- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:612.16-614.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯论证道,由于法律与普遍关照缺乏针对具体境况和个人天资的变通,因而需要由父亲进行个别教育(1180b7)。随后,他借用体操、语文和拳击的类比,阐明唯有个别关照才能使每个人达到其自然本性所允许的精确与完善(1180b11)。
" Ἔτι δὲ καὶ διαφέρουσιν αἱ καθ’ ἕκαστον παιδεῖαι τῶν κοινῶν." Καὶ διὰ τούτων τοὺς πατέρας προτρέπει μὴ ἀρκεῖσθαι ταῖς κοιναῖς ἐπιμελείαις ἀλλὰ καὶ αὐτοὺς συνεισφέρειν τὸ οἰκεῖον. καὶ εἴη ἂν τῶν λεγομένων ἡ δύναμις· δεῖ τοὺς πατέρας τὸ τοῦ νόμου ἔλλειμα ἀναπληροῦν· ὁ μὲν γὰρ νόμος τῶν καθόλου, αἱ δὲ πράξεις τῶν καθ’ ἕκαστα πολὺ τὸ ἄριστον ἐχόντων. ὡς γὰρ ἐπὶ τῆς ἰατρικῆς οὐκ ἀεὶ ἕπεται τοῖς καθόλου, ἀλλ’ ἔστιν ἐφ’ ὧν παρορᾷ καὶ ἄλλα μὲν λέγει ὁ καθόλου λόγος, ἄλλα δ’ ὁ ἰατρὸς ποιεῖ διά τινα περίπτωσιν, οὕτως οὐδὲ τὸ τοῦ νόμου δεῖ πρόσταγμα δι’ ὅλου γίνεσθαι. ὁ μὲν γὰρ νόμος λέγει, ‘ξένος εἰ ἀνέλθοι ἐπὶ τὸ τεῖχος, πολεμίων κύκλῳ τὴν πόλιν τηρούντων, θανάτῳ τελευτάτω.’ ἀλλ’ οὐδεὶς εὖ φρονῶν ἀνελεῖ τὸν ἀνελθόντα ξένον καὶ ἀριστεύσαντα. πάλιν ὁ νόμος φησί, δεῖν τὸν κλέψαντα τιμωρεῖν, ἀλλ’ οὐ τὸν τοῦτο ποιήσαντα διὰ μεγάλην ἀνάγκην καὶ ἐσχάτην ἀπορίαν καὶ μήτε δυνάμενον δουλεύειν μήτε πρός τινων ἐλεούμενον, οὐδεὶς ἂν κολάσειεν, εἰ μὴ μαίνεται.1 ἀλλὰ καὶ ὁ λόγος τῆς ἰατρικῆς καθόλου φησὶ παντὶ τῷ ἐπὶ σήψει πυρέττοντι ἡσυχίαν καὶ ἀσιτίαν συμφέρειν, ἀλλ’ ὅμως εὑρίσκεταί τις, ᾧ τὸ ἀσιτεῖν οὐ συμφέρει. τί οὖν θαυμαστὸν καὶ τὸν νόμον λέγειν, δεῖν πάντα παῖδα οὑτωσὶ ἀνάγειν καὶ παιδεύειν, εὑρεθῆναι δέ τινας μὴ φέροντας τὴν τοιαύτην ἀγωγὴν ἢ τὰς τοιαύτας στρατιωτικὰς συνασκήσεις, οἷαι αἱ τῶν Λακεδαιμονίων ἱστόρηνται, γυμνοὺς μαχαίραις κατακεντοῦντες ἀλλήλους;2 τούτους οὖν τίς ἂν ἐπιχειρήσειεν οὑτωσὶ τὰ πολεμικὰ ἐκπαιδεύειν; οὐδεὶς οἶμαι. ἀλλὰ τὸν κοινὸν νόμον καὶ τὴν κοινὴν ἐπιμέλειαν ἀφείς, ἐπὶ τὴν σύμμετρον καὶ κατάλληλον αὐτῶν τῇ φύσει βαδιεῖται. πρὸς ταύτην δὲ ἀφίξεται ὁ τὴν φύσιν αὐτοῦ ἐπιστάμενος. ἐπίσταται δὲ ὁ πατὴρ σπουδαῖος ὤν, τίνων μὲν ἀντέχεσθαι δύναται καὶ πρὸς ποῖα τῶν μαθημάτων εὐφυῶς ἔχει, πρὸς ποῖα δὲ ἀνεπιτήδειός ἐστι καὶ πόσον ἀνεπιτήδειος, οἷον εἰ τριάκοντα Ὁμηρικοὺς ἀποστοματίζειν δύναται καὶ μηδὲν πλέον, μὴ ἀναγκάζειν αὐτὸν ἐπέκεινα τῶν τριάκοντα ἀποδιδόναι. εἰ δὲ πεντήκοντα, μὴ πλέον τούτων. διαφέρουσιν οὖν αἱ καθ’ ἕκαστα παιδεῖαι τῶν κοινῶν. καὶ δεῖ μὴ μόνον τὸ καθόλου γινώσκειν, ὅτι συμφέρει παντὶ παιδὶ τόδε τι καὶ πάντα παῖδα διδακτέον τόδε τι, ἀλλὰ καὶ τὸ πρέπον ἑκάστου φύσει καὶ πρὸς τί ἐπιτήδειοί εἰσι, καὶ πρὸς ἐκεῖνο ἄγειν τὸν μὴ δυνάμενον κατὰ τὴν καθόλου τοῦ νόμου πρόσταξιν ἐκπαιδεύεσθαι. τοῦτο δὲ τίς ἂν τοῦ πατρὸς μᾶλλον δυνήσεται ποιεῖν; ὅτι δὲ οὐ πάντα ὑπὸ τὸ καθόλου τάττειν δεῖ, δηλοῦσιν οἱ πυκτικοί. οὐδὲ γὰρ ὁ πυκτικὸς πᾶσι τοῖς πυκτεύουσι τὴν αὐτὴν περιτίθησι μάχην, ἀλλὰ τῷ μὲν μείζονα καὶ χαλεπωτέραν καὶ ἐν πλείονι χρόνῳ, τῷ δὲ ἐλάττονα καὶ ἐν ἐλάττονι χρόνῳ.
「此外,个别的教育亦有别于公共的教育。」 通过这些话,他告诫父亲们不要满足于公共的关照,而是自己也要做出固有的贡献。所说之话的含意当是:父亲们必须弥补法律的欠缺;因为法律关乎普遍,而行动则关乎包含许多至善之处的个别事物。因为正如在医术中并不总是遵循普遍原则,而是在某些情况下会对其视而不见,普遍的理论说的是一套,但医生由于某种特殊偶发情况所做的又是另一套,同样,法律的命令亦不应当全面贯穿。因为法律规定:「敌军四面包围窥伺城邦之际,若外邦人登城,处死。」但任何心智健全的人都不会处决那个登城并建下殊勋的外邦人。法律又规定,必须惩处行窃之人,但对于出于极大困厄与极度窘迫而做出此事、既无力做工亦未得任何人怜恤之人,除非发疯,否则没有人会予以惩罚。此外,医术的理论普遍主张,对所有因腐败而发热的人而言静养与绝食皆有益,但仍旧能发现对于某些人绝食并无益处。那么,法律虽规定所有儿童皆须如此抚养和教育,却发现有些人无法承受此种教养,或无法承受如斯巴达人所载的那种赤身裸体用短剑互相刺戳的军事演习,这又有何可奇怪的呢?那么,谁会企图以这种方式对这些人进行军事训练呢?我想没有人会这么做。相反,人们会抛开公共法律与公共关照,走向与其自然本性相称且契合的教育。而能够达致此点的,乃是知晓其自然本性的人。优秀的父亲便知晓孩子能够坚持何事,对哪些学业天生适宜,对哪些不适宜以及不适宜的程度如何:例如,如果他能背诵三十行荷马史诗且无法更多,便不强迫他背出超过三十行;如果能背五十行,则不超过这些。因此,个别的教育有别于公共的教育。不仅需要知晓普遍之理——即某事对所有儿童皆有益、所有儿童皆须被教授某事,而且还要知晓适宜于每个人自然本性之事以及他们适合于什么,并把无法按照法律的普遍命令受教育的人引向该事。而这件事除了父亲,谁还能做得更好呢?至于不应当把所有事物都置于普遍之下,拳击教练们也阐明了这一点。因为拳击教练并不对所有练拳者施加相同的对抗,而是对一人施以更大、更艰难且时间更久的对抗,对另一人则施以较小且时间较短的对抗。
"Ἐξακριβοῦσθαι δὲ δόξειεν ἂν μάλιστα τὸ καθ’ ἕκαστον ἰδίας τῆς ἐπιμελείας γινομένης." Τὸ καθ’ ἕκαστον ἀντὶ τοῦ εἷς ἕκαστος εἴρηται.3 λέγει δὲ ὅτι ἀκριβέστερος ἂν γένοιτο, φέρε εἰπεῖν, πύκτης ὁ τυγχάνων ἰδίας ἐπιμελείας, ἤτοι ὁ τὰς συμμέτρους αὐτῷ μάχας καὶ τῇ οἰκείᾳ φύσει πρεπούσας μαχόμενος. καὶ γὰρ καὶ γυμναστὴς μᾶλλον ἂν ὑγιῆ φυλάξειεν ὃν συμμέτρως γυμνάζει τοῦ πολὺ πλέον ἢ ἔλαττον τὰ γυμνάσια προστάττοντος,4 καὶ γραμματικὸν μᾶλλον ἂν ἀκριβῆ ποιήσειεν ὁ προστάττων ἀποστοματίζειν ἃ δύναται τοῦ πλείονα κατὰ πολὺ ἢ ἥττονα προστάττοντος· καὶ ἀγαθὸν δὴ καὶ σπουδαῖον μᾶλλον ἂν ἀποτελέσειεν ὁ τὰς συμμέτρους κατ’ ἀρετὴν ἐνεργείας ἑκάστῳ ἐνεργεῖν ἐπιτάττων. ὁ δ’ ἁπλῶς πᾶσι τὰς αὐτὰς μάχας περιτιθεὶς ἢ τὰ αὐτὰ γυμνάσια γυμνάζων ἢ ἀπαγγέλλειν ἀναγκάζων οὐκ ἂν ποτε πάντας ἢ τοὺς πυκτεύοντας ἢ τοὺς γυμναζομένους ἢ μανθάνοντας ἀκριβεῖς περὶ τὴν πυκτικὴν ἢ τὴν γραμματικὴν ἀποτελέσειε. καὶ οὐ τοῦτο λέγει Ἀριστοτέλης, οἷον ἔστω ἐπὶ τῶν γραμματικῶν ὅτι καὶ οἱ εὐφυεῖς καὶ οἱ ἀφυεῖς τὰ σύμμετρα ταῖς οἰκείαις φύσεσι μανθάνοντες ἐπίσης ἀκριβεῖς γενήσονται γραμματικοὶ καὶ ἐν ἴσῳ χρόνῳ. δῆλον γὰρ ὅτι οἱ εὐφυέστεροι καὶ θᾶττον ἂν φθάσωσιν εἰς τὴν ἀκρίβειαν καὶ ἀκριβέστεροι γενήσονται. ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστιν· ὁ ἀφυὴς δεόντως ἐπιμελόμενος ἔλθοι ἂν εἰς τὴν ἀκρίβειαν καὶ τὴν τελειότητα ὅσης ἐστὶν ἡ φύσις αὐτοῦ χωρητική, εἰ δὲ μὴ τύχοι τῆς προσηκούσης ἐπιμελείας, οὐκ ἂν τύχῃ τῆς τοιαύτης ἀκριβείας ἢ τελειότητος. δεῖ ἄρα τὴν ἑκάστου φύσιν γινώσκειν καὶ ἐπάγειν τὸ οἰκεῖον αὐτῇ.
「而当个别关照发生时,个别事物似乎能够最精确地得以造就。」 「个别事物」是用来代替「每个人」说的。他的意思是:举例而言,获得个别关照的拳击手会变得更精确,也就是进行与其相称且适宜其固有自然本性之对抗的人。因为体操教练比起命令进行过多或过少锻炼的人,通过适度锻炼更能使人保持健康;命令背诵力所能及之物的人比起命令背诵过多或过少的人,更能使人成为精确的学者;而规定每个人践行相称的合乎德性的活动的人,亦更能造就出善良而优秀的人。但如果一味对所有人施加相同的对抗、以相同的体操进行锻炼或强迫背诵相同的内容,则绝不可能使所有练拳者、锻炼者或学习者在拳击或语文方面皆达到精确。亚里士多德所言并不是说——且以语文学习者为例——天资聪颖者与愚钝者通过学习与其固有自然本性相称的内容,就会在相同的时间内成为同样精确的语文者。因为显然天资较高者会更快达到精确,并且会变得更为精确。但他所说的是这样一回事:缺乏天赋的人若得到恰当的关照,便能达到其自然本性所能容纳的精确与完善;但若未得到适宜的关照,他便无法达到此种精确或完善。因此,必须知晓每个人的自然本性,并施加适合于它的东西。
- 9.71ἀλλ’ οὐ τὸν τοῦτο ποιήσαντα διὰ μεγάλην ἀνάγκην καὶ ἐσχάτην ἀπορίαν καὶ μήτε δυνάμενον δουλεύειν μήτε πρός τινων ἐλεούμενον, οὐδεὶς ἂν κολάσειεν, εἰ μὴ μαίνεται
宾格分词短语 τὸν τοῦτο ποιήσαντα ... μήτε πρός τινων ἐλεούμενον 作为主动词 κολάσειεν 的宾语被置于句首,与开头的否定词 οὐ 相应。随后出现的 οὐδεὶς ἂν κολάσειεν 再次给出否定主语和动词,形成了加强语气的整体否定结构,意即「除非发疯,否则绝没有任何人会惩罚出于如此困境而行此举之人」。
- 9.71οἷαι αἱ τῶν Λακεδαιμονίων ἱστόρηνται, γυμνοὺς μαχαίραις κατακεντοῦντες ἀλλήλους
在关系从句 οἷαι αἱ τῶν Λακεδαιμονίων ἱστόρηνται 之后,主格阳性复数分词 κατακεντοῦντες 在句法上并未与关系从句的阴性复数主语 αἱ [συνασκήσεις] 一致,而是依照语义(constructio ad sensum)与属格表示的施动者「斯巴达人」(Λακεδαιμόνιοι)相一致。
- 9.72Τὸ καθ’ ἕκαστον ἀντὶ τοῦ εἷς ἕκαστος εἴρηται
注释者明确指出,亚里士多德引文中的中性单数短语 τὸ καθ’ ἕκαστον(「个别事物」)在此处是作为阳性单数 εἷς ἕκαστος(「每个人」)的代用表述来使用的。
- 9.72τοῦ πολὺ πλέον ἢ ἔλαττον τὰ γυμνάσια προστάττοντος
属格分词短语 τοῦ ... προστάττοντος 作为比较属格,依附于前面的比较级 μᾶλλον ἂν ὑγιῆ φυλάξειεν,构成「比起命令进行过多或过少锻炼的教练,[适度锻炼者更能让人保持健康]」的对比关系。
