- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:610.32-612.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《尼各马可伦理学》第十卷第九章(1180a32),论述为了进行私人的德性培育需要具备立法学的知识,解释成文法与不成文习俗的等价性,并探讨家庭中父亲言论的权威及其根据。
" Μάλιστα δ’ ἂν τοῦτο δύνασθαι δόξειεν ἐκ τῶν εἰρημένων νομοθετικὸς γενόμενος.1" Νομοθετικὸν λέγει τὸν ἔχοντα νοῦν ἐκ λόγων καὶ πείρας, προβλεπτικὸν τῶν καλῶν καὶ δικαίων καὶ συμφερόντων τῇ τε πόλει πάσῃ καὶ χωρὶς ἑκάστῳ. ὃ δὲ λέγει ἐστίν, ἐκ τῶν εἰρημένων καὶ ἐξ ὧν εἴπομεν δῆλον γέγονε τοῖς νοεῖν δυναμένοις τὰ ῥηθέντα, ὅτι ἐκεῖνος δύναται τοῖς ἰδίοις παισὶ συμβάλλεσθαι, ὅστις ἐστὶ νομοθετικός. ἢ εἴη ἂν λέγων, ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν, ὅτι ὃς ἐστι νομοθετικὸς δύναται γινώσκειν ποδαποὺς μὲν νόμους δεῖ θέσθαι περὶ τῆς κοινῆς τῶν παίδων ἐπιμελείας καὶ παιδεύσεως καὶ ποίους περὶ τῶν εἰς ἄνδρας φθασάντων ἐπιτηδευμάτων καὶ ποίους ἐν ἅπαντι τῷ βίῳ καὶ τίνας πρὸς τὸ συμφέρον ἰδίως ἑκάστῳ καὶ τίνας πρὸς τὸ ὠφέλιμον πάντων τῶν πολιτῶν, ἀνδρῶν καὶ γυναικῶν. ὅτι δὲ ἄλλοι μὲν ἁρμόζουσι τῇ δημοκρατουμένῃ πόλει καὶ ἕτεροι τῇ ἀριστοκρατουμένῃ καὶ ἄλλοι τῇ τιμοκρατουμένῃ καὶ ἄλλοι τῇ βασιλευομένῃ, καὶ τίνες ἕκαστοι τούτων εἰσίν, ἐρεῖ ἐν ταῖς Πολιτείαις. ὅτι δὲ καὶ ἐκ μὲν τῶν ἐπιεικῶν νόμων ἀγαθοὶ γίνονται οἱ κατ’ αὐτοὺς ζῶντες, ἐκ δὲ τῶν φαύλων φαῦλοι, καὶ τοῦτο δῆλον. τὸ δὲ διακρίνειν δύνασθαι, τίνες τῶν νόμων ἐπιεικεῖς καὶ τίνες φαῦλοι, τοῦ νομοθετικοῦ ἐστιν, ὡς καὶ ἰατροῦ τὸ χωρίζειν τὰ νοσώδη ἀπὸ τῶν ὑγιεινῶν. ταῦτα εἰπὼν λέγει δυνάμει, πρὸς μὲν τὸ ἀγαθοὺς ἢ φαύλους γενέσθαι τοὺς πολίτας μεγάλα συντελοῦσιν οἱ νόμοι· τὸ δὲ γεγράφθαι ἢ ἀγράφους ὑπάρχειν, οὐδέν τι συμβάλλεται. αἱ γὰρ πράξεις δύνανται πρὸς καλοκαγαθίαν ἢ κακίαν, ἀλλ’ οὐ τὸ γεγράφθαι ἢ μὴ γεγράφθαι τὰ ποιητέα ἢ μὴ ποιητέα. ἄγραφοι δ’ ἂν εἶεν νόμοι τὰ κοινὰ ἔθη. οὐδὲ δὴ δι’ ὧν εἷς ἢ πολλοὶ παιδευθήσονται. πρὸς μὲν τὸ σπουδαίους γενέσθαι τοὺς πολίτας μέγα τι συμβάλλεται ἡ τῶν νόμων ἐπιείκεια καὶ ὀρθότης, καὶ τοῦτο δεῖ σκοπεῖν τὸ ἀναμαρτήτους τυγχάνειν. τὸ δὲ σκοπεῖσθαι, φησί, πότερον ὁ δυνάμενος νόμος ἕνα ποιῆσαι ἀγαθὸν δύναται καὶ πολλοὺς τοιούτους ἀποτελέσαι, καὶ πότερον ὁ πολλοῖς ὠφέλιμος καὶ ἑνὶ τοιοῦτός ἐστι. τοῦτο οὐδὲν διαφέρει. ὀρθὸς γὰρ ὢν καὶ πάντῃ ἄπταιστος ταὐτὸν ποιήσει ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις καὶ τοῖς τεχνίταις καὶ ἐπιστήμοσιν. ὡς γὰρ ἐκείνων ὁ δυνάμενος ἕνα διδάξαι καὶ ἀπαρτίσαι μουσικὸν ἢ ἰατρὸν δύναται καὶ πολλούς, καὶ ἔμπαλιν ὁ πολλοὺς καὶ ἕνα, οὕτω καὶ νόμος ὁ δυνάμενος ἕνα σπουδαῖον ἀποτελέσαι δύναται καὶ πολλούς, καὶ ἔμπαλιν. ὥσπερ γὰρ ἐν ταῖς πόλεσιν ἰσχύει τὰ νόμιμα καὶ τὰ ἔθη, οὕτω καὶ ἐν οἰκίαις οἱ πατρικοὶ λόγοι. ζητητέον πῶς πρὸ ὀλίγου εἰπὼν μηδὲν ἰσχύειν τὰς πατρικὰς προστάξεις, νῦν φησιν ἐπίσης τοῖς νόμοις καὶ τοῖς ἔθεσιν ἰσχύειν. καὶ ῥητέον ὅτι περὶ τῶν πολλῶν καὶ μοχθηρῶς ζώντων εἶπεν ἐκεῖ μηδὲν ἰσχύειν, ἐνταῦθα δὲ περὶ τῶν καλῶς ἀναγομένων τοῦτο λέγει. ἢ ῥητέον ὅτι οὐκ εἶπεν ἐκεῖ μηδαμῶς ἰσχύειν, ἀλλ’ ὅτι οὐκ ἔχουσιν ἰσχυρόν, λέγων ἰσχυρὸν τὸ ἀναγκαστικὸν καὶ βίαιον. οὐδεὶς γὰρ τὸν υἱὸν διὰ τὴν φυσικὴν στοργὴν βιάζεται καὶ κολάζειν ἐπιχειρεῖ ὡς ὁ νόμος, ἀλλὰ πολὺ ἔλαττον τὰς ἐπιτιμήσεις ἐπιφέρει. οὐδ’ αὖ τὸν πατέρα τις ὡς τὸν νόμον ὑποπτήσσει καὶ δέδοικε, ὥστε οὐκ ἰσχύει τοῦ πατρὸς ἡ πρόσταξις, ὡς νόμος ἰσχύει μέντοι.2 καὶ τοῦτο μὲν τοιοῦτον. παραινοῦσι δ’ αἱ προκείμεναι συλλαβαὶ μὴ τὸ πᾶν τῆς τῶν οἰκείων παίδων ἀγωγῆς ἀναρτᾶν τῇ κοινῇ τῶν παίδων ἐπιμελείᾳ, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς περὶ ταύτην σπουδάζειν καὶ ποιεῖν ἐπιτηδειοτάτους καὶ δεκτικοὺς καὶ τῶν κοινῶν παιδευμάτων. ὡς οὖν ἐν ταῖς πόλεσιν ἰσχύουσιν οἱ νόμοι καὶ τὰ ἔθη, οὕτω καὶ οἱ πατρικοὶ λόγοι ἐν οἰκίᾳ πρὸς τὴν τῶν καλῶν ἀντίληψιν. αἰδεῖται γὰρ ὁ υἱὸς μὴ πείθεσθαι τῷ πατρὶ καὶ ταῦτα σπουδαίῳ ὄντι καὶ τῶν καλῶν ἐργάτῃ. διά τε οὖν τοῦτο δύνανται οἱ τοῦ πατρὸς λόγοι καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὰς εὐεργεσίας. πᾶς γὰρ τὸν εὐεργέτην αἰδεῖται· οὐδεὶς γὰρ εὐεργετούμενος ὑποπτεύσειεν ἂν τὸν εὐεργέτην, ὡς φθονῶν ἢ μισῶν ἀπάγει αὐτὸν ἐκ τῶν δοκούντων αὐτῷ καλῶν, μὴ ὄντων δὲ καλῶν. πειθόμεθα οὖν τοῖς συγγενέσι καὶ εὐεργέταις ὡς φιλοῦσιν ἡμᾶς. συγγενέστατος δὲ πάντων ὁ πατήρ, ἀλλὰ καὶ εὐεργετικώτατος. τὸ γὰρ τῶν ἀγαθῶν μέγιστον τὸ εἶναι παρὰ τῶν πατέρων ἡμῖν.
「而根据所说的话,成为通晓立法者似乎最能做到这一点。」 他所谓的「通晓立法者」,是指从理性推论与经验中获得理智、能够预见对整个城邦以及分别对每个人而言美好、正义和有益之事的人。他所说的意思是:根据所说的话以及我们已陈述的内容,对于能够理解这些言论的人而言,显而易见的是,唯有通晓立法者才能够对自己的孩子做出贡献。或者他可能意在表达:根据所说的话,显而易见的是,凡通晓立法者,便能够知晓关于孩子们的共同关照和教育应当制定何种法律,关于成年人的各种活动应当制定何种法律,在整个人生中应当制定何种法律,哪些法律分别对每个人有利,哪些法律对全体公民(无论男女)有益。至于哪些法律适合民主制城邦,哪些适合贵族制城邦,哪些适合勋阀制城邦,哪些适合君主制城邦,以及它们各自是什么,他将在《政治学》中论述。此外,根据合宜的法律,依之而生者便成为善人,而根据卑劣的法律则成为劣人,这也同样是显而易见的。能够区分哪些法律合宜、哪些法律卑劣,正如将致病之物与健康之物区分开来属于医生的本分一样,属于通晓立法者的本分。说了这些之后,他实质上是在说:对于公民成为善人或劣人而言,法律起着巨大作用;但它们是成文的还是以不成文的状态存在,则毫无影响。因为行为对善美或恶行具有效力,而当做或不当做之事是否被写下来则无此效力。而成规习俗就是不成文的法律。[是否是]借以教育一人或多人的[法律]也同样[毫无影响]。对于公民成为优秀之人而言,法律的合宜性与正确性起着巨大作用,必须考察的正是其不犯错误这一点。他说,至于考察能够使一人成为善人的法律是否也能造就许多这样的人,以及对许多人有益的法律对一人是否亦如此,这毫无区别。因为法律若是正确的且完全没有缺失,它就会起到与其他技艺和科学以及技艺者和科学家相同的作用。因为正如在他们当中,能够教授并造就一人成为音乐家或医生的人也能造就许多人,反之,能造就许多人的人也能造就一人,同样,能够造就一人成为优秀之人的法律也能够造就许多人,反之亦然。因为正如各项法令与习俗在城邦中有效一样,父亲的言论在家庭中亦有效。必须探讨的是,不久前他刚说过父亲的命令毫无效力,如今为何又说它与法律和习俗具有同等效力。应当回答说:他在前文说毫无效力,是指针对大众和邪恶生活之人而言;而在此处,他则是针对受过良好抚养之人而言的。或者应当回答说:他在前文并非说完全没有效力,而是说它们不具有强力,他将强制性和暴力性的力量称为「强力」。因为没有人会出于天生的慈爱而像法律那样强迫并试图惩罚儿子,而是以轻微得多的程度施加责备。人们也不会像畏惧法律那样畏缩并惧怕父亲,因此父亲的命令不像法律那样具有强力,但它确实有效力。关于这一点便是如此。眼前的文字告诫我们,不要将自己孩子的全部教养完全寄托于对孩童的共同关照上,而是我们自己也应当对此倾注热忱,使他们变得最为适宜且容易接纳共同的教导。因此,正如法律和习俗在城邦中有效一样,在家庭中父亲的言论对于领悟美好之事亦有效。因为儿子耻于不服从父亲,尤其是当父亲是优秀之人且为美好之事的践行者时。因此,不仅由于这一点,而且由于血缘和恩德,父亲的言论具有力量。因为所有人都敬重施恩者;没有任何受恩者会怀疑施恩者是出于嫉妒或仇恨而使自己脱离那些自以为美好实则并不美好的事物。因此,我们服从亲族和施恩者,是将他们视为爱我们的人。而在所有人当中,父亲是最亲近的血亲,也是最大的施恩者。因为诸善中最大者——即存在——乃是由父亲赋予我们的。
- 9.70Μάλιστα δ’ ἂν τοῦτο δύνασθαι δόξειεν ἐκ τῶν εἰρημένων νομοθετικὸς γενόμενος.
在引文(lemma)的句法中,补足不定式 δύνασθαι 与分词 γενόμενος 依赖于主动词 δόξειεν(与 ἄν 连用的潜在希求法),构成了与隐含主语(上下文中的“每个人”)一致的主格不定式与主格分词结构。分词 γενόμενος 表示手段或条件(“通过成为/如果成为通晓立法者”),而 ἐκ τῶν εἰρημένων 作为依据性状语短语(“根据所说的话”)修饰 δόξειεν 所表达的判断。
- 9.70ὥστε οὐκ ἰσχύει τοῦ πατρὸς ἡ πρόσταξις, ὡς νόμος ἰσχύει μέντοι.
此句由两个分句结合而成:ὥστε οὐκ ἰσχύει τοῦ πατρὸς ἡ πρόσταξις ὡς νόμος(“因此父亲的命令不像法律那样具有强力”)与 ἰσχύει μέντοι(“然而它确实有效力”)。否定词 οὐκ 的效力延伸至 ὡς νόμος,构成限定性否定(“并不以法律的方式具有强力”),随后的转折小词 μέντοι 则对比性地引出肯定结论,表明其虽无强制力但仍具道德权威与影响力。
