← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§614.3-615.7

普遍知识对个体的关照与经验的局限

欧斯特拉提奥斯考察了关于医生或体操教练最善于关照个别之人还是普遍之物的两种异文,阐明了普遍的科学知识何以能使人充分关照众多具体个体,而纯粹基于经验的关照则仅局限于单一对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.73

" Ἀλλ’ ἐπιμεληθείη μὲν τοῦ καθ’ ἕνα ἄριστα καὶ ἰατρὸς καὶ γυμναστής." Διττὴ φέρεται ἡ γραφή, ἡ μὲν ἔχουσα τοῦ καθ’ ἕνα, ἡ δὲ τοῦ καθ’ ὅλου. εἰπὼν δὲ ὅτι ἐξακριβοῖ μὲν ὁ τὸ καθόλου εἰδώς, λέγει ὅτι μάλιστα ἂν ἐπιμεληθείη ἂν ἑνὸς ἑκάστου ὁ τὸ καθόλου εἰδώς. ἀπὸ γὰρ τοῦ καθόλου δύναται μάλιστα γνωρίζειν, ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ καθ’ ἕκαστον. ὁ γὰρ εἰδὼς τί συμφέρει πάσῃ θερμῇ καὶ ξηρᾷ φύσει, οἶδε καὶ τί ταύτῃ τῇ μερικῇ, καὶ ὁ εἰδὼς τί πάσῃ παιδικῇ ἡλικίᾳ συμφέρει ἐπιτήδευμα ὡς ἐπὶ τὸ πολὺ οἶδε καὶ τί ἑκάστῳ παιδί. καὶ ὃ μὲν λέγοι ἂν διὰ τῆς ἐχούσης γραφῆς ἀλλ’ ἐπιμεληθείη ἂν τοῦ καθ’ ἕνα, τοῦτό ἐστιν. ἡ δὲ λέξις ἡ τὸ καθόλου εἰδὼς τὶ πᾶσιν ἐλλιπής ἐστι· λείπει γὰρ τὸ συμφέρει, καὶ δεῖ προσυπακούσαντας αὐτοῦ ποιῆσαι τὸ ὅλον τοιοῦτον ‘ὁ τὸ καθόλου εἰδὼς τί πᾶσι συμφέρει.’ ὅτι δὲ αἱ ἐπιστῆμαι τὰ κοινὰ διδάσκουσιν, ἴσμεν ἅπαντες οἱ ταύτας μετιόντες. ἡ γὰρ ἰατρικὴ οὐ διδάσκει τί συμφέρει Σωκράτει, ἀλλὰ τί πάσῃ κράσει ὁποία ἡ Σωκράτους, οἷον πάσῃ θερμῇ καὶ ξηρᾷ, καὶ τί παντὶ γέροντι, ἀλλ’ οὐ τί Παρμενίδῃ. ὁ μὲν οὖν τὸ καθόλου εἰδὼς ἐπιμεληθείη ἂν καὶ τοῦ καθ’ ἕνα. ἀλλὰ καὶ ἕνα τινὰ τοῦ καθόλου ἀγνοοῦντα οὐδὲν κωλύει ἐπιμεληθῆναί τινος ἑνὸς ἐκ πείρας εἰδώς,1 τίνα τε τὰ ὠφελοῦντα αὐτὸν καὶ τίνα τὰ βλάπτοντα. καὶ εἰσί τινες μᾶλλον ὠφελοῦντες αὐτοὺς τῶν ἰατρῶν ἐκ πείρας γινώσκοντες τὰ σώζοντα αὐτούς, ὥστε καὶ ὁ πατὴρ ὁ γινώσκων ἐκ πείρας τὸν υἱὸν ποῖα τῶν γυμνασίων ὠφελοῦσι,2 μᾶλλον ἂν γυμνάσειε τοῦ γυμναστοῦ. διοίσει δὲ ὁ τοιοῦτος τοῦ τὸ καθόλου εἰδότος, ὅτι ὁ τὸ καθόλου εἰδὼς πολλοὺς ἂν ἰάσαιτο καὶ πολλοὺς ἂν ἀμέμπτως γυμνάσειεν, οὗτος δὲ ἐκεῖνον μόνον ὃν ἐκ πείρας οἶδεν, ὅτι πρὸς τῶν τοιούτων ὠφελεῖται, βλάπτεται δὲ παρὰ τῶν τοιούτων. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῆς τῶν παίδων ἀγωγῆς ὁ τὸ καθόλου, ἤτοι τὸν νόμον, εἰδὼς ἐπιμεληθείη ἂν πολλῶν, ὁ δὲ λοιπὸς ἑνὸς ὃν οἶδε τίσι τε πειθήνιός ἐστι καὶ πρὸς τίνα ἀνεπαχθῶς ἄγεται καὶ τίσιν ἀπειθεῖ καὶ ἀπεχθῶς διάκειται καὶ διὰ τίνων λόγων καὶ πράξεων ἐπ’ αὐτὰ πέφυκε φέρεσθαι. πρὸς μὲν οὖν τὴν ἔχουσαν γραφὴν τοῦ καθ’ ἕνα ταῦτα, πρὸς δὲ τὴν τοῦ καθόλου λέγοι ἂν ‘ὁ εἰδὼς τὸ καθόλου περὶ παίδων ἢ ἀκμαζόντων ἢ καὶ πάντων τῶν πολιτῶν νόμον ἐπιμεληθείη ἂν καθόλου πάντων.’ ὥστε δεῖ τὸν βουλόμενον θεωρητὴν ἤτοι τεχνικὸν γενέσθαι ἐπὶ τὸ καθόλου βαδίζειν, ἤτοι τοὺς τὸ καθόλου διδάσκοντας λόγους, οἷον ὅτι παντὶ πυρέττοντι ἐπὶ σήψει τόδε τι συμφέρει. ἐπὶ τούτους τε οὖν τοὺς καθόλου λόγους βαδιστέον καὶ ἐπὶ τοὺς νόμους τῷ βουλομένῳ ἐπιμέλειαν ποιεῖσθαι τῆς ὅλης πόλεως. τὸ δὲ καὶ γνωριστέον ὡς ἐνδέχεται λέγοι ἂν ὅτι δεῖ οὕτως αὐτὰ γινώσκειν, ὡς οὐκ ἀεὶ κατὰ τὰ ὑπ’ αὐτῶν λεγόμενα χρὴ πράττειν, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ὅτι μηδὲ τὰ ὑποκείμενα ἀεὶ ὡσαύτως ἔχουσι.

「然而无论是医生还是体操教练,都能对个别之人做出最好的关照。」 流传着两种异文,一种作「个别之人的」,另一种作「普遍之物的」。他在指出知晓普遍者能使事物精确之后,又说知晓普遍者最能关照每一个体。因为正是从普遍出发,他才能大致最好地认识个别事物。因为知晓何物对所有燥热自然本性有益的人,亦知晓何物对这一具体本性有益;知晓何种练习对所有少年期有益的人,大致亦知晓何物对每个少年有益。而他通过作「然而能对个别之人做出关照」的异文所要表达的,正是此意。然而「知晓普遍者,对所有人何物」这一文句是有欠缺的;因为缺失了「有益」,必须补充之,使整句话成为:「知晓普遍者,知晓何物对所有人有益。」至于诸门科学所教授的是共通之物,凡从事这些科学的我们所有人都知晓。因为医术并不教授何物对苏格拉底有益,而是教授何物对像苏格拉底那样的一切体质——例如对所有燥热的体质——有益,以及何物对所有老人有益,而不是对巴门尼德有益。因此,知晓普遍者亦能关照个别之人。然而,并没有什么能妨碍一个不知晓普遍之人,凭借经验知晓何物有益于该人、何物有害于该人,从而关照某个特定的一人。甚至有些人比医生更能使自己获益,因为他们凭经验知晓保全自身之物;以至于凭经验知晓何种锻炼有益于儿子的父亲,也能比体操教练更好地锻炼儿子。但这样的人与知晓普遍者有所不同:因为知晓普遍者能够医治许多人,无可指摘地锻炼许多人,而此人则仅仅〔能医治或锻炼〕凭经验知晓其受此类事物之益、受此类事物之害的那一个人。因此,正如在这些事例中一样,在少年们的养育中,知晓普遍——即法律——的人能够关照许多人,而剩下的人[父亲]则〔能够关照〕其所知晓的那一人——知晓他对何事顺从,向何事能毫无怨尤地被引导,对何事抗拒且抱有敌意,以及通过何种言辞和行动他天生会倾向于这些事物。因此,对于作「个别之人的」异文而言,意思如上;而对于作「普遍之物的」异文,他所说的当是:「知晓关于少年或壮年人或全体公民的普遍法律的人,会对所有人做出普遍的关照。」因此,想要成为理论者、亦即技术专家的人,必须走向普遍,也就是走向教授普遍之理的理论,例如对所有因腐败而发热的人而言某事是有益的。因此,想要关照整个城邦的人,必须走向这些普遍理论以及法律。而所谓「亦须尽其所能加以认识」,所说的当是:必须这样来认识它们,即并不总是应当按照它们所言之事去行动,而是大致如此行动,因为底层的承受对象并非总是处于相同的状态。

语法注2 条
  1. 9.73ἀλλὰ καὶ ἕνα τινὰ τοῦ καθόλου ἀγνοοῦντα οὐδὲν κωλύει ἐπιμεληθῆναί τινος ἑνὸς ἐκ πείρας εἰδώς

    分词 εἰδώς(阳性单数主格)在此处于破格语法(语法错位),在严格句法上本应作与不定式 ἐπιμεληθῆναι 的主语宾格 ἕνα τινά 一致的宾格 εἰδότα。在理解上仍将其作为修饰 ἕνα τινά 的成分。

  2. 9.73ὁ πατὴρ ὁ γινώσκων ἐκ πείρας τὸν υἱὸν ποῖα τῶν γυμνασίων ὠφελοῦσι

    属于前提句式(prolepsis):逻辑上作为从属间接疑问从句 ποῖα τῶν γυμνασίων ὠφελοῦσι(何种锻炼有益于[他])之宾语的 τὸν υἱόν,被提前置于分词 γινώσκων 的直接宾语位置,意即「知晓关于儿子、何种锻炼有益于他」。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:614.3-615.7