- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:60.7-61.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解了1097a18–25,追溯了论证如何从具体技艺的目的过渡到普遍的终极善,并论证了为何最高的目的必须是超越工具性目的的完满之善,且在逻辑上必然是单一的。
" Τί οὖν ἑκάστης τἀγαθόν, ἢ οὗ χάριν τὰ λοιπά." Τούτων ὑπ’ Ἀριστοτέλους λεγομένων σκόπησον τὰ παρ’ ἡμῶν προσεχῶς εἰρημένα, ὡς προσφυῶς τούτοις εἴρηται1 καὶ κατὰ τὸν Ἀριστοτέλους σκοπόν, ἵνα μήτε περιττὸς δόξῃ τὰ τοιαῦτα λέγων, ἃ καὶ πρότερον, μήτε μάτην παρεισάγων ταυτὶ ἐν τῷ ἐξετάζειν προτίθεσθαι τί τὸ τέλος ἀνθρώπου ᾗ ἄνθρωπος καὶ τίς ἡ εὐδαιμονία· ὡς γὰρ ἐν ἑκάστῃ τῶν τεχνῶν ἀγαθόν, οὗ χάριν τὰ λοιπὰ πράττεται, καὶ ἐν ἑκάστῃ πράξει καὶ προαιρέσει τὸ τέλος τὸ ἀγαθόν ἐστιν, ὅτι τούτου ἕνεκα τὰ λοιπὰ πράττουσι πάντες, οὕτω καὶ εἴ τι κοινῶς τῶν ἁπάντων πρακτῶν ἐστι τέλος, τοῦτ’ ἂν εἴη τὸ πρακτὸν ἀγαθόν, ἤγουν τὸ διὰ τῶν ἐπαινετῶν περιγινόμενον πράξεων. εἰ δὲ πλείω, ταῦτα. μεταβαίνων ὁ λόγος εἰς ταὐτὸ ἀφῖκται. ἐπεὶ ἑκάστη τέχνη τέλος τι ἔχει ἀγαθὸν οὗ ἐφίεται καὶ δι’ ὃ πᾶσα ἡ κατ’ αὐτὴν ἐνέργεια καὶ πρᾶξις, εἴη ἂν τοῦτο τὸ αὐτῆς ἴδιον ἀγαθόν, ὡς πολλῶν οὐσῶν τεχνῶν καὶ ἐπιστημῶν πολλὰ ἐντεῦθεν τὰ τέλη καὶ τὰ ἀγαθὰ ὑπάρχειν φαίνεσθαι. εἰκὸς οὖν ὑπολαβεῖν τινα, ὅτι οὐκ ἔστι τέλος ἓν τὸ ἀνθρώπινον, δι’ ὃ τὰ λοιπὰ πάντα, ἀλλὰ πλείω ἢ ἕν. τοῦτο οὖν ἐνταῦθα ζητεῖ, εἰ πλείω ἢ ἕν. μεταβαίνων δὴ ὁ λόγος φησὶν εἰς ταὐτὸ ἀφῖκται. ἐπεὶ περὶ τοῦ τέλους ζητῶν ἀπ’ ἄλλου εἰς ἄλλο μετέβη καὶ ἄλλο μὲν εἶναι τὸ δοκοῦν τοῖς πολλοῖς εἶπεν, οἷον ἡδονὴν πλοῦτον, ἄλλο δὲ τὸ τοῖς χαρίεσι καὶ πολιτικοῖς, οἷον τιμήν, ἄλλο δὲ τοῖς σοφοῖς, οἷον ἀρετήν. οὔπω δὲ φανερὸν γέγονε τί ἐστι τὸ τέλος, διὰ τοῦτό φησιν ὅτι πολλὰ διελθὼν ὁ λόγος ἐν τῇ ζητήσει καὶ ἀπ’ ἄλλου εἰς ἄλλο μετατιθέμενος εἰς τοῦτο ἔτι καταντᾷ, τὸ ἀμφισβητεῖν περὶ τοῦ τελείου ἀγαθοῦ τί ἐστι, καὶ εἰ ἓν τοῦτο ἢ πολλά. διὸ ἐπάγει, τοῦτο δ’ ἔτι μᾶλλον διασαφῆσαι πειρατέον, τουτέστιν εἰ ἓν ἢ πολλά, καὶ εἰ ἕν ἐστι, τί ἐστιν, εἰς ὃ καὶ πολὺν καταναλίσκει λόγον εἰκότως. τὸ γὰρ γνῶναι τί ἐστι τὸ ζητούμενον, τῶν λοιπῶν ὅσα περὶ αὐτοῦ ζητεῖται, προυργιαίτερον,2 μάλιστα καὶ ὅταν οὐ ῥᾴων ἡ τούτου κατάληψις, ἄλλων ἄλλως ἐχόντων δόξης περὶ αὐτοῦ τῶν πολλῶν τῶν πολιτικῶν τῶν σοφῶν οὐ μόνον πρὸς ἀλλήλους ἀλλὰ δὴ καὶ πρὸς ἑαυτούς.
“那么每一门[技艺]的善是什么,或者说,其他事物是为了什么缘故而被做出的?” 在亚里士多德说出这些话之际,请考察我们刚才所说的话,看它们与这些话是多么贴切相符,且契合亚里士多德的意图;这是为了使他不至于在说出诸如以前也说过的事情时显得多余,亦不至于在着手考察人就其作为人而言的目的为何以及幸福为何时无谓地引入这些内容。因为正如在每一门技艺中,其他事物为了其缘故而被实践之物是善,且在每一项实践与抉择中目的是善——因为所有人都是为了它而做出其他事情——同样地,如果一切可行之事共同具有某种目的,这便应当是可行的善,即通过值得赞扬的实践而获得之物;而如果有多种,则这些就是。“论证转换而行,达到了同一处。”因为既然每一门技艺都具有某种其所追求的且根据该技艺的一切活动与实践皆为其缘故的善的目的,这应当是它自身特有的善,以至于既然技艺与知识众多,由此便显出有许多目的与善存在。因此,有人假设人类的目的并非单单一个——为了其缘故而做出其余一切事情——而是多于一个,乃是合情合理的。因此他在此处探究,它是多于一个还是单单一个。“论证转换而行,”他说,“达到了同一处。”因为既然他在探究目的时从一事转向另一事,并说多数人所认为的是一回事,如快乐或财富,文雅与政治生活者所认为的是另一回事,如荣誉,而智者所认为的又是另一回事,如德性;然而目的究竟为何尚未明了,因此他说,论证在探究中历经了诸多事物,并从一事转置至另一事,却依然落到了这一点上:争论关于完满的善是什么,以及这是单一的还是多种的。因此他补充道:“但必须尝试将这一点阐述得更为清晰”,也就是说,是单一的还是多种的,以及如果是单一的,它究竟是什么;对此他自然花费了大量论述。因为知晓所探究之物是什么,比起关于它所探究的其他一切事情更为紧要,尤其是在对它的把握并不容易、多数人、政治生活者与智者关于它各执异见、不仅彼此之间而且甚至在自身内部也意见不一的时候更是如此。
"Ἐπεὶ δὴ πλείω φαίνεται τὰ τέλη, τούτων δὲ αἱρούμεθα." Εἰ καὶ ἑκάστη τέχνη, φησίν, ἴδιόν τι τέλος ἔχει καὶ ἀγαθόν, ἀλλ’ ἐπεὶ τῶν τελῶν τινα ὑφ’ ἕτερα τέλη ἀνάγεται, δῆλον ὅτι τὰ ὑφ’ ἕτερα ἀναγόμενα οὐκ ἔστι τέλεια, ὡς εἶναι δῆλον ἐντεῦθεν, ὅτι οὐ πᾶν τέλος τέλειον. τὸ δ’ ἄριστον δεῖ εἶναι τέλειον· εἰ γὰρ ἀτελές, ἀναχθείη ἂν ὑφ’ ἕτερον τελειότερον· εἰ δὲ τοῦτο, πῶς ἂν εἴη ἄριστον, οὗ κρεῖττόν ἐστιν ἕτερον ὑφ’ ὃ ἀνάγεται; εἰς παράδειγμα δὲ τοῦ ἀνάγεσθαι τέλος ὑπὸ τέλος παρέλαβε τὰ ὀργανικὰ ἀγαθά, οἷον πλοῦτον τέλος ὄντα τοῦ χρηματιστικοῦ, ὃ χρησιμεύει εἰς τὸ τινὰ δι’ αὐτοῦ ὡς ὀργάνου κατορθοῦν ἐν τῇ πολιτείᾳ, καὶ αὐλοὺς τέλος ὄντας τοῦ αὐλοποιοῦ πρὸς τὸ ᾄδειν αὐτῷ χρησιμεύοντας. ὅτι δὲ ἕν τι δεῖ εἶναι τὸ ἄριστον δῆλον· εἰ γὰρ πλείω, οὐδὲν ἔσται ἄριστον. ἄριστον γὰρ τὸ πάντων ὑπερέχον, καθὸ ἄριστον. εἰ δέ τι ἕτερον ὂν τῇ φύσει ἄριστον κἀκεῖνό ἐστιν, οὐ συγχωρεῖ ἐκεῖνο ἄριστον εἶναι· οὐδὲ γὰρ ὑπερέχει αὐτό, ὥστε οὐδέτερον ἄριστον. ἔσται γὰρ ἅμα ὑπερέχον καὶ οὐχ ὑπερέχον, τὸ μὲν ὡς ἄριστον, τὸ δ’ ὡς ἴσον ἔχον ἑαυτῷ ἕτερον, οὗ οὐχ ὑπερέξει.3 ἔσται ἄρα ταῦτα πρὸς ἄλληλα ἴσα καὶ οὐκ ἴσα καὶ ὑπερέχοντα καὶ οὐχ ὑπερέχοντα. ταῦτα δὲ ἀδύνατα. οὐκ ἄρα πλείω τὰ ἄριστα. διὰ τοῦτο καὶ Ἀριστοτέλης ἓν εἶναι δεικνύων τὸ τελειότατον ἐν ἀνθρώποις ἀγαθόν, ἐπιφέρει εἰ μέν ἐστιν ἕν τι μόνον τέλειον, τοῦτ’ ἂν εἴη τὸ ζητούμενον, εἰ δὲ πλείω, φησίν, εὑρεθῇ τὰ δι’ αὑτὰ αἱρετά, ὡς δοκεῖν πάντα τέλεια, ἀλλ’ ἔσται τι ἐξ ἀνάγκης ἓν τῶν λοιπῶν τελειότατον, ὃ καὶ ἑρμηνεύων τί ἐστι, φησί·
“既然诸目的显出是多种的,而我们从中进行选择。” 他说,即使每一门技艺都具有某种特有的目的与善,然而既然诸目的中的一部分归属于其他目的之下,显然归属于其他目的之下的目的并非完满的,从而由此显明,并非一切目的都是完满的。而最善之物必须是完满的;因为如果它是不完满的,它就可能被归属于另一个更为完满的目的之下;而若是如此,既然它所归属的另一目的比它更为优越,它又怎能是最善的呢?作为目的归属于目的之下的例子,他列举了工具性的善,比如财富是敛财术的目的,它有助于通过它作为工具在城邦体制中成全某些事情;又如长笛是制笛者的目的,有助于为他用于吹奏。而最善之物必须是单一的,这是显而易见的;因为如果有多种,就没有任何一个是最善的。因为最善之物,就其作为最善而言,是超越一切之物。但如果存在某种按本性而言是最善的另一事物,且那一事物也是如此,它便不容许那一事物是最善的;因为这一事物并不超越它,从而两者都不是最善的。因为它将同时既是超越的又是非超越的:一方面作为最善者,另一方面因有着一个与自身同等者而未能超越它。因此这些事物彼此之间将既是相等的又是不相等的,既是超越的又是非超越的;而这些是不可能的。因此最善之物并非多种。为此,亚里士多德在表明人类中最完满的善是单一的时,补充道:“如果一方面只有单单某一个事物是完满的,这应当就是所寻求之物;但如果,”他说,“因自身而被选择的事物被发现有多种,以至于看起来一切皆是完满的,但必然会有其余事物中最完满的单单一物存在”;他在阐明它究竟为何时说道:
- 1.75σκόπησον τὰ παρ’ ἡμῶν προσεχῶς εἰρημένα, ὡς προσφυῶς τούτοις εἴρηται
此处为先取(prolepsis)句式,τὰ παρ’ ἡμῶν προσεχῶς εἰρημένα 作为动词 σκόπησον 的直接宾语,随后的 ὡς 从句(ὡς προσφυῶς... εἴρηται)则补充说明其方式与内容:“请考察我们刚才所说的话,看它们与这些话是多么贴切相符”。
- 1.75τὸ γὰρ γνῶναι τί ἐστι τὸ ζητούμενον, τῶν λοιπῶν ὅσα περὶ αὐτοῦ ζητεῖται, προυργιαίτερον
主语为带定冠词的不定式短语 τὸ γνῶναι τί ἐστι τὸ ζητούμενον(“知晓所探究之物是什么”)。谓语形容词 προυργιαίτερον 为比较级,支配属格短语 τῶν λοιπῶν ὅσα περὶ αὐτοῦ ζητεῖται(“比起关于它所探究的其他一切事情”)作为比较属格,系动词 ἐστί 被省略。
- 1.76ἔσται γὰρ ἅμα ὑπερέχον καὶ οὐχ ὑπερέχον, τὸ μὲν ὡς ἄριστον, τὸ δ’ ὡς ἴσον ἔχον ἑαυτῷ ἕτερον, οὗ οὐχ ὑπερέξει.
主语为假设前提下的隐性主体(被假定为最善的两者之一)。分词短语 ὑπερέχον καὶ οὐχ ὑπερέχον 构成谓语。随后的 τὸ μέν... τὸ δέ 起副词性修饰作用(或作关系对格),以对比两个矛盾的维度:“一方面作为最善者[是超越的],另一方面因有着一个与自身同等者而[未能超越它]”。
