← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§605.18-606.29

论言论教导美德的局限与对青年的效力

埃乌斯特拉提乌斯注解了亚里士多德《尼各马可伦理学》第十卷第九章(1179b4)关于言论单凭自身无力使大众变善、仅对受过良好教养的青年有效的论述;解释了「katakōchimon」一词的多重含义(顺从、受把持等),并分析了依凭激情生活之人难以借由言论脱离恶习的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.64

" Εἰ μὲν οὖν ἦσαν οἱ λόγοι αὐτάρκεις ποιῆσαι ἐπιεικεῖς." Εἰ μὲν οὖν ἤρκει μόνη ἡ τῶν λόγων ἀκρόασις καὶ ἡ σύνεσις τῶν λεγομένων πρὸς καλοκαγαθίαν, μισθοὺς πολλοὺς καὶ μεγάλους, ὥς φησι Θέογνις, ἔφερον καὶ ἐδίδουν τοῖς γράφουσιν ἠθικὰς πραγματείας ἐξωνούμενοι αὐτάς. νῦν δὲ προτρέψαι μέν, ὡς εἴρηται, καὶ ῥοπήν τινα ποιῆσαι πρὸς καλοκαγαθίαν δύνανται, * * * ἐπάγει καὶ τίνας δύνανται κινῆσαι πρὸς τὰς κατ’ ἀρετὴν πράξεις, ὅτι μὴ πάντας ἀλλὰ τοὺς ἐλευθερίους τῶν νέων. λέγει δὲ νῦν ἐλευθερίους τοὺς μὴ δεδουλωμένους τρυφαῖς καὶ ἀκολασίαις ἀλλὰ τοὺς καλῶς ἀχθέντας ὑπὸ παιδαγωγῶν ἢ συγγενῶν καὶ διὰ τῆς ἐπιεικοῦς ταύτης ἀγωγῆς εὐπειθεῖς ὄντας καὶ εὐκινήτους ἐπὶ τὰς κατ’ ἀρετὴν πράξεις. τοὺς μὲν δὴ τοιούτους τῶν νέων δύνανται προτρέψασθαι καὶ ἦθος αὐτῶν μετὰ τῶν πράξεων εὐγενὲς καὶ ἀληθῶς φιλόκαλον, κατακώχιμον1 ὑπάρχον ἐκ τῆς ἀρετῆς. λέγει δὲ νῦν ἀρετὴν οὐ τὰς κυρίως ἀρετάς, σωφροσύνην ἀνδρείαν δικαιοσύνην, ἀλλὰ τὴν γινομένην διάθεσιν ἢ ἕξιν αὐτοῖς ἀπὸ τῆς βελτίστης ἀγωγῆς καὶ ἐπιεικοῦς ἀνατροφῆς, καθ’ ἣν ἀνήχθησαν παρὰ τῶν παιδαγωγῶν ἢ τῶν πατέρων ἤ τινος τῶν συγγενῶν. τὸ δὲ κατακώχιμον σημαίνει καὶ τὸ πλῆρες, οἷον ὁ δεῖνα κατακώχιμός ἐστι σοφίας, καὶ τὸ ἐχόμενον καὶ κεκρατημένον, οἷον ὁ δεῖνα κατακώχιμός ἐστι ταῖς ἀρεταῖς· δηλοῖ καὶ τὸ ὑπεῖκον καὶ εὐπειθές, ὃ νῦν σημαινόμενον ἔλαβε τοῦ κατακωχίμου, καὶ λέγει ὅτι τὸ γεγονὸς ἦθος εὐάγωγον καὶ εὐπειθὲς ἕπεσθαι τοῖς καλῶς λεγομένοις· γεγονὸς δὲ τοιοῦτον ἐκ τῆς ἀρετῆς, ἤτοι τῆς καλλίστης ἀγωγῆς, δύνανται οἱ λόγοι παρορμῆσαι ἐπὶ τὰς πράξεις καὶ σὺν ταῖς πράξεσιν εὐγενὲς καὶ φιλόκαλον ἀποτελέσαι καὶ ποιῆσαι φιλεῖν τὰ καλὰ καὶ σπεύδειν ἐπὶ τὴν κτῆσιν αὐτῶν. οἱ γὰρ πεπαιδευμένοι καὶ ἐθισθέντες ἀπέχεσθαι τῶν κακῶν ἅμα τε τῶν εἰσηγουμένων τὰ χρηστὰ λόγων ἀκούουσι καὶ τρέχουσιν ἐπ’ αὐτά, τοὺς δὲ πολλοὺς ἀδυνατεῖ πρὸς καλοκαγαθίαν προτρέψασθαι· δυσπειθεῖς γὰρ οὗτοι. φαύλως γὰρ ἀναχθέντες καὶ μηδεμίαν ἔννοιαν ἔχοντες τοῦ καλοῦ οὐδ’ ἀκούειν ὑπομένουσι τῶν ἐπὶ τὰ καλὰ παρακαλούντων, μὴ ὅτι γε πείθεσθαι. πρὸς γὰρ τὰ πάμπαν ἡμῖν ἄγνωστα ἢ οὐδ’ ὅλως ἀγόμεθα ἢ σὺν βίᾳ. διὸ οἱ μὲν καλῶς ἀναχθέντες 〈πρὸς τῆς καλῆς ἀγωγῆς αἰδήμονες ὄντες πειθαρχοῦσιν〉 (αἰσχύνονται γὰρ μὴ τοῖς καλῶς λεγομένοις ἕπεσθαι καὶ τῶν κακῶς ἀπέχεσθαι), οἱ δὲ πολλοὶ κἂν ἀπιστῶσί ποτε τῶν κακῶν,2 νεύσωσι δὲ πρὸς τὰ καλά, οὐ δι’ αἰδῶ τοῦτο πράττουσιν, ἀλλὰ διὰ φόβον ἢ τιμωρίας τὰς ἀπὸ τοῦ νόμου. οἱ γὰρ πάθει συζῶντες οὐκ αἰδοῦνται· ἀναισχύντως δὲ διώκουσι τὰς ἐμπαθεῖς καὶ ζωώδεις ἡδονάς, φεύγουσι δέ, ὡς πολλάκις εἴρηται, τὰς ἐναντίας λύπας. οἱ γὰρ φίλοινοι διώκουσι μὲν τὰς ἀπὸ τοῦ πίνειν ἡδονάς, φεύγουσι δὲ τὰς ἀπὸ τοῦ μὴ πίνειν λύπας. καὶ ἁπλῶς οἱ φαῦλοι πάντες δι’ ἄγνοιαν τοῦ καλοῦ καὶ τοῦ ὡς ἀληθῶς ἡδέος τὰς σωματικὰς ἀκρατῶς διώκουσιν ἡδονάς. ὅτι δὲ ὡς ἀληθῶς ἡδοναὶ αἱ κατ’ ἀρετὴν ἐνέργειαι, μυριάκις εἴρηται. τοὺς οὖν οὕτω, φησί, κακῶς διακειμένους καὶ τὰς ἐμπαθεῖς ἡδονὰς ἀκράτως διώκοντας οὐδεὶς ἂν λόγῳ μεταρρυθμίσειε καὶ τῆς πρὸς τὰ φαῦλα ῥοπῆς ἀπάξειεν. ἀδύνατον γὰρ ἢ χαλεπὸν τοὺς ἐκ μακροῦ χρόνου φαύλοις ἔθεσι κατειλημμένους μεταστῆσαι τῆς κακίας. ὅπου γὰρ καὶ πάντων ὑπαρχόντων, οἷον ἀνατροφῆς σπουδαίας, ἀγωγῆς σεμνῆς, αἰδοῦς, πειθοῦς, οὐ πάντη ῥᾴδιον μετασχεῖν τῆς ἀρετῆς, ἀγαπῴημεν ἂν εἰ τῆς ἀρετῆς τύχοιμεν. καὶ τίς μηχανὴ πάντων τῶν ἐναντίων προσόντων μετασχεῖν αὐτῆς;3

「那么,如果言论足以使人成为公道之人。」 因此,如果单单聆听言论以及理解所说的内容就足以成就美善,那么正如泰奥格尼斯所言,〔人们〕就会把丰厚而巨大的报酬带来并给予著述伦理学论著者,购买它们。但现在,正如已经谈到的,言论虽能够激励人们,并在趋向美善方面产生某种倾向,[…]他又补充说明了言论能够驱使谁去行符合德性的实践,即并非所有人,而是青年人中具自由心智者。他此处所说的「具自由心智者」,乃是指那些没有沦为奢靡与放纵的奴隶,而是由教师或亲属良好引导,并因这种公道的引导而顺从且极易被激发去行符合德性之实践的人。因此,言论能够激励青年中这样的人,以及伴随诸实践的他们那高尚且真正爱美、受德性掌控[或支配]的品性。他此处所说的「德性」,指的不是严格意义上的诸德性(即节制、勇敢、正义),而是他们在教师、父亲或某位亲属的引导下,由最善的教导与公道的抚育而在自身中形成的性情或品质。而「katakōchimon」一词既表示「充满」(例如「某人充满了智慧」),也表示「被把持和受支配」(例如「某人被诸德性把持」);它还表示「顺从与听话」,这正是他在此处赋予「katakōchimon」的含义,意谓已经变得受教且听话的品性能够遵从讲得好的言论。言论能够促使因德性(即因最卓越的教导)而成为这般样态的品性去付诸实践,并连同诸实践一道将其造就为高尚且爱美者,使之热爱美好事物并急于获得它们。因为受过教育且习惯于远离恶事的人,一旦听到引导走向良善的言论,就会奔向良善;但言论无力激励大众走向美善,因为他们是不顺从的。由于教养低下且对美的事物毫无概念,他们甚至无法容忍倾听劝勉他们走向美好事物的人,更谈不上遵从了。因为对于我们完全未知的事物,我们要么根本不会被引导过去,要么只能是在强迫之下。因此,受过良好教养的人〈在良好的教导下因知耻而顺从〉(因为他们对不遵从讲得好的言论以及不戒除恶事感到羞耻),而大众即使有时离开恶事并倾向于美好事物,也并非出于知耻而如此行事,而是出于恐惧或来自法律的惩罚。因为顺从激情生活的人是不知羞耻的;他们不知羞耻地追求充满激情且如兽类般的快乐,并且正如屡次指出的那样,逃避相反的痛苦。因为嗜酒者追求饮酒带来的快乐,逃避不饮酒带来的痛苦。概而言之,一切低下之人皆因对美的事物与真正快乐的事物的无知,而无节制地追求肉体快乐。至于符合德性的活动才是真正的快乐,这已经谈过无数次了。因此他说,对于如此恶劣地处于此种状态、无节制地追求激情快乐的人,绝无人能够通过言辞重塑他们,并消除其对低劣之物的倾向。因为要让长期被恶习掌控的人脱离恶德,即便不是不可能的,也是极其困难的。因为即便当一切条件齐备时——如端庄的抚养、高尚的教导、羞耻心、顺从——要分享德性也并非在各方面都是容易的,如果我们能获得德性就应当感到十分满意了,那么当一切相反的条件都具备时,又有什么办法能分享德性呢?

语法注3 条
  1. 9.64κατακώχιμον

    形容词 κατακώχιμος 通常表示被附身、被紧紧抓住或受支配的状态(源自 κατέχω),但正如注解者在此明确辨析的,它在此处被取作「顺从的、听话的」(ὑπεῖκον καὶ εὐπειθές)之意,在句中充当 ἦθος 的谓语性修饰语。

  2. 9.64κἂν ἀπιστῶσί ποτε τῶν κακῶν

    抄本中的 ἀπιστῶσι τῶν κακῶν 在句法上较为棘手,但结合后文与之形成鲜明对比的 νεύσωσι δὲ πρὸς τὰ καλά(倾向于美好事物),此处当理解为离开、拒斥恶事(相当于 ἀφίστασθαι)。它作为接续法从句,支配表示分离的属格 τῶν κακῶν。

  3. 9.64ὅπου γὰρ καὶ πάντων ὑπαρχόντων... ἀγαπῴημεν ἄν εἰ τῆς ἀρετῆς τύχοιμεν. καὶ τίς μηχανὴ πάντων τῶν ἐναντίων προσόντων μετασχεῖν αὐτῆς;

    ὅπου 用作引导前提或条件的连词(「在……情况下」)。其后接独立属格结构 πάντων ὑπαρχόντων(「即使一切条件齐备」),引向主句的潜在希求法归结句 ἀγαπῴημεν ἄν εἰ...(「如果……我们就当知足/满意」)。后半部分则以反问句 καὶ τίς μηχανὴ... 与相反的独立属格句 πάντων τῶν ἐναντίων προσόντων 形成鲜明的对比并置结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:605.18-606.29