← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§608.11-609.10

基于明智与知性的法律强制力之必要性

厄斯特拉修阐明了亚里士多德条件从句的结论主句位于后文数行处的句法结构,并注释了为何鉴于个别父亲与统治者的局限性,必须依靠基于经验丰富之明智与理智且具强制力的法律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.67

" Εἰ δ’ οὖν, καθάπερ εἴρηται, τὸν ἐσόμενον ἀγαθὸν τραφῆναι καλῶς δεῖ." Καὶ ταῦτα περὶ τοῦ δεῖν νόμους κεῖσθαι λέγει παρακαλοῦντας τοὺς μὲν εὐπειθεῖς πρὸς ἀρετήν, ἀναγκάζοντας δὲ τὰ σκληρὰ καὶ ἀντιβαίνοντα τῶν ἠθῶν ἀπέχεσθαι τῶν φαύλων, ἀντέχεσθαι δὲ τῶν βελτίστων. ἔστι δὲ ἡ τοῦ λόγου ἀπόδοσις ἐν τῷ ὁ δὲ νόμος ἀναγκαστικὴν ἔχει δύναμιν,1 λόγος ὢν ἀπὸ φρονήσεως καὶ νοῦ· τὰ δ’ ἄλλα ἐν μέσῳ κεῖται, συνάγοντα τὸ δεῖν κεῖσθαι νόμους περὶ τῆς τῶν παίδων ἀγωγῆς καὶ τῶν ἄλλων ἁπάντων. ἔστι δ’ ὡς συλλαβοῦσιν εἰπεῖν, ὃ λέγει διὰ τῶν κειμένων λέξεων τοιοῦτον· ἐπεὶ τῆς ἀνθρωπίνης καὶ πολιτικῆς σοφίας τὸ σκοπιμώτατον τέλος ἐστὶ γενέσθαι τοὺς πολίτας ἀγαθοὺς καὶ εὐδαιμόνως ζῆν, τοῦτο δὲ γίνεται ἐκ τοῦ τραφῆναι καὶ ἀναχθῆναι καλῶς καὶ μὴ πράττειν φαῦλον μηδὲν μήθ’ ἑκόντα μήτ’ ἄκοντα (ἄκοντες γὰρ πράττουσι τὰ κακὰ οἱ ἐξαπατηθέντες πρός τινων φαύλων 〈ἡλικιωτῶν καὶ〉 πρὸς τὰ χείρονα παρασυρέντες), τὸ δ’ οὕτω καλῶς τρέφεσθαι γίνεται τοῖς κατὰ νοῦν τὸν βίον διανύουσι, δεόμεθα νοῦ, ὅπως ταῖς ἐκείνου ὑποθήκαις καὶ προστάγμασιν ἑπόμενοι κάλλιστα διάγοιμεν. ἔθος δὲ τῷ Ἀριστοτέλει πάντα τὸν ὑπερέχοντα ἢ κατὰ τέχνην ἢ φρόνησιν ἢ ἐμπειρίαν ἢ πρόγνωσιν ἢ εὕρεσιν τῶν καλῶν καὶ συμφερόντων ὀνομάζειν νοῦν. δεόμεθα οὖν πρὸς τὸ καλοὶ κἀγαθοὶ γενέσθαι νοῦ. ἀλλ’ ὁ μὲν πατρικὸς νοῦς, ἤτοι ὁ πατὴρ ἑκάστου, δύναται μὲν ὑφηγεῖσθαι τὰ καλά, εἰ μήπου φαῦλός ἐστι καὶ τῶν ἀγεληδὸν ἰόντων, καὶ πείθειν τοὺς καλῶς ἀγομένους ὑγιεῖς ἐπὶ τὴν πρᾶξιν ἰέναι, εἰς δὲ τὰ φαῦλα τῶν ἠθῶν ἄναλκίς ἐστι καὶ σαθρὸς καὶ οὐκ ἔχει τὸ ἀναγκαῖον, ἤτοι τὸ βίαιον, ὡς ὁ νόμος. τὸ γὰρ φυσικὸν φίλτρον ἀφαιρεῖται τὴν πρὸς τὸν υἱὸν βίαν. καὶ τί δεῖ λέγειν τὸν πατέρα; ὅλως γὰρ εἷς ἀνὴρ ἀναγκάζειν οὐ δύναται πόλεως ὅλης παῖδας ὅλους, εἰ μήπου βασιλεὺς ἢ τύραννός ἐστι. καὶ οὗτοι τοῦτο δύνανται ποιεῖν διὰ περιουσίαν δυνάμεως. ἀλλ’ ἐπεὶ οὐ πᾶσαι αἱ πόλεις βασιλεύονται ἢ τυραννοῦνται, δεῖ νόμων. πᾶς γὰρ νόμος ἔχει δύναμιν ἀναγκαστικήν, λόγος ὢν ἀπό τινος φρονήσεως καὶ νοῦ καὶ παράλληλα θεὶς τὴν φρόνησιν καὶ τὸν νοῦν.2 ἐξ ἐμπειρίας γὰρ μακρᾶς συλλέγεται ἡ φρόνησις καὶ ὁ νοῦς ὁ περὶ τὰ πρακτά. καὶ εἶπεν ὅτε περὶ φρονήσεως ἔλεγε, ὅτι δεῖ τοὺς τῶν ἐμπείρων καὶ γηραιῶν λόγους ὡς ἀρχὰς ἀποδέχεσθαι. ἔχουσι γὰρ ἐκ τῆς πείρας ὄμμα, λέγων ὄμμα τὴν φρόνησιν, ἐξ ἧς προορᾶν δύνανται τὸ συμφέρον. πείθονται οὖν τοῖς νόμοις οἱ ἄνθρωποι πιστεύοντες, ὡς οἱ νομοθετήσαντες ἐξ ὄμματος τὰ καλὰ καὶ συμφέροντα δυναμένου προορᾶν τοὺς νόμους τεθείκασι.

「因此,如果正如所说的那样,将要成为善人者必须受到良好的抚养。」 他讲这番话也是关于必须确立法律:这些法律劝勉顺从者走向德性,却强迫那些顽固反叛的品性戒除卑劣之事并坚持最善之事。而该句的主句结论则在于「法律具有强制力,是源于明智和理智的言论」;其余部分则置于中间,推论出必须就孩童的导引以及其他一切事务确立法律。概括地说,他通过所读的文句所表达的意思如下:既然人类和城邦智慧的最核心目的在于使公民成为善人并幸福地生活,而这是通过受到良好的抚养与引导,并且无论自愿还是非自愿都不行任何卑劣之事来实现的(因为那些被某些卑劣同龄人蒙骗并被拖向更恶劣境地的人是非自愿地作恶的),而这种良好的抚养发生在那些依循理智度过一生的人身上,所以我们需要理智,以便遵从它的告诫和指令,从而最美好地度日。亚里士多德习惯于将一切在技艺、明智、经验、预见,或在发现美好与有益事物上超群出众者统称为「理智」。因此,为了成为善美之人,我们需要理智。然而父亲式的理智,亦即每个人的父亲,固然能够引导人们走向美好之事——除非他自身卑劣且属于随大流之辈——并能说服那些被良好引导且健全的人付诸行动;但面对卑劣的品性,他却是软弱无力且不可靠的,不具有如法律那样的强制性,亦即暴力的力量。因为天然的亲情消解了针对儿子的暴力。又何必只说父亲呢?因为大体上,单凭一人无法强迫整座城邦的所有孩子,除非他恰好是国王或僭主;而这些人之所以能做到这一点,是凭借其充裕的权势。但既然并非所有城邦都由国王或僭主统治,法律便是不可或缺的。因为每一部法律都具有强制力,是源于某种明智与理智的言论,[亚里士多德]将明智与理智并列放置。因为有关实践事务的明智与理智是从长期的经验中汇聚而成的。他在谈及明智时曾说过,必须将经验丰富者和长者的言论视作原则来接受。因为他们凭借经验拥有一只慧眼——他将明智称为慧眼——,借此,他们能够预见何为有益。因此,人们顺从法律,是因为他们确信,立法者乃是凭借一只能够预见美好与有益事物的慧眼确立了这些法律。

语法注2 条
  1. 9.67ἔστι δὲ ἡ τοῦ λόγου ἀπόδοσις ἐν τῷ ὁ δὲ νόμος ἀναγκαστικὴν ἔχει δύναμιν

    此注指出引文(lemma)中的条件从句(Εἰ δ’ οὖν...)在句法上的主句(归结句,ἀπόδοσις)并未紧随其后出现,而是在数行之后的「ὁ δὲ νόμος ἀναγκαστικὴν ἔχει δύναμιν」(1180a21)处。注释者将夹在中间的文句(τὰ δ’ ἄλλα ἐν μέσῳ κεῖται)视作插入性的推论论述,以此指明长距离分离的整句骨架。

  2. 9.67καὶ παράλληλα θεὶς τὴν φρόνησιν καὶ τὸν νοῦν

    不定过去时分词 θεὶς(阳性单数主格)指向定义该句的作者(亚里士多德或立法者)。尽管本句在语法上的主语是 νόμος,但此处分词在意义上转指亚里士多德在其定义中「将明智与理智并列放置」。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:608.11-609.10