- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:606.30-608.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《尼各马可伦理学》第十卷第九章(1179b20–1180a1)的注解。欧斯特拉提乌斯阐明,言论若要发挥效力,灵魂必须预先经由习惯的耕耘,因此不仅在童年期,而且在涵盖成年后的整个一生中,规制行为的法律与政制(立法学)都是必不可少的。
" Γίνεσθαι δ’ ἀγαθοὺς οἴονται οἱ μὲν φύσει, οἱ δὲ ἔθει, οἱ δὲ διδαχῇ." Τὸ μὲν οὖν μαθεῖν τὰς τῶν ἀρετῶν φύσεις καὶ κοινωνίας αὐτῶν καὶ διαφοράς, ἔτι τε κτήσασθαι τῷ ἔθει, ἐφ’ ἡμῖν ὄντως ἐστὶ καὶ τῆς ἡμετέρας βουλήσεως καὶ προαιρέσεως, τὸ δὲ φύσει γενέσθαι σώφρονας, δικαίους, φρονίμους οὐχ ἡμῶν ἀλλὰ δῶρον θεοῦ1 κάλλιστον καὶ τιμιώτατον. τὸ μὲν οὖν τῆς φύσεως οὐχ ἡμῶν, δῶρον δὲ θεῖον, τὸ δ’ ἐθίζειν ἑαυτοὺς ἥδεσθαι οἷς δεῖ καὶ λυπεῖσθαι ἡμῶν. καὶ ἰσχύει τὸ τοιοῦτον ἔθος ἀγαθοὺς ποιῆσαι ἡμᾶς. ὁ δὲ λόγος καὶ ἡ διδαχὴ οὐκ ἐν ἅπασιν, ὡς εἴρηται, ἰσχύει, ἀλλ’ ἐν τοῖς προειργασμένοις τοῖς ἔθεσι, τουτέστι τοῖς προηυτρεπισμένοις ὑπὸ τῆς ἐπιεικοῦς ἀγωγῆς. δεῖ οὖν ἡμᾶς προευτρεπίσαι πρὸς ὑποδοχὴν τῶν λεγομένων ὥσπερ γῆν. ὡς γὰρ αὕτη προεργασθεῖσα καρποφορεῖ, μὴ προεργασθεῖσα δὲ ἀκανθοφορεῖ καὶ φθείρει τὸν καταβεβλημένον καρπόν, οὕτω καὶ ἡ ψυχὴ ἡμῶν, εἰ μὴ προθεραπευθῇ καὶ ἀπορρίψῃ τὴν ψευδοδοξίαν, ἢ οὐ προσδέξεται τὴν ἀλήθειαν, ἢ εἴπερ ἄρα καὶ συμβῇ τοῦτο, ματαίως γενήσεται. λόγῳ οὖν μοχθηρὸς οὐχ ὑπείκει, μόνῃ δὲ βίᾳ καὶ ἀνάγκῃ. καὶ ὁρᾷς ὅπως διὰ τούτων ἃ φθάσας προεῖπον αἰνίττεται, λέγω δὴ τὸ δεῖν πολιτείας ἐκδοῦναι διαλαμβανούσας, πῶς ἂν οἱ πολῖται διάγοντες ἀγαθοὶ γένοιντο. δεῖ δὴ τὸ ἦθος προϋπάρχειν πως οἰκεῖον ταῖς ἀρεταῖς, ἤτοι ἐπιτήδειον δέξασθαι τοὺς τῶν ἀρετῶν λόγους, καὶ δεξάμενον τηρῆσαι, ὥσπερ τις προειργασμένη γῆ καὶ καρπὸν πολὺν ἀνενεγκεῖν.2 ἔσται δὲ τοιοῦτον τὸ ἦθος ἐκ τῆς ὀρθῆς ἀγωγῆς. ὀρθῶς δ’ ἀχθῆναι χαλεπόν ἐστι τὸν μὴ ὑπὸ νόμοις ὀρθῶς ἔχουσι καὶ πολιτείᾳ τοιαύτῃ τραφέντα. τὸ γὰρ σωφρόνως ζῆν μὴ ἡττᾶσθαί τε ἡδοναῖς, αἷς μὴ δεῖ, οὐχ ἡδὺ τοῖς πολλοῖς, ἐπίλυπον δέ. ἄχθονται γὰρ ἀποτυγχάνοντες τῶν ἡδέων. διὸ δεῖ νόμους τετάχθαι προστάττοντας τὴν ἀγωγὴν εὐθὺς ἐκ βρέφους τὴν ἐπιτήδεια ποιήσουσαν τὰ ἤθη αὐτῶν μὴ δυσχεραίνειν ἐν ταῖς τῶν φαύλων ἡδονῶν ἀποτυχίαις. εἰ δὲ τοῦτο δεῖ, ἀναγκαῖόν ἐστι πολιτείας ἐκδοῦναι καὶ νόμους. εἰπὼν δὲ ‘διὸ νόμους χρὴ τετάχθαι’, ἐπήγαγεν οὐκ ἔσται γὰρ λυπηρὰ συνήθη γινόμενα. ἀναγκαζομένων γὰρ ὑπὸ τῶν νόμων καὶ τῶν νομοφυλάκων πράττειν τὰ καλὰ καὶ ἀντέχειν πρὸς τὰς ἡδονάς, οὐκ ἔσται τὸ καρτερεῖν αὐτοῖς ἐπίλυπον ἤδη ἐθισθεῖσι φέρειν γενναίως. οὐδὲν γὰρ σύνηθες λυπηρόν.
「有人认为,成为好人是由天性决定的,有人认为是由于习惯,还有人认为是由于教导。」 因此,认识诸德性的本性及其共通与相异之处,并且进而通过习惯获得它们,确实取决于我们自身,属于我们的意愿和抉择;然而天生就成为节制、正义、明智的人,却不取决于我们,而是神最美好、最珍贵的恩赐。可见,属于天性的东西不取决于我们,而是神的恩赐;但使我们自己习惯于在当快乐的事上快乐、在当痛苦的事上痛苦,则取决于我们。而这样的习惯有力量使我们成为好人。然而言论与教导,正如已经说过的,并非在所有人身上都起作用,而只在那些通过习惯预先耕耘过的人身上,亦即在那些通过公道教导预先准备好的人身上起作用。因此,我们必须预先将自身整饬如泥土一般,以领会所说的言论。因为正如土地预先耕耘过才能结出果实,若未经预先耕耘就会长满荆棘并毁坏播下的种子,我们的灵魂也是如此:若不预先受调治并摒弃虚妄的意见,就不能接纳真理;或者纵然真的接纳了真理,也将是徒劳无益的。因此,卑劣之人不会屈服于言论,而只会屈服于强力与必然。你由此可以看到,他是如何借这些话暗指我先前所说之事——即有必要颁布规定公民如何生活方能成为好人的政制。品性确实必须在某种程度上预先存在并亲和于诸德性,换言之,即适于接受诸德性的言论,并在接受之后将其保持,正如一块预先耕耘好的土地,结出丰硕的果实。而品性将通过正确的教导成为如此样态。但对于没有在良好确立的法律及相应政制下抚养长大的人来说,要受到正确的教导是困难的。因为节制地生活并不屈从于不该沉溺的快乐,对大众而言并非乐事,反而是痛苦的。因为他们在无法得到所求的快乐时便感到恼怒。因此必须确立法律,自幼年起就规定教导方式,使他们的品性适合于在无法获得低劣快乐时不致心生厌恶。如果需要这样做,颁布政制与法律就是不可或缺的。在说了「因此必须确立法律」之后,他又补充道:「因为成为习惯之后便不再是痛苦的了。」因为当受到法律与守法官的强迫去行美好之事并抵御快乐时,对于那些已经习惯于高尚地忍受的人来说,坚持下去就不会是痛苦的。因为凡成为习惯的事物,没有一件是痛苦的。
"Οὐχ ἱκανὸν δ’ ἴσως νέους ὄντας τροφῆς καὶ ἐπιμελείας τυχεῖν." Ὃ λέγει τοιοῦτόν ἐστιν· οὐ χρεία νόμων ἐστὶν ἐκείνων μόνον τῶν διακελευομένων περὶ παίδων ἀγωγῆς, ἀλλὰ καὶ τῶν διαγορευόντων, τίνα δεῖ πράττειν ἀνδρωθέντας. δῆλον γὰρ ὡς ἄλλα μὲν ἐπιτηδευτὰ νέοις οὖσι καὶ ἄλλα ἀνδράσι καὶ ἕτερα παρακμάσασι. τοιούτων τε οὖν χρεία νόμων, καὶ ἔτι πῶς τὸν ἅπαντα βίον διοδευτέον. οἱ πολλοὶ γὰρ ἀνάγκῃ μᾶλλον καὶ ζημίᾳ πειθαρχοῦσιν ἢ λόγῳ. διὸ δεῖ νόμων τῶν ἀναγκαζόντων ζημίαις εὐπραγεῖν καὶ φεύγειν τὰς κακοπραγίας. καὶ διὰ τὸ τοὺς πολλούς, φησί, πειθαρχεῖν ζημιουμένους καὶ κολαζομένους, ἀρέσκει, φησί, τὸ τοὺς νομοθέτας προσγράφειν3 ἐν τῷ νόμῳ ‘ταῦτα μὲν παρακελεύομαι τοὺς πολίτας πράττειν τοῦ καλοῦ χάριν καὶ τοῦ γενέσθαι σπουδαίους, εἰ δὲ ἀπειθοῖεν, κολαζέσθωσαν διὰ μὲν τήνδε τὴν ἀπείθειαν τήνδε τὴν κόλασιν, διὰ τήνδε δὲ τήνδε. ὃς δ’ ἂν καὶ τιμωρούμενος ἀνίατος μένῃ, φευγέτω 〈ἐκ〉 τῆς πόλεως.’ δεῖ οὖν, φησί, τοὺς φαύλους μαστίζειν ὡς ὄνους (τούτους γὰρ εἶπεν ὑποζύγια· ὃν γὰρ μὴ παιδεύει λόγος, παιδευέτω μάστιξ) καὶ λυπεῖν τοὺς φαύλους λύπας, αἳ ἐναντιοῦνται ταῖς ἀγαπωμέναις ἡδοναῖς.4 τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα, οἷον εἴ τις χαίρει ὑβρίζων, μὴ λυπεῖν αὐτὸν ζημίᾳ ἀλλὰ τῷ κωλύειν μὴ ὑβρίζειν, ὁμοίως καὶ τὸν ταῖς μέθαις χαίροντα τῷ ἀπείργειν οἴνου.
「然而,仅仅在年幼时得到抚养和照料,或许是不够的。」 他的意思如下:需要的不仅是那些规定孩童教导的法律,还需要那些规定成年后应当做什么的法律。因为显而易见,适合青年人的追求是一回事,适合成年人的又是一回事,适合盛年已过的人的则是另一回事。因此需要这样的法律,并且还需要规定整个一生应当如何度过的法律。因为大众更多是服从必然与惩罚,而非服从言论。因此需要通过惩罚强迫人们行善并戒除恶行的法律。他说,正由于大众是在受到惩罚与惩戒时才服从,因此立法者在法律中附加上以下条文是受到赞许的:「我劝告公民们为了崇高以及为了成为严肃之人而行这些事;但如果他们抗拒不遵,就让他们因这种抗拒受到此种惩罚,因那种抗拒受到彼种惩罚。至于受罚之后仍旧无可救药的人,就让他从城邦流放出去。」因此他说,必须像对待驴一样鞭打卑劣之人(因为他称这些人为驮畜;让鞭子去教育言辞无法教育的人),并且用与他们所钟爱的快乐相反的痛苦去惩处卑劣之人。因为相反者是相反者的治疗之方:例如,若有人以肆意凌辱为乐,不应以罚款惩罚他,而应以阻止他施加凌辱来惩罚他;同样地,对沉溺于酗酒之人,则应以禁止他饮酒来惩罚他。
- 9.65τὸ δὲ φύσει γενέσθαι σώφρονας, δικαίους, φρονίμους οὐχ ἡμῶν ἀλλὰ δῶρον θεοῦ
带定冠词的不定式短语 τὸ δὲ φύσει γενέσθαι... 作主语,谓语部分省略了系动词 ἐστί。οὐχ ἡμῶν 为所属属格(“不属于我们 / 不取决于我们”),与前文的 ἐφ’ ἡμῖν(取决于我们)构成明确的语义对仗。
- 9.65ἐπιτήδειον δέξασθαι τοὺς τῶν ἀρετῶν λόγους, καὶ δεξάμενον τηρῆσαι, ὥσπερ τις προειργασμένη γῆ καὶ καρπὸν πολὺν ἀνενεγκεῖν
不定式 δέξασθαι、τηρῆσαι 和 ἀνενεγκεῖν 均为说明性/目的性不定式,依附于形容词 ἐπιτήδειον(“适于接纳……并在接纳后保持之,并……结出丰硕果实”)。中间的 ὥσπερ τις προειργασμένη γῆ 是比喻性插入短语,末尾的 καὶ καρπὸν πολὺν ἀνενεγκεῖν 在句法上同样由 ἐπιτήδειον 所统辖并完成这一系列动作。
- 9.66ἀρέσκει, φησί, τὸ τοὺς νομοθέτας προσγράφειν
ἀρέσκει 作非人称动词,意为“……是受到赞许/认可的”,带冠词的“宾格加不定式”结构 τὸ τοὺς νομοθέτας προσγράφειν... 充当其真正的主语。紧随其后的直接引语是立法者在法条中附录内容的释义。
- 9.66λυπεῖν τοὺς φαύλους λύπας, αἳ ἐναντιοῦνται ταῖς ἀγαπωμέναις ἡδοναῖς
动词 λυπεῖν 带双宾格:表示人的宾格 τοὺς φαύλους 与表示施加之痛苦的同源宾格 λύπας(“以诸般痛苦惩处卑劣之人”)。关系代词 αἵ 指涉先行词 λύπας,与格 ταῖς ἀγαπωμέναις ἡδοναῖς 则由动词 ἐναντιοῦνται 所支配。
