- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:602.5-603.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌斯阐释了亚里士多德援引阿那克萨戈拉的言行以增强论证确信力的做法,并指出理论言论的真实性最终须由行为是否与言辞相符来检验。
" Ἔοικε δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαμβάνειν τὸν εὐδαίμονα." Ἔθος Ἀριστοτέλει μετὰ τὰς ἀποδείξεις εἰς πλείονα πίστιν τῶν πραγμάτων ἐπάγειν καὶ τὰς τῶν σοφῶν δόξας καὶ τὰς τῶν πολλῶν αὐτοφυεῖς συγκαταθέσεις. ὅταν γὰρ ταῖς περί τινων ἐπιχειρήσεσι συμφωνῶσι καὶ αἱ τῶν σοφῶν περὶ ἐκεῖνα δόξαι καὶ αἱ τῶν πολλῶν φῆμαι, παναληθῆ τὰ συναγόμενα ὑπὲρ τῆς ἐκείνων συστάσεώς εἰσι. δείξας οὖν ὅτι οὐκ ἐν πλήθει καὶ μεγέθει τῶν ἐκτὸς ἀγαθῶν ἐστι τὸ εὐδαιμονεῖν, ἀλλ’ ἐν τῇ πρὸς θεὸν ἐγγύτητι, ἐπήγαγε πρὸς πλείω πειθῶ καὶ τὰς τῶν σοφῶν δόξας, τόν τε Σόλωνα καὶ τὸν Ἀναξαγόραν. λέγει δὲ ὁ Ἀναξαγόρας μηδὲν εἶναι θαυμαστόν, εἰ τοῖς πολλοῖς ἄτοπος καὶ κακοδαίμων νομίζομαι.1 κακοδαίμονα γὰρ τὸν Ἀναξαγόραν οἱ πολλοὶ ἐκάλουν ὡς μὴ πολλῶν εὐποροῦντα, καίτοι πλουσιώτατον ὄντα τὴν θεωρίαν καὶ τῷ ὄντι εὐδαιμονέστατον. ἀλλ’ οἱ πολλοὶ ἐπισφαλῶς 〈τὴν εὐδαιμονίαν〉 ἐν τῷ πλήθει τῶν χρημάτων τιθέμενοι, τὸν δ’ Ἀναξαγόραν ὁρῶντες μέτρια κεκτημένον, κακοδαίμονα καὶ ἄτοπόν τινα ἐδυσφήμουν. οὐ δεῖ, φησίν, ὁ Ἀναξαγόρας, θαυμάζειν, ὅτι με οἱ πολλοὶ κακοδαίμονα κρίνουσι. κρίνουσι γὰρ τοὺς εὐδαίμονας τοῖς ἐκτὸς ἀγαθοῖς, ἀνεπαίσθητοι τῶν ὄντως ἀγαθῶν ὄντες. ταῦτα εἰπὼν λέγει, ὅτι αἱ τῶν σοφῶν περὶ εὐδαιμονίας δόξαι τοῦ τε Σόλωνος καὶ Ἀναξαγόρου σύμφωνοί εἰσι τοῖς ἐμοῖς λόγοις, τοῖς λέγουσι μὴ ἐν πλήθει καὶ μεγέθει τῶν ἐκτὸς εἶναι τὸ εὐδαιμονεῖν μηδ’ ἀπὸ τούτων δεῖν κρίνειν τὸν εὐδαίμονα ἀλλ’ ἀπὸ τῆς ὅλης ἀρετῆς χαρακτηρίζειν αὐτόν. πίστιν μὲν οὖν καὶ τὰ τοιαῦτα ἔχει τινά. τοιαῦτα λέγει τούς τε κατασκευάζοντας λόγους, ὅτι οὐκ ἔστιν εὐδαιμόνως ζῆν ἐν τῷ ἄρχειν ἐθνῶν καὶ πόλεων πολλῶν καὶ θαλάσσης ἀπλέτου, ἀλλ’ ἐν τῷ μέτρια κεκτῆσθαι, πράττειν δὲ τὰ κάλλιστα καὶ βέλτιστα. τούς τε οὖν λόγους τούτους λέγει τοιαῦτα καὶ τὰς τῶν σοφῶν δόξας. ἔχουσι μὲν δή, φησί, καὶ οἱ λόγοι καὶ αἱ δόξαι τῶν σοφῶν τὸ πιθανόν, τὸ δ’ ἀληθὲς ἀπὸ τῶν ἔργων ἐν τοῖς πρακτοῖς κρίνεται. εἰ γάρ τις λέγει εὐδαίμονα τὸν μέτρια κεκτημένον καὶ τὰ ἄριστα μεταδιώκοντα καὶ λέγων μηδέν τι πλέον ἔχει τῶν ἀναγκαίων, πράττει τε τὰ κάλλιστα καὶ βέλτιστα καὶ τῆς θεωρίας ὁλικῶς ἀντέχεται, πείθεσθαι δεῖ τούτῳ καὶ ἀληθέστατον καὶ αὐτὸν καὶ τοὺς λόγους αὐτοῦ λέγειν· εἰ δὲ λέγει μὲν οὕτω, πράττει δὲ τἀναντία ὧν λέγει, συνάγων πάντοθεν χρυσὸν καὶ ἄργυρον καὶ λοιπὴν ἄλλην κτῆσιν, ψεύστην τὸν τοιοῦτον καὶ γόητα ἀποφαίνεσθαι2 ὡς μὴ συμφωνούντων ὧν λέγει οἷς πράττει. ἡ μὲν οὖν τῶν λεγομένων δύναμις αὕτη· τὸ δὲ λόγους ὑποληπτέον3 ταὐτόν ἐστι τῷ φωνὰς ὑποληπτέον κενὰς εἰς ἀέρα χεθείσας, μᾶλλον δὲ εἰ χρὴ σαφέστερον εἰπεῖν, ψόφους ἀνάρθρους καὶ παντάπασιν ἀσήμους.
「阿那克萨戈拉似乎亦不认为幸福之人是富人或权贵。」 亚里士多德习惯在证明之后,为了使论题获得更大的确信,亦引入智者们的意见与大众自发的认同。因为每当关于某些事物的智者们的意见以及大众的传言与针对这些事物的论证相契合时,为确立它们而得出的推论便完全真实。因此,在指明了幸福不在于外在善物的众多与庞大,而在于与神的接近之后,为了更大的说服力,他又引入了智者们的意见,即梭伦与阿那克萨戈拉的意见。而阿那克萨戈拉说,如果在大众看来我是怪异且不幸的,那决没有什么值得惊异的。因为大众称阿那克萨戈拉为不幸者,乃因他不拥有充裕的物品,尽管他在沉思上最为富足且真正最为幸福。然而大众危险地将[幸福]置于财富的众多之中,看到阿那克萨戈拉占有适度之物,便诽谤他为不幸且怪异之人。「毋须惊异」,阿那克萨戈拉说,「大众断定我是不幸的;因为他们对真正真实的善物毫无感觉,只凭外在善物来断定幸福之人。」在说了这些之后,[亚里士多德]说,智者们关于幸福的意见,即梭伦与阿那克萨戈拉的意见,与我的论证是契合的——这些论证表明幸福不在于外在事物的众多与庞大,亦不应当依据这些来断定幸福之人,而应当依据整体德性来表征他。「由此,此类事物亦具有某种确信。」他所谓「此类事物」,是指那些确立「幸福地生活不在于统治许多民族、城邦以及无垠的大海,而在于占有中等财富并行践最美好、最优秀之事」的论证;因此他将这些论证以及智者们的意见皆称为「此类事物」。「确实」,他说,「论证与智者们的意见固然具有可信性,但在实践事务中真理乃是由行为来评判的。」因为如果有人称占有适度之物并追求最优秀事物的人为幸福,且言说者本人除必需品外一无所有,并践行最美好、最优秀之事,完全专注于沉思,那么就应当相信此人,并宣称他本人及其言论皆最为真实;但如果他虽然如此言说,却行其所言的对立之事,从各处聚敛金银及其他产业,那么就应当宣告这样的人为骗子和术士,因为其所言并不与其所行相契合。因此,所言之事的要旨即是如此。而「应当被视为空话」无异于「应当被视为倾注于空中的空洞发声」,或者更确切地说,「应当被视为毫不成音节且全然无意义的噪音」。
- 9.61λέγει δὲ ὁ Ἀναξαγόρας μηδὲν εἶναι θαυμαστόν, εἰ τοῖς πολλοῖς ἄτοπος καὶ κακοδαίμων νομίζομαι
此结构由间接引语的不定式 μηδὲν εἶναι θαυμαστόν 转向条件从句中第一人称直陈式 νομίζομαι(直接引语)。应将其理解为生动意译阿那克萨戈拉原话的混合引语现象。
- 9.61ψεύστην τὸν τοιοῦτον καὶ γόητα ἀποφαίνεσθαι
不定式 ἀποφαίνεσθαι 既可视为接续前文 δεῖ 的支配(πείθεσθαι δεῖ... καὶ λέγειν),亦可视为表示规范的祈使性/规范性不定式。全语言统一处理为「应当宣告……」之规范性结论。
- 9.61τὸ δὲ λόγους ὑποληπτέον
中性单数定冠词 τὸ 将亚里士多德原文(1179a21)中的短语 λόγους ὑποληπτέον(「应当被视为空话」)整体名词化,作为主语引导 ταὐτόν ἐστι τῷ...(「与……相同」)。
