ἐπιστημῶν καὶ δυνάμεων; δυνάμεις ἐκάλουν οἱ παλαιοὶ τὰς ἐπιχειρούσας τέχνας εἰς τἀναντία, οἷον ῥητορικὴν διαλεκτικήν, ἐπιστήμας δὲ τὰς μὴ τοιαύτας, οἷον ἀριθμητικὴν γεωμετρίαν φυσικήν. ὃ δὲ λέγει, οὐκ ἀρεσκόμενος λέγει. αὐτὸς γάρ ἐστιν ὁ λέγων ἐν ταῖς Πολιτείαις τοῦ πολιτικοῦ εἶναι τὸ νομοθετεῖν. ἀλλ’ ὃ λέγει ἐπισκώπτων τοὺς σοφιστὰς λέγει, τοὺς καλοῦντας ἑαυτοὺς πολιτικοὺς καὶ ἐπαγγελλομένους διδάσκειν τὰ πολιτικά, παντάπασι δ’ ἀγνοοῦντας τίς ἐστιν ἡ πολιτικὴ τέχνη. καὶ εἴη ἂν δυνάμει λέγων ‘κατὰ μὲν αὐτὴν τὴν ἀλήθειαν καὶ τὴν τῶν πραγμάτων φύσιν καὶ ἀκολουθίαν τὸ νομοθετεῖν οὐδενός ἐστι πλὴν τοῦ πολιτικοῦ, κατὰ δὲ τοὺς σοφιστὰς τοὺς ἑαυτοὺς ἀνακηρύττοντας πολιτικούς, μὴ ὄντας δέ, ἀλλὰ δημεραστὰς καὶ δημοκόλακας, οὐκ ἔστι τοῦ πολιτικοῦ τὸ νομοθετικοὺς ἀποτελεῖν.’ οἱ γὰρ μὴ ὄντες πολιτικοὶ οὐδὲ νομοθετικοί, οἱ δὲ μὴ ὄντες νομοθετικοὶ οὐδὲ νομοθετικοὺς ἀποτελεῖν δύνανται, ὥστε οἱ σοφισταὶ πολιτικοὶ μὴ ὄντες νομοθετικοὺς οὐκ ἂν ποιήσειάν ποτε. ὅτι δὲ οὐ πολιτικόν ἐστι τὸ σοφιστικὸν φῦλον, προβιβάζει καὶ συνίστησιν ἀπὸ τῶν ἐπιστημῶν καὶ δυνάμεων, λέγων ‘ὁ ἐν αὐταῖς εἰδὼς ἅμα τε διδάσκει ἣν οἶδε τέχνην καὶ ἐνεργεῖ κατ’ αὐτήν, οἷον ὁ ζωγράφος οὐ διδάσκει μόνον ἀλλὰ καὶ ζῷα γράφει· καὶ ὁ ῥήτωρ διδάσκει τε καὶ λόγους ῥητορικοὺς ἐκφέρει καὶ ὁ ἰατρὸς ἰατρούς τε ἀποτελεῖ καὶ ὑγιάζει, καὶ πᾶς ἁπλῶς ὁ εἰδώς τι διδάσκει τε ὃ οἶδε καὶ ἐνεργεῖ κατὰ τὴν τέχνην. τὰ δὲ πολιτικὰ ἐπαγγέλλονται μὲν διδάσκειν οἱ σοφισταί, πράττουσι δ’ οὐδαμῶς, ὥστε ἀγνοοῦσιν. εἰ γὰρ ᾔδεσαν, καὶ ἔπραττον. πράττουσι δὲ οἱ πολιτευόμενοι νῦν, οἷον Δημοσθένης, Αἰσχίνης, ἀλλ’ οὐδ’ οὗτοι εἰδότες, τίς ἐστιν ἡ πολιτική, ἀλλὰ δυνάμει τινί, ἤτοι ἐμπειρίᾳ καὶ ἀλόγῳ τριβῇ, καὶ οὐ διανοίᾳ καὶ τέχνῃ πολιτικῇ.

「那么在此之后,是否必须考察人从何处或者如何能够成为立法家?」 「那么是否」这一措辞是断定性的。他说的是,既然造就优良的公民属于立法家的职责,就必须看明应当通过何种教师来成为立法家,以及如何——即从何种操练出发——我们才能成为立法家。而他引入这一点时指出,正如在其他事情上一样,在立法术上也当如此。因为正如我们在知晓者门下成为文法家、医生和音乐家,我们同样会在政治家门下成为立法家。「抑或在政治术与其余的科学及诸能力上,情况显得并不相同?」古人将致力于相反两方的技术称为「诸能力」,如修辞术与辩证术,而将非此类者称为「科学」,如算术、几何学、自然学。然而他所说的这些话,并非出于自己赞同而说。因为他自己正是在《政治学》中主张立法属于政治家之职责的那个人。相反,他所说的是在嘲弄那些自称为政治家、宣称教授政治事务,却对政治技术是什么一无所知的智者们。他实质上当是在说:「按照真理本身以及事物的本性和必然推论,立法只属于政治家;但按照那些自封为政治家、实则不然,而只是民众迎合者与群众谄媚者的智者而言,造就立法家并不属于政治家的职责。」因为非政治家的人亦非立法家,而非立法家的人亦无法造就立法家,因此智者们既然不是政治家,就绝不可能培养成立法家。至于智者之流并非政治性的,他从诸门科学与诸能力中加以推演并确立,指出:「在这些科学与能力中,知晓者既教授自己所知晓的技术,同时亦依该技术付诸活动;例如画家不仅教授,而且绘制活物;演说家既教授,亦发表修辞演说;医生既造就医生,亦医治患者;简言之,凡知晓某事的人,既教授其所知者,亦依其技术付诸活动。但智者们虽宣称教授政治事务,却绝不加以践行;因此他们是无知的。因为他们若知晓,亦必会践行。而如今参与政事的人们,如德摩斯梯尼、埃斯基涅斯,虽在践行,但这些人亦不知晓政治术为何物,而是凭着某种能力,即凭着经验与无理性的熟练在践行,而非凭着思考与政治技术。」

语法注2 条
  1. 9.74πειρατέον νομοθετικῷ γενέσθαι

    配合非人称动词性形容词 πειρατέον 所支配的动作主体与格 τῷ βουλομένῳ,不定式 γενέσθαι 的表语补足语亦取与格 νομοθετικῷ,而非宾格。

  2. 9.75Τὸ ἆρ’ οὖν ἀποφαντικόν ἐστι

    疑问语气词 ἆρ’ οὖν 通常引导问句,但注解者在此指出其具有断定性(ἀποφαντικόν),即作为一种肯定性主张,表明确实应当进行这项考察。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:615.8-616.27