- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:603.6-604.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于过理智与沉思生活者相较于依循伦理德性者「最为神所喜爱」的结论(1179a22),厄斯特拉提奥斯论证并解释了人类理智如何通过活动上的相似性而与神相近,阐明了神化与认知光照的回报,并区分了政治的幸福与沉思的幸福。
" Ὁ δὲ κατὰ νοῦν ἐνεργῶν καὶ τοῦτον θεραπεύων καὶ διακείμενος ἄριστα καὶ θεοφιλέστατος ἔοικεν εἶναι." Θεοφιλέστατός ἐστιν ὃν φιλεῖ ὁ θεός· θεοφιλὴς γὰρ ὁ φίλος θεῷ. δείξας τὸν θεωρητικὸν εὐδαίμονα ἄριστον καὶ βέλτιστον καὶ αὐταρκέστατον καὶ τἄλλα ὅσα εἴρηται, δείκνυσιν αὐτὸν καὶ θεοφιλέστατον λέγων, εἰ ἐπιμελεῖται ἀνθρώπων τὸ θεῖον καὶ προνοεῖται τούτων, ὥσπερ δοκεῖ τοῖς ἀρίστοις κατὰ φιλοσοφίαν, καὶ δοκεῖ ἀληθεύειν, εὔλογόν ἐστι χαίρειν μάλιστα τῷ ἀρίστῳ καὶ συγγενεστάτῳ. τὸ δ’ ἄριστον καὶ συγγενέστατον τῷ θεῷ ὁ νοῦς ἡμῶν ἐστιν. ἐπιγηθεῖ μὲν γὰρ τὸ θεῖον πᾶσι τοῖς αὑτοῦ ποιήμασι καλοῖς οὖσι λίαν, μάλιστα δὲ τῷ νῷ ὡς συγγενεστάτῳ. συγγενὴς δ’ οὐ τὴν οὐσίαν ἀλλ’ ὡς δυνάμενος εἰς ἑαυτὸν νεύειν1 καὶ ὁρᾶν ἑαυτὸν καὶ διὰ τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς καὶ συννεύσεως ἀνατείνεσθαι πρὸς τὸ θεῖον τὸ φιλοῦν αὐτὸν καὶ ἐκθεοῦσθαι καὶ ὡς δυνατὸν ἐξομοιοῦσθαι. συγγενὴς τοίνυν ἐστὶν ὁ νοῦς ἑκάστου ἡμῶν τῷ θεῷ κατὰ τὴν τῆς ἐνεργείας ὁμοιότητα. κἀκεῖνος γὰρ ἑαυτὸν νοεῖ καὶ ἡμεῖς ἑαυτούς, ὅταν ὑπεράνω τῆς φαντασίας γενώμεθα. εἰ οὖν συγγενὴς ἡμῶν ὁ νοῦς τῷ θεῷ, εὔλογον ἀγαπᾶν τὸν θεὸν τοὺς ἀγαπῶντας καὶ τιμῶντας τὸ συγγενὲς αὐτοῦ καὶ ἀντευποιεῖν. ἀγαπᾷ δὲ τὸν συγγενῆ τοῦ θεοῦ νοῦν ὁ τὴν ὅλην ἀρετὴν ἐγκολπωσάμενος, φυγὼν τὰς πολυειδεῖς ὀρέξεις καὶ τὰς συντρόφους αἰσθήσεις ὡς τὴν διάνοιαν ἀπατώσας καὶ τὰς φαντασίας ὡς μορφωτικὰς καὶ ὡς μεριστὰς καὶ ὡς ποικιλίαν ἀμήχανον ὅσην ἐπεισαγούσας, ἀποστραφείς τε2 τὰς δόξας ὡς ποικίλας καὶ αὐτὰς καὶ εἰς τὰ ἐκτὸς φερομένας καὶ τῇ αἰσθήσει καὶ τῇ φαντασίᾳ συμμεμιγμένας (πᾶσα γὰρ δόξα μετ’ αἰσθήσεως ἀλόγου καὶ φαντασίας ἐνεργεῖ) ἀναδραμών τε εἰς ἐπιστήμην καὶ νοῦν, μετὰ δὲ ταύτην ἐπὶ τὴν νοερὰν ζωὴν καὶ τὰς ἁπλᾶς ἐπιβολάς, ἐν ᾧ γενόμενος τὰς ἐκεῖθεν ἐλλάμψεις εἰσδέχεται καὶ φωτὸς ἀχράντου πληροῦται. τίς δὲ ἡ ἀντευποιΐα, ἣν τὸ θεῖον ἀντευποιεῖ τοὺς θεραπεύοντας τὸν συγγενῆ νοῦν αὐτῷ; ἡ τρανοτέρα τοῦ φωτὸς ἔλλαμψις τῆς γνώσεως αὐτοῦ καὶ ἡ τελειοτέρα συναφὴ πρὸς αὐτὸ καὶ ἡ ἐποπτεία τῶν νοερῶν διακόσμων. 〈θεοφιλὴς ἄρα ὁ σοφός.〉 εἰ γὰρ ἡμεῖς φιλοῦμεν τοὺς ἀγαπῶντας τοὺς ἡμῶν παῖδας ἢ συγγενεῖς, πῶς οὐ δεῖ τὸν πανάγαθον θεὸν φιλεῖν τοὺς ἀγαπῶντας τὸ συγγενὲς αὐτῷ; εἰπὼν δὲ ὅτι θεοφιλής ἐστιν ὁ σοφὸς διὰ τὸ ἀγαπᾶν τὸ συγγενὲς αὐτοῦ, σαφηνίζων, τίς ἐστιν ἡ τιμὴ αὕτη καὶ ἀγάπη, ἐπήγαγε καὶ ὀρθῶς καὶ καλῶς πράττοντας,3 ὡς εἰ ἔλεγε ‘τὸ ἀγαπᾶν τὸν νοῦν οὐδέν ἐστιν ἕτερον εἰ μὴ τὸ εὐπραγεῖν καὶ κατὰ πάσας ἐνεργεῖν τὰς ἀρετάς, τὰς ἐν πράξει καὶ λόγῳ.’ ὅτι δὲ ταῦτα πάντα τῷ σοφῷ ὑπάρχει, οὐκ ἄδηλον. ταῦτα πάντα λέγει ὅσα περὶ εὐδαιμονίας εἶπε, τὸ αὔταρκες, τὸ ἄτρυτον, τὸ ἐπιμελεῖσθαι τοῦ οἰκείου νοῦ, τὸ θεοφιλὲς καὶ τἄλλα ὅσα εἴρηκε. ταῦτα δὴ ὑπάρξοι ἂν ἴσως καὶ τῷ πολιτικῷ εὐδαίμονι ζῶντι κατὰ τὴν ἠθικὴν ἀρετήν, ἀλλὰ μάλιστα καὶ ἀναντιρρήτως ὑπάρχει τῷ ζῶντι νοερῶς, ὥστε ὁ μὲν πολιτικὸς εἴη ἂν θεοφιλὴς καὶ εὐδαίμων, ὁ δὲ θεωρητικὸς θεοφιλέστατος καὶ εὐδαιμονέστατος.
「而依循理智而活动、关照理智且处于最好状态的人,似乎亦最为神所喜爱。」 最为神所喜爱者,即是神所爱之人;因为为神所喜爱者即是神的友人。在指明了沉思的幸福之人是最好的、最优秀的、最自足的以及所谈到的其他一切之后,[亚里士多德]又指明他亦是最为神所喜爱的,其论说如下:如果神性关顾人类并对其有所眷顾——正如哲学中最优秀之人所认为的那样,且此看法的确符合真理——,那么理所当然它最喜悦于最好的且与其最相近之物。而对神而言最好且最相近之物,便是我们的理智。因为神性固然喜悦于自身一切极尽美好的受造物,但尤为喜悦于理智,视其为最相近之物。然而所谓相近并非在本质上相近,而是指理智能够倾向于自身、注视自身,并通过向自身的复归与专注,伸展向爱它的神性,得以神化并尽可能与其同化。因此,我们每个人的理智在活动的相似性上与神相近;因为神思想自身,而当我们超越于表象之上时,我们亦思想自身。是以,如果我们的理智与神相近,那么神理所当然地喜爱并回报那些喜爱并尊崇与其相近之物的人。而那怀抱整体德性的人,喜爱与神相近的理智——他逃避了多态的欲望与作为相伴之物的诸感觉(因它们欺骗思考),逃避了表象(因它们赋予形状、具可分性且引入无可奈何之多的繁复性),并摒弃了思惑(因它们自身亦多样繁复、投向外在事物且与感觉和表象相掺杂;因为一切思惑皆伴随非理性感觉与表象而活动),跃升至科学知识与理智,进而跃升至理知生命与单纯的直观把握,身处于此中时便接纳来自彼处的照耀,充溢着无玷之光。那么,神性对那些关照与其相近之理智的人所作的回报是什么呢?那便是其认识之光的更明晰照耀、与它更完满的结合,以及对理知秩序世界的直观。〈因此智者为神所爱。〉因为倘若我们喜爱那些爱我们儿女或亲眷的人,至善的神岂能不喜爱那些爱与其相近之物的人?在指出智者因喜爱与其〔神〕相近之物而为神所爱之后,为了阐明这一尊崇与喜爱究竟为何,他又补充道「以及那些行事正确且美好的人」,仿佛在说「喜爱理智无非就是行善事并依循一切德性活动,包括践行中的德性与言论中的德性」。而这一切皆属于智者,乃是显而易见的。他所谓「这一切」,是指凡他论及幸福所谈到的:自足、不倦、关照自身固有的理智、为神所爱以及他所说的其他一切。这些确实或许亦会属于依循伦理德性而生活的政治的幸福之人,但尤为且无可争议地属于以理智方式生活的人;因此政治之人固然为神所爱且幸福,沉思之人则是最为神所爱且最为幸福的。
- 9.62συγγενὴς δ’ οὐ τὴν οὐσίαν ἀλλ’ ὡς δυνάμενος εἰς ἑαυτὸν νεύειν
宾格 τὴν οὐσίαν 为关系宾格(限制宾格),意为「并非在本质上[相近]」;与之相对的 ἀλλ’ ὡς δυνάμενος... 采用了 ὡς 搭配主格分词的结构,表示理由或方式(「作为能够……者」),与前句的主语 ὁ νοῦς 相一致。
- 9.62ἀγαπᾷ δὲ τὸν συγγενῆ τοῦ θεοῦ νοῦν ὁ τὴν ὅλην ἀρετὴν ἐγκολπωσάμενος, φυγὼν ... ἀποστραφείς τε ... ἀναδραμών τε ...
主句的主干为倒装结构:动词(ἀγαπᾷ)+ 宾语(τὸν συγγενῆ τοῦ θεοῦ νοῦν)+ 主语(ὁ ... ἐγκολπωσάμενος)。主语后连续并列的不定过去时分词(φυγών, ἀποστραφείς, ἀναδραμών)修饰该主语,层层递进地描述了心灵摆脱欲望和表象、跃升至纯粹理智直观的过程。
- 9.62ἐπήγαγε καὶ ὀρθῶς καὶ καλῶς πράττοντας
动词 ἐπήγαγε 后直接引述了亚里士多德原文(1179a29)中的短语 καὶ ὀρθῶς καὶ καλῶς πράττοντας 作为宾语,在句法上对应上文中表示神性回报对象的宾格结构(τοὺς θεραπεύοντας...)。
