← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§601.3-602.4

沉思生活所需的适度外在顺境

欧斯特拉提乌斯注解了亚里士多德在《尼各马可伦理学》第十卷第八章(1178b33)中关于过沉思生活之人亦需要适度外在顺境的论述,阐明了维持身体所需的限度、过度财富的非必要性、中等资财的平民践行德性的能力以及梭伦证言的意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.60

" Δεήσει δὲ καὶ τῆς ἐκτὸς εὐημερίας ἀνθρώπῳ ὄντι." Πολλάκις ἐπισημαίνεται τοῦτο διά τε τὸν Πλάτωνα μὴ δεῖσθαι ὅλως λέγοντά τινος τὸν ὡς ἀληθῶς καὶ μὴ κατὰ συμβεβηκὸς εὐδαίμονα καὶ διὰ τὸ ῥευστὸν καὶ εὐπαθὲς τοῦ σώματος ἡμῶν· δεῖται γὰρ ὑγιαίνειν. τίς γὰρ νοσῶν καὶ ὑπὸ τῆς νόσου σφόδρα ἐνοχλούμενος δύναται σχολάζειν; δεῖται δὲ καὶ τροφῆς. οὐ γάρ ἐστιν ἁπλοῦν ἡμῶν τὸ σῶμα. καὶ εἴρηταί μοι περὶ τούτων τὰ δέοντα πρότερον, καὶ οὐ δεῖ πάλιν μηκύνειν. λέγει δ’ ἐκτὸς εὐημερίας οὐ τὸ πλῆθος τῶν δούλων καὶ χρημάτων καὶ κτημάτων πολλοὺς ἀριθμούς, ἀλλ’ εὐημερίαν λέγει τὴν ὑγείαν καὶ τὴν τῶν ἀναγκαίων εὐπορίαν καὶ τούτων τοσούτῳ, ὅσῳ ἀνθρωπεύεσθαι.1 οὐ μήν, φησί, πολλῶν καὶ μεγάλων. εἰ μὲν γὰρ ἀδύνατον ἦν εὐδαιμόνως ζῆν δίχα τοῦ πλήθους καὶ μεγέθους τῶν ἐκτὸς ἀγαθῶν, ἔδει ἂν αὐτῷ τῶν τοιούτων, ἐπεὶ δὲ καὶ χωρὶς τῆς τούτων ὑπερβολῆς δύναται μακαρίως ζῆν, οὐ πολλῶν αὐτῷ τούτων χρεία. οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τὸ αὔταρκες οὐδ’ ἡ κρίσις, τουτέστιν οὐδὲ τὴν αὐτάρκειαν δεῖ κρίνειν ἐκ τῆς τῶν χρημάτων ὑπερβολῆς.2 ἐπισφαλῶς γὰρ καὶ ἡμαρτημένως κρίνει ὁ λέγων, ὅτι αὐτάρκης ἐστὶν ὁ πάνυ πολὺν πλοῦτον περιβεβλημένος. οὐδ’ εὐδαιμονικὰς πράξεις δεῖ λέγειν τὰς ἀπὸ τῶν πλῆθος ἐχόντων πλούτου πραττομένας· δυνατὸν γὰρ καὶ τοῖς ὀλίγοις καλῶς χρῆσθαι καὶ ἀπὸ ὀλίγων πράττειν τὰ καλά, καὶ μάλιστα τὰς ἀρίστας ἐνεργεῖν ἐνεργείας τοῦ νοῦ. ὅτι δὲ καὶ ἀπὸ τῶν μετρίων δύναταί τις πράττειν τὰ καλά, δῆλον· οἱ γὰρ ἰδιῶται (οὗτοι δ’ εἰσὶν οἱ τὰ μέτρια κεκτημένοι καὶ μὴ δυναστεύοντες μηδ’ ἀρχὰς ἔχοντες) μᾶλλον πράττουσι τὰ ἐπιεικῆ τῶν δυναστῶν καὶ πλουσίων. μᾶλλον γὰρ ξενοδοχοῦσι καὶ πενήτων ἐπιμελοῦνται καὶ ναοῖς ἐνασχολοῦνται καὶ μᾶλλον τὰ τῶν ἐλευθερίων ἐνεργοῦσιν. εἰ δὲ οὗτοι, πολλῷ μᾶλλον ὁ θεωρητικὸς εὐδαίμων καὶ νοερῶς ζήσεται μέτρια κεκτημένος καὶ τὰ κατ’ ἀρετὴν ἀπὸ τούτων πράξει, ἐπειδὰν ἀνθρωπεύηται. ἱκανὸν οὖν, φησί, τοσαῦθ’ ὑπάρχειν, τουτέστιν ἱκανόν ἐστι τῷ εὐδαίμονι τοσαῦτα ὑπάρχειν αὐτῷ. ἀρκεῖ γὰρ αὐτῷ ἡ τῶν μετρίων ὕπαρξις. δύναται γὰρ πράττειν τὰ κάλλιστα καὶ ἀπ’ αὐτῶν οὐκ ἀφαιρεθήσεται διὰ τὴν ὀλιγότητα τὸ μακάριον, ὅτι μηδ’ ἐν πλήθει ἡ μακαριότης ὁρίζεται. ὅτι δὲ οὐκ ἐν πλήθει καὶ μεγέθει τῶν ἐκτὸς ἀγαθῶν τὸ εὐδαιμόνως ζῆν ἐστιν ἀλλ’ ἐν τῇ ἐπιεικεῖ τούτων χρήσει, καὶ πολλῶν καὶ ὀλίγων ὄντων, μαρτύρεται καὶ τὸν Σόλωνα λέγοντα εὐδαίμονα οὐ τὸν πολλῶν καὶ μεγάλων εὐποροῦντα ἀλλὰ τὸν ἐν ἀμφοτέροις ὄντα, τῷ τε μέτρια κεκτῆσθαι καὶ πράττειν τὰ κάλλιστα καὶ ζῶντα σωφρόνως.3 εἶπε δὲ τὸ σωφρόνως ἀντὶ τοῦ καὶ κατὰ πάσας ζῶντα τὰς ἀρετάς.

「但作为人,亦将需要外在的顺境。」 他屡次指出这一点,既是因为柏拉图声称真正且非按偶然属性而幸福的人完全不需要任何事物,也是由于我们身体的流动性与易受影响的性质;因为身体需要保持健康。实则,有谁在患病且深受疾病困扰时还能享有闲暇?身体亦需要食物;因为我们的身体并非单纯的。关于这些事情,我此前已陈述了应言之物,毋须再度赘述。他所谓「外在的顺境」,并非指奴仆的众多与财富以及大批的产业,而是以「顺境」指健康以及生活必需品的充足,且这些必需品只需达到足以作为人而生活的分量即可。「但决非」,他说,「需要众多而庞大的事物」。因为如果离开外在善物的众多与庞大便不可能幸福地生活,他本来会需要此类事物;但既然即使没有这些事物的过度充裕亦能够至福地生活,他便不需要许多此类事物。「因为自足不在于过度,判断亦非如此」,这就是说,亦不应当根据财富的过度来判断自足。因为凡断言被极其丰厚之财富所包围的人是自足者,其判断乃是危险且错误的。亦不应当将那些由拥有众多财富之人所实行的行为称为带来幸福的行为;因为即便善用微少之物,并且凭借微少之物去践行高尚之事,尤其是去实现理智的最优秀活动,亦是可能的。而一个人凭借中等之物亦能践行高尚之事,这一点显而易见;因为平民(即那些占有中等财富、既无威权亦不掌官职之人)比权贵与富人更多地践行公正宽厚之事。因为他们更多地款待宾客,关照穷人,尽心于神庙,并更多地践行慷慨自由之士的行为。如果这些[平民]尚且如此,那么沉思的幸福之人当其拥有中等财富时,就更加能够以理知方式生活,并在其作为人而行事时凭借这些条件践行合乎德性的行为了。「因此」,他说,「具备如此多的事物便已足够」,这就是说,对于幸福之人而言,自身具备如此多的事物便已充足。因为占有适度之物已足以供其所需;因为他能够践行最美好的事情,且至福不会因其微少而被剥夺,因为至福亦不在于众多之中被界定。至于幸福地生活不在于外在善物的众多与庞大,而在于对它们公正宽厚的使用(无论这些善物是多是少),他还引证了梭伦的话作为佐证;梭伦称幸福之人并非拥有众多且庞大善物者,而是处于两者之中——即占有中等财富与践行最美好之事——且节制地生活之人。而他说「节制地」,乃是用来代替说「并且按照一切德性生活」。

语法注3 条
  1. 9.60τούτων τοσούτῳ, ὅσῳ ἀνθρωπεύεσθαι

    表示程度差异的与格 τοσούτῳ, ὅσῳ 与动词不定式 ἀνθρωπεύεσθαι 连用,表示范围与程度的结果限定,意为“在这些[必需品]中,仅限于足以作为人生活的分量”。

  2. 9.60οὐδ’ ἡ κρίσις, τουτέστιν οὐδὲ τὴν αὐτάρκειαν δεῖ κρίνειν ἐκ τῆς τῶν χρημάτων ὑπερβολῆς

    针对亚里士多德原文(1179a1)中极为简略的短语 οὐδ’ ἡ κρίσις,欧斯特拉提乌斯在随后的 τουτέστιν 分句中将其转述为“亦不应当根据财富的过度来判断自足”。由此可见,他将 κρίσις 视为主体在认识与评估自足构成时的“判断”。

  3. 9.60τῷ τε μέτρια κεκτῆσθαι καὶ πράττειν τὰ κάλλιστα καὶ ζῶντα σωφρόνως

    并列结构中的破格现象(anacoluthon):在说明前文的 ἐν ἀμφοτέροις ὄντα 时,先使用了两个带冠词的与格不定式短语(τῷ τε μέτρια κεκτῆσθαι καὶ πράττειν),随后转而接续宾格分词 καὶ ζῶντα σωφρόνως,后者在性数格上与前面的支配宾语 τὸν ... ὄντα 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:601.3-602.4