← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§609.11-610.31

法律的权威与公共及私人关照的必要

厄斯特拉齐奥阐释了亚里士多德对比个人强迫与法律权威的论述(1180a22),说明法律因谋求公共利益而非出于嫉妒或憎恨故而不被厌弃,并就随后的文句(1180a24)阐发了除斯巴达等少数城邦外多数政制缺乏公共教育立法的缺陷,以及在公共关照缺失时私人进行关照的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.68

" Καὶ τῶν μὲν ἀνθρώπων ἐχθραίνουσι τοὺς ἐναντιουμένους ταῖς ὁρμαῖς." Εἰπὼν ὅτι ἑνὸς ἀνθρώπου πρόσταξις τὸ βίαιον οὐκ ἔχει οὐδ’ ἀναγκάζειν δύναται, ὡς δηλονότι τῶν πολλῶν τοῦτο ποιεῖν ἰσχυόντων, διὰ πειθοῦς ἄγειν ἐπὶ τὰς βελτίους τῶν ἐνεργειῶν.1 τὸ γὰρ κυρίως βιάζεσθαι τὸ λόγοις πείθειν ἐστὶν ἀλλ’ οὐ μάστιξι καὶ παντοίαις κακώσεσιν· οἱ γὰρ κολαζόμενοι καὶ ποικίλως κακούμενοι μᾶλλον ἀντιπίπτουσι καὶ ἀντιβαίνουσιν, οὐ μὴν ὑπείκουσι· τοῦτό τε καὶ ὅτι οὐδεὶς ἄκων καὶ λυπούμενος πράττων τι κατορθοῖ τὸ πρακτόν, ὥστε οὐδ’ ἀγαθὸς γένοιτ’ ἄν ποτε ὁ τὰ καλὰ βίᾳ πράττων, ἀλλ’ ὁ λόγῳ πεισθεὶς ὅτι δεῖ τὴν ἀρετὴν διώκειν καὶ τὰ κατ’ ἀρετὴν πράττειν καὶ φεύγειν τὴν κάκωσιν, οὗτος δηλαδὴ καὶ ἑκὼν πράξει τὰ καλὰ καὶ πράττων ἀγαθὸς ἔσται. ἀλλὰ διὰ τί ἐχθραίνουσι τοὺς ἐναντιουμένους ταῖς ὁρμαῖς καὶ κωλύοντας ἐπὶ τὰ σφίσιν ἡδέα φέρεσθαι; ἢ ὅτι κακῶς ἀναχθέντες καὶ τὰ φαῦλα διὰ τὴν μοχθηρὰν ἀνατροφὴν ἀγαθὰ νομίζοντες ὑπολαμβάνουσι φθόνῳ καὶ μίσει κωλύεσθαι παρὰ τῶν ἐναντιουμένων ἀλλ’ οὐ στοργῇ τινι καὶ ἀγάπῃ. οὐδεὶς γὰρ φιλῶν κωλύει τὸν φιλούμενον καὶ ἀπάγει τῶν ἀγαθῶν. τοὺς μὲν κωλύοντας ἀνθρώπους καὶ ἀναχαιτίζοντας ἀπὸ τῆς πρὸς τὰ φαῦλα φορᾶς μισοῦσιν ὡς φθονοῦντας. ὁ δὲ νόμος ἀνεπαχθής ἐστιν αὐτοῖς διὰ τἀναντία. οὔτε γὰρ ὅτι ὡς φθονῶν οὔτε ὅτι ὡς μισῶν αὐτοὺς ὁ νόμος ταῦτα προστάττει ὑπονοεῖν δύνανται. πῶς γὰρ ὁ πρὸ πεντακοσίων χρόνων, εἰ τύχοι, τεθείς; διὸ καὶ φυσικῶς δύνανται συλλογίζεσθαι καὶ λέγειν ‘ἢ γὰρ φθονῶν ἢ μισῶν ἡμᾶς ὁ νομοθέτης ταῦτα γέγραφεν, ἢ τὸ συμφέρον ἡμῖν πραγματευόμενος; ἀλλὰ μὴν οὐ φθονῶν. πῶς γὰρ τοὺς μήπω γεννηθέντας μηδ’ ὅτι γεννηθήσονται γινώσκων; ὥστε τὸ συμφέρον σκοπούμενος καὶ τῶν τότε ὄντων καὶ τῶν ἐφεξῆς ἐσομένων πάντων τοὺς νόμους τούτους γέγραφε.’ διὰ ταῦτ’ οὖν ἀνεπαχθής ἐστιν ὁ νόμος.

「而在人们当中,他们憎恨那些阻碍其冲动的人。」 在指出单个人的命令不具有强制力也不能强迫之后,[他显然表明]多数人显然有力量做到这一点,即通过说服引导人们走向更善的活动。因为严格意义上的强迫是通过言论来说服,而不是用皮鞭和各种虐待;因为那些受到惩罚和遭受种种折磨的人反而会抵制与反抗,绝不会顺从。既因为这一点,又因为没有任何不情愿且痛苦地做事的人能把当做之事做好,所以凭借强力去行美好之事的人绝不可能成为善人;相反,通过言论被说服应当追求德性、依循德性行事并避开恶习的人,显然才会自愿地行美好之事,并在践行中成为善人。但是,他们为什么憎恨那些阻碍其冲动、阻止他们奔向对其而言是快乐之事的人呢?难道不是因为他们受到不良引导,并因恶劣的抚养而把卑劣之事视作善事,因而认定反对者阻碍他们是出于嫉妒和仇恨,而非出于某种深情与关爱吗?因为没有任何爱人者会阻止被爱者并使其远离善事。对于那些阻止他们并遏制其奔向卑劣之事的人,他们将其视作嫉妒者而予以憎恨。但法律对他们而言却因相反的缘由而不成其为负担。因为他们不可能怀疑法律做出这些规定是出于嫉妒或出于仇恨他们。因为譬如在五百年前制定的法律,怎会如此呢?所以他们自然能够推论并说道:「立法者写下这些究竟是嫉妒或仇恨我们,还是在谋求对我们有益的事呢?绝不是出于嫉妒。因为面对尚未出生之人,甚至都不知道他们是否会出生,他又怎能嫉妒呢?因此,他是着眼于当时存在者以及随后将出生的所有人都有益的事,才写下了这些法律。」正是由于这些原因,法律不是负担。

§9.69

"Ἐν μόνῃ δὴ τῇ Λακεδαιμονίων πόλει μετ’ ὀλίγων ὁ νομοθέτης ἐπιμέλειαν δοκεῖ ποιεῖσθαι." Ὃ λέγει δυνάμει τοιοῦτόν ἐστιν· εἰ μὲν ἔκειντο νόμοι ἐν ταῖς πόλεσι προστάσσοντες, πῶς δεῖ τῶν νέων ἐπιμελεῖσθαι, ὅπως καλοὶ κἀγαθοὶ γένοιντο, καὶ κείμενοι ὀρθῶς εἶχον καὶ μὴ ὅλως ἢ κατά τι διημαρτημένως, οὐδὲν ἂν ἔδει πλέον ἐπιζητεῖν ἀλλ’ ἐκείνοις ἀρκεῖσθαι. ἐπεὶ δὲ τοῦτο οὐκ ἔστιν, ἀλλ’ ἐν μόνῃ τῇ Λακεδαιμονίων πολιτείᾳ καί τισιν ὀλίγαις ἄλλαις πόλεσι (καὶ ἐρεῖ, τίνες αὗται, ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῶν Πολιτειῶν βιβλίῳ), ἐπεὶ οὖν ἐν μόνῃ τῇ τῶν Λακεδαιμονίων πολιτείᾳ μετ’ ὀλίγων ἄλλων πόλεων ὁ νομοθέτης προστάττει, πῶς ἂν οἱ παῖδες ἐπιμεληθεῖεν, τουτέστι παιδείας τύχοιεν, ἐν δὲ ταῖς ἄλλαις ἐξημέληται, ὡς καὶ ἐν ταύτῃ τῇ τοῦ μεγάλου Κωνσταντίνου, καὶ ζῇ ἕκαστος ὡς βούλεται καὶ τὸν οἰκεῖον ἀνάγει παῖδα, ὡς θέλει, νόμων μηδένα λόγον ἔχοντες, ὡς οἱ παρ’ Ὁμήρῳ ἐν τῇ Ὀδυσσείᾳ Κύκλωπες, θεμιστεύων, ἤτοι βασιλεύων, παίδων καὶ γυναικός2 (νόμος γὰρ ἐκείνοις ἦν τὸ οἰκεῖον βούλημα), ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, δεῖ ἡμᾶς περὶ τούτων εἰπεῖν καὶ γράψαι πολιτείας.3 ἡ γὰρ τῶν Λακεδαιμονίων καὶ Κρητῶν καὶ τῶν ἄλλων, ὡς δείξει ἐν ταῖς Πολιτείαις, ἡμαρτημέναι πᾶσαί εἰσι καὶ οἱ κείμενοι ἐν ταύταις νόμοι οὐ σμικρᾶς δέονται τῆς διορθώσεως. ταῦτα εἰπὼν ἐπιφέρει κράτιστον μὲν καὶ βέλτιστόν ἐστι νόμους κεῖσθαι ὀρθῶς ἔχοντας 〈καὶ〉 κοινὴν ἐπιμέλειαν ποιεῖσθαι τῶν παίδων, ἀμεληθείσης δὲ τῆς κοινῆς ἐπιμελείας ἢ τῷ μὴ κεῖσθαι τοὺς τοῦτο πράττοντας νόμους ἢ κεῖσθαι μέν, παρορᾶσθαι δὲ ἀμελείᾳ τῶν ἀρχόντων τῆς πόλεως, προσήκει προθύμως ἕκαστον ἐπιμελεῖσθαι τῶν σφετέρων παίδων καὶ φίλων, ὅπως καλοὶ κἀγαθοὶ ἀπεργασθεῖεν. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰς ἀρετὴν συμβάλλεσθαι. συμβάλλεται δ’ εἰς ἀρετὴν καὶ συνεργεῖ ὁ τὰ καλὰ τιθεὶς ὑπ’ ὄψιν καὶ διδάσκων, ὅτι τόδε μὲν βλάπτει διὰ τόδε, τόδε δὲ ὠφέλιμόν ἐστι, κἂν μὴ δοκῇ, διὰ τόδε· καὶ πρὸς τούτοις εἰς ἀρετὴν συνεργεῖ ὁ διδοὺς ἔχων τῷ μὴ ἔχοντι ὧν χρῄζει εἰς τὴν τῆς ἀρετῆς καὶ τῆς ἠθικῆς καὶ τῆς λογικῆς κτῆσιν. δεῖ οὖν, φησί, συνεργεῖν, εἰ δὲ μὴ δύναται, προαιρεῖσθαι δ’ οὖν καὶ βούλεσθαι βοηθήσειν καὶ συνεργήσειν, εἰ δυνήσεταί ποτε.

「确实,唯独在拉刻代蒙人的城邦中,同少数几个城邦一起,立法者似乎做出了关照。」 他实际上所表达的意思如下:如果在各城邦中确立了规定如何关照年轻人以使其成为善美之人的法律,且确立的法律处于良好状态而没有在整体上或某一方面出错,那就无须进一步探求,而满足于那些法律即可。但事实并非如此,而仅仅是在拉刻代蒙人的政制中和少数几个其他城邦中才如此(他将在《政治学》第三卷和第四卷中说明这些是哪些城邦);因此,既然唯独在拉刻代蒙人的政制中以及少数其他城邦中,立法者才规定孩子们应当如何受到关照,亦即接受教育,而在其他城邦中则被忽视,正如在这座伟大的君士坦丁之城中也是如此,每个人都随心所欲地生活,按照自己的意愿抚养自己的孩子,根本不顾法律,如同荷马《奥德赛》中的库克洛普斯人一样,对孩子和妻子施行裁决,亦即如国王般进行统治(因为对他们来说,自己的意愿就是法律);因此,既然情况如此,我们必须就这些事情进行论述并撰写关于政制的著作。因为正如他将在《政治学》中所表明的,拉刻代蒙人、克里特人以及其他人的政制全部都存在错误,其中确立的法律需要进行不小的修正。说了这些之后,他接着补充道:确立正确的法律并对孩童进行共同的关照是最优且最好的;但在共同关照被忽视的情况下——无论是因为没有确立行此事的法律,还是因为法律虽已确立却因城邦统治者的懈怠而被忽视——每个人都应当热心关照自己的孩子和朋友,使他们被塑造成善美之人。因为他通过「对德性做出贡献」这一表达表明了这一点。而将美好之事置于眼前并教导说此事因这般缘由而有害、此事虽看似不然却因这般缘由而有益的人,便是在对德性做出贡献与协作;除这些之外,拥有资财者将获得德性(包括品德上的德性和理性上的德性)所需之物提供给不拥有者,这也是在对德性进行协作。他说,因此应当进行协作,如果不能做到,至少也应抉择并愿意在将来可能之时予以相助和协作。

语法注3 条
  1. 9.68Εἰπὼν ὅτι ἑνὸς ἀνθρώπου πρόσταξις τὸ βίαιον οὐκ ἔχει οὐδ’ ἀναγκάζειν δύναται, ὡς δηλονότι τῶν πολλῶν τοῦτο ποιεῖν ἰσχυόντων, διὰ πειθοῦς ἄγειν ἐπὶ τὰς βελτίους τῶν ἐνεργειῶν.

    分词短语 Εἰπὼν ὅτι... 缺少明确的主句限定动词,构成了笔记式或破格(anacoluthon)的句式。末尾的不定式 διὰ πειθοῦς ἄγειν 被理解为对前面的 τοῦτο ποιεῖν(做此事)的同位语性或解释性说明(即「做到这一点,亦即通过说服引导」)。

  2. 9.69θεμιστεύων, ἤτοι βασιλεύων, παίδων καὶ γυναικός

    阳性单数主格分词,与前面动词 ζῇ ἕκαστος(各人生活)的主语 ἕκαστος 保持一致。化用了荷马《奥德赛》9.114-115的文句,动词 θεμιστεύω 支配属格补足语 παίδων καὶ γυναικός 作为宾语。

  3. 9.69ἐπεὶ οὖν ἐν μόνῃ τῇ τῶν Λακεδαιμονίων πολιτείᾳ μετ’ ὀλίγων ἄλλων πόλεων ὁ νομοθέτης προστάττει ... ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει, δεῖ ἡμᾶς περὶ τούτων εἰπεῖν καὶ γράψαι πολιτείας.

    由多层从句构成的长句周期:以原因从句 ἐπεὶ οὖν ... προστάττει 开始,经过长篇例证性插入句(ὡς καὶ ἐν ταύτῃ... 等),再次以 ἐπεὶ οὖν ταῦθ’ οὕτως ἔχει 概括性地重述原因前提,最终落到主句 δεῖ ἡμᾶς... 之上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:609.11-610.31