← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§604.11-605.17

德性践行与转向政治学的必然性

注解者阐释了亚里士多德在德性论告一段落时转向践行活动的语境,指出德性的获得与幸福的实现离不开良好的城邦法律与教养,因此在《尼各马可伦理学》之后研读《政治学》与政体理论乃是必然的推进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.63

" Ἆρ’ οὖν εἰ περὶ τούτων καὶ τῶν ἀρετῶν, ἔτι δὲ περὶ φιλίας καὶ ἡδονῆς ἱκανῶς εἴρηται." Πληρώσας τὸν περὶ τὰς ἠθικὰς καὶ λογικὰς ἀρετὰς σύμπαντα λόγον διὰ τῶν προκειμένων λέξεων καὶ τῶν ἐχομένων αὐτοῦ, ἀναπείθειν ἡμᾶς πειρᾶται πρὸς τὴν κατ’ αὐτὰς ἐνέργειαν. οἱ γὰρ λόγοι μόνοι καὶ ἡ διὰ τῶν λεγομένων αὐτῶν γνῶσις μόνη οὔτε εὐδαίμονας οὔτε πολιτικοὺς οὔτε θεωρητικοὺς ἀποτελεῖν δύνανται, ἀλλὰ πάμπαν ἀδρανεῖς εἰσι καὶ ἀνίσχυροι· προτρέψασθαι μὲν γὰρ πρὸς τὰς πράξεις τοὺς ἐλευθερίους καὶ καλῶς τραφέντας καὶ ἀναχθέντας τῶν νέων ἰσχύουσιν, εἰς εὐδαιμονίαν δὲ ἀγαγεῖν καὶ τὴν ταύτης τεῦξιν ἀδυνατοῦσι. καλῶς δὲ τρέφονται καὶ ἀνάγονται οἱ ἐν ἀρίστῃ πόλει διάγοντες. τοιαύτη δ’ ἐστὶν ἡ νόμοις σπουδαιοτάτοις χρωμένη καὶ ἔθεσιν ἐπιεικέσι πολιτευομένη. εἰ δὲ τὸ τέλος τῶν ἀνθρωπίνων ἀγαθῶν τὸ ἄριστον τὸ εὐδαιμόνως ζῆν ἐστι, τοῦτο δὲ δίχα τῆς τῶν ἀρετῶν κτήσεως λαβεῖν ἀδύνατον, κτήσασθαι δὲ ταύτας καὶ ὅλως σπουδαῖον γενέσθαι οὐκ ἐνδέχεται τὸν ἐν πόλει διατρίβοντα μοχθηροῖς νόμοις καὶ ἔθεσι χρωμένῃ, εὔλογόν ἐστιν, ἵνα μὴ λέγωμεν ἀναγκαῖον, εἰπεῖν περὶ πολιτειῶν, τίνες τε ἡμάρτηνται καὶ τίνες ὀρθῶς πολιτεύονται καὶ τίς τῶν ὀρθῶς πολιτευομένων ἡ ἀρίστη καὶ τίνας ἔχειν νόμους δεῖ. ὁ μὲν οὖν σύμπας τῶν ἐντεῦθεν μέχρι τέλους τοῦ βιβλίου σκοπὸς καὶ ἡ προαίρεσις αὕτη, λέγω δὲ δεῖξαι, ὅτι ἀναγκαῖόν ἐστι μετὰ τὴν τῶν πασῶν ἀρετῶν πραγματείαν, 〈ἥτις ἐστὶν ἡ προκειμένη〉, πολιτείας τε γράψαι καὶ περὶ νόμων εἰπεῖν, ποῖοι ποίᾳ ἁρμόζουσι καὶ ποῖοι σώζειν αὐτὴν δύνανται καὶ ποῖοι φθείρειν, ὥστε δεῖ τὸν βουλόμενον τέλειον ἔσεσθαι τὴν ἀνθρωπίνην φιλοσοφίαν,1 ἤτοι πολιτικὸν εὐδαίμονα, μετὰ τὰ βιβλία ταῦτα τὰς πολιτείας αὐτοῦ ἐφεξῆς τούτοις οὔσας ἀναγινώσκειν. καὶ περὶ μὲν οὖν τούτων ταῦτα. τὰ δὲ τῶν λέξεων οὕτως ἂν ἔχοι. ἆρα, φησίν, ἐπειδὴ περὶ τῶν ἀρετῶν ἱκανῶς εἴρηται τοῖς τύποις, τουτέστι καθόλου καὶ ὡς ἀρχόμενος τοῦ βιβλίου εἶπε, παχυλῶς (ἐκ γὰρ τῶν ἐνδεχομένων καὶ ὡς ἐπὶ τὸ πολὺ τοὺς λόγους συνεπεραίνετο), ὑποληπτέον τέλος ἔχειν καὶ οὐδενὸς ἄλλου χρῄζομεν πρὸς τὸ εὐδαιμονῆσαι πλὴν τοῦ ἀναγνῶναι τὰ βιβλία, ἢ καθάπερ λέγεται, ὧν λόγων τὸ τέλος οὐκ ἔστι γνῶσις ψιλή,2 ὥσπερ τοῦ δεικνύντος ὅτι ὁ ἥλιος μείζων τῆς γῆς, ἀλλὰ πρᾶξις καὶ ποίησις, οὐκ ἀρκεῖ συνιέναι τῶν λεγομένων, ἀλλὰ καὶ τῶν πράξεων ἀντέχεσθαι καὶ τῶν ἔργων ἀνάγκη. εἰ οὖν καὶ ἐπὶ τῶν ἄλλων, ὧν τὸ τέλος οὐκ ἔστι ψιλὴ γνῶσις, ἀλλὰ πρᾶξις τοὺς λόγους αἱρούμεθα διὰ τὴν πρᾶξιν, τῶν δὲ περὶ ἀρετῆς λόγων τὸ τέλος πρᾶξίς ἐστι, πειρατέον πράττειν ὅσα ἡμῖν ὑφηγεῖται. τί γὰρ σεμνὸν τὸ γνῶναι, τί ἐστιν ἀνδρεία ἢ δικαιοσύνη, τῷ μὴ μέλλοντι τὰ ἀνδρεῖα καὶ δίκαια πράττειν; τὸ μὲν λεγόμενον τοιοῦτον. τὸ δὲ τῆς λέξεως, τὸ ἢ εἴπερ ἄλλως ἀγαθοὶ γινόμεθα,3 οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘εἰ μὲν ἀπὸ τῆς τῶν ἀρετῶν χρήσεως γινόμεθα ἀγαθοί, χρηστέον αὐταῖς, εἰ δέ τινα ἄλλον τρόπον, ἐκεῖνον ζητητέον· πάντως δὲ χρηστέον ἐκείνοις, δι’ ὧν ἀγαθοὶ ἐσόμεθα.’

「那么,如果关于这些事与诸德性,进而关于友爱与快乐,已经作了充分的论述。」 [亚里士多德]在完成了关于伦理德性与理性德性的整个言论之后,通过摆在我们面前的文句及其后相继的文句,试图劝说我们投身于依循这些德性的活动。因为单凭言论以及仅凭通过言论所获得的认识,既不能造就幸福者,也不能造就政治者或沉思者,而是完全迟钝且无力的;诚然,言论有能力激励青年中那些具自由心智、受过良好抚养与教育的人走向行动,但无法将他们引向幸福并使其获得幸福。而在最善城邦中生活的人,才能得到良好的抚养与教育。所谓这样的城邦,乃是运用最卓越的法律并依循公正的习俗而治理的城邦。如果人类诸善的终极目的这一最善之物乃是幸福地生活,而没有对德性的获得便不可能达到这一点,但在运用败坏法律与习俗的城邦中生活的人又不可能获得德性并全盘成为优秀之人,那么,即便不说必然,探讨诸政体亦是合乎情理的:哪些政体是有缺陷的,哪些政体治理得当,在治理得当者中哪一种是最善的,以及应当具备怎样的法律。因此,从此处直至本书结尾的全部旨趣与计划便在于此,我是说,在于指明在探讨了一切德性(即摆在面前的这一部论著)之后,必然要著述政体并论及法律:何种法律适合何种政体,何种法律能够保全政体,何种法律会败坏政体,从而使得凡期望在人类哲学上臻于完全的人,即政治上的幸福者,必须在这些卷册之后,研读他紧随其后的关于政体的著作。关于这些事,就谈这么多。 至于字句本身,则大致如下。他说:「难道因为关于诸德性已经在概略上——也就是说普遍地,并且如他在全书开端所说的那样粗略地(因为他是从可然的事物以及通常的情况中推导出言论的)——得到了充分的讨论,就当认为计划已经达成了终点,为了获得幸福除了读完这些书卷之外别无所求了吗?抑或如俗话所说,对于那些终极目的不在于纯粹认识(如指明太阳大于地球的论证),而在于实践与制作的言论而言,仅仅理解所说的内容并不足够,而是还必须坚持践履与行动?」因此,如果在终极目的不是纯粹认识而是实践的其他事情上,我们是为了实践而选取言论,且关于德性的言论其终极目的乃是实践,那么我们就必须努力践行向我们指示的一切。因为对于不打算行勇敢和正义之事的人而言,知晓什么是勇敢或正义又有何尊荣可言呢?所说的意思就是如此。而文句中的「抑或如果我们以其他方式成为善人」,其补充的方式就仿佛是在说:「如果我们因运用德性而成为善人,就应当运用它们;如果因某种其他方式,就应当寻求那种方式;无论如何都必须运用那些能使我们成为善人的手段。」

语法注3 条
  1. 9.63τέλειον ἔσεσθαι τὴν ἀνθρωπίνην φιλοσοφίαν

    τὴν ἀνθρωπίνην φιλοσοφίαν是关系宾格(限定宾格),用以限定述语形容词τέλειον的范围(「在人类哲学方面达到完全」),在此修饰不定式的主格性宾格主语τὸν βουλόμενον。

  2. 9.63ὧν λόγων τὸ τέλος οὐκ ἔστι γνῶσις ψιλή

    此处出现先行词并入关系从句(先行词同化)的句式。正常语序原为τούτων τῶν λόγων ὧν τὸ τέλος...,先行词名词λόγοι被吸收入关系分句中而写作ὧν λόγων,与后文主句的οὐκ ἀρκεῖ συνιέναι τῶν λεγομένων相呼应。

  3. 9.63τὸ ἢ εἴπερ ἄλλως ἀγαθοὶ γινόμεθα

    中性单数定冠词τὸ将亚里士多德原文中的整个引文短句(ἢ εἴπερ ἄλλως ἀγαθοὶ γινόμεθα)名词化,作为被动动词ἐπῆκται(「被补充加上」)的句法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:604.11-605.17