← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§600.1-601.2

沉思的持续性与幸福的本质关联

厄斯特拉提奥斯解释了亚里士多德关于「诸神的整个生命皆是至福,而人唯在具有沉思之相似物的范围内才享有至福」的说法,阐明沉思与幸福的持续时间是重合的,并对幸福「不是按偶然属性,而是按照沉思」这一表述提出了两种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.59

" Τοῖς μὲν γὰρ θεοῖς ἅπας ὁ βίος μακάριος, τοῖς δ’ ἀνθρώποις, ἐφ’ ὅσον ὁμοίωμά τι." Εἰ τὸ μακάριον ἐν θεωρίᾳ καὶ γνώσει τῶν ἀρίστων ἐστὶ τοῖς μὲν ἐνδελεχῶς ἀεὶ θεωροῦσι, μακάριος ἀεὶ ἐνεργείᾳ ἅπας ὁ βίος,1 τοῖς δ’ ἀνθρώποις, ὅτε μὲν ἐνεργοῦσι, μακάριος ἐνεργείᾳ, ὅτε δὲ μὴ θεωροῦσι δυνάμει μακάριος. τὸ δὲ ἐφ’ ὅσον ὁμοίωμά τι τῆς τοιαύτης ἐνεργείας τοιοῦτον ἄν εἴη. νοεῖ τὸ θεῖον ἑαυτὸ καὶ ἔχει ἑαυτό· τὸ γὰρ νοούμενον ἔχεται ὑπὸ τοῦ νοοῦντος καὶ ἔστιν αὐτὸ τὸ νοοῦν καὶ νοούμενον καὶ ἔχον καὶ ἐχόμενον. νοεῖ δ’ αὐτὸ καὶ ἔχει καὶ ὁ θεωρητικὸς εὐδαίμων, ὁ ἤδη θεωρῶν καὶ ἤδη ἐνεργῶν, ἀλλ’ οὐχ ὡσαύτως. οὐ γὰρ ὥσπερ νοεῖ τὸ θεῖον ἑαυτὸ οὕτω καὶ ὁ θεωρητικὸς ἀντιλαμβάνεται αὐτοῦ καὶ νοεῖ αὐτό, ὥστε ἡ νόησις καὶ ἡ κατάληψις τοῦ θεωρητικοῦ εὐδαίμονος ὁμοίωμά τι καὶ ἴνδαλμά ἐστι τῆς τοῦ θεοῦ νοήσεως, καθ’ ἣν νοεῖ ἑαυτόν. εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τὸ μακάριον τοῦ θεωρητικοῦ εὐδαίμονος ὅμοιόν τι τῇ τοῦ θεοῦ μακαριότητι, ἀλλ’ οὐ ταὐτόν. ἐφ’ ὅσον δὴ διατείνει ἡ θεωρία, καὶ εὐδαιμονία. ἢ τὸ λεγόμενόν ἐστιν, ὅτι ὅσα τῶν ζῴων ἔλλογά ἐστι καὶ νοῦς ἐστιν ἐν αὐτοῖς δυνάμενος νοερῶς ζῆν, ταῦτα καὶ εὐδαιμονεῖν δύναται τὴν θεωρητικὴν εὐδαιμονίαν, ὅσα δὲ τοῦ τοιούτου νοῦ ἐστέρηται, ἀδύνατον τὴν θεωρητικὴν εὐδαιμονίαν εὐδαιμονεῖν, ἢ λέγοι ἂν ὅτι ἐπίσης ἐστὶν ἡ θεωρία καὶ ἡ εὐδαιμονία, καὶ διὰ τοῦτο ἐφ’ ὅσον ἂν χρόνον διατείνῃ ἡ ἐνέργεια, τοσοῦτον καὶ ἡ εὐδαιμονία. εἰ γὰρ σύνδρομός ἐστιν ἡ εὐδαιμονία τῇ ἐνεργείᾳ, εἰ ἓξ ὡρῶν, εἰ τύχοι, ἐστὶν ἡ ἐνέργεια, τοσούτων ἔσται καὶ ἡ εὐδαιμονία καὶ οὔτε πλειόνων οὔτε ἐλαττόνων. ὥστε τοῖς μὲν ἀεὶ ἐνεργοῦσι συναίδιον ἔσται καὶ τὸ εὐδαιμονεῖν τῇ ἀϊδίῳ ἐνεργείᾳ, τοῖς δ’ ἄλλοις, ὅσος ἄν εἴη ὁ χρόνος ἐν ᾧ ἐνεργοῦσι, τοσαύτη ἔσται καὶ ἡ εὐδαιμονία, οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατὰ θεωρίαν,2 ἄλλο τι σημαινόμενον τοῦ κατὰ συμβεβηκὸς διὰ τούτων ἡμῖν παραδούς. σημαίνοι δ’ ἂν τὸ συμβεβηκὸς τοῦτο τὸ ἀτελές· καὶ εἴη ἂν τὸ λεγόμενον, οὐ κατὰ τὴν ἀτελῆ εὐδαιμονίαν, τὴν πολιτικὴν ἢ τὴν ἐν παιδιᾷ τοῖς δυνάσταις καὶ τυράννοις καὶ τοῖς τοιούτοις εὐδαιμονιζομένοις ὁριζομένην ἀλλὰ κατὰ τὴν θεωρίαν, ἤτοι τὴν ἁπλῶς καὶ κυρίως εὐδαιμονίαν. ἢ λέγοι ἂν οὐ κατὰ συμβεβηκὸς ἀντὶ τοῦ ‘οὐ δι’ ἄλλο τι ἔσονται εὐδαίμονες, ἀλλὰ δι’ αὐτὴν τὴν θεωρίαν καὶ τὴν περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα διατριβήν’. ὡς γὰρ ὁ στεφανωθεὶς διὰ τὴν τοῦ πατρὸς ἀρετὴν ἢ δημοσίας τυχὼν τροφῆς οὐ δι’ ἑαυτὸν ἔτυχε τῆς τιμῆς, ἀλλὰ διὰ τὸν πατέρα καὶ κατὰ συμβεβηκός, ὁ δὲ ἀριστεύσας καὶ στεφάνου τυχὼν δι’ ἑαυτὸν ἐστεφάνωτο καὶ οὐ κατὰ συμβεβηκός, οἷον διὰ τὸ υἱὸν εἶναι ἀριστεύσαντα, οὕτω καὶ ἡ θεωρία καθ’ αὑτήν ἐστιν εὐδαιμονία καὶ ὁ θεωρητικὸς κατὰ ταύτην εὐδαίμων, ἀλλ’ οὐ δι’ εὐγένειαν ἢ πλοῦτον ἤ τι τοιοῦτον.

「因为对诸神而言,整个生命都是至福的,但对人而言,则仅限于存在[这种活动的]某种相似物的范围。」 如果至福在于对最优秀之物的沉思与认识,那么对于那些不间断地始终沉思者而言,其整个生命在现实活动中始终是至福的;但对于人而言,在他们处于现实活动中时,在现实活动中是至福的,而在不进行沉思时,则在潜能上是至福的。而「仅限于存在这种活动的某种相似物」,其意当指如下情况:神性知解自身并拥有自身;因为被知解者为知解者所拥有,且知解者与被知解者、拥有者与被拥有者乃是同一的。而沉思的幸福之人,即已经在沉思且已经在活动的沉思者,亦知解并拥有神性,但并非以同样的方式。因为沉思者把握并知解神性的方式,并不像神性知解自身那样;以至于沉思的幸福之人的知解与领悟,乃是神知解自身所依据的神之知解的某种相似物与摹像。若果真如此,显而易见,沉思的幸福之人的至福亦与神的至福相似,但并非同一。「确实,沉思延伸到多大范围,幸福亦[延伸到多大范围]。」所言之意,要么是指凡具备理性且其内有能以理知方式生活的理智的动物,这些动物亦能够享有沉思的幸福,而凡被剥夺了这种理智的动物,便不可能享有沉思的幸福;要么他是指沉思与幸福是同等并存的,正因如此,活动延伸多长时间,幸福亦延伸相应的时间。因为如果幸福是与活动相伴随的,设若活动持续六个小时,幸福亦将持续同样的时间,既不多也不少。因此,对于那些始终处于活动之中的存在者而言,享有幸福与其永恒的活动将是共永恒的;而对于其余的存在者而言,无论其活动的时间有多久,幸福亦将有相应的大小,「不是按偶然属性,而是按照沉思」,他通过这些词句向我们传达了「按偶然属性」的另一种含义。这「偶然的」可以指「不完全的」;所言之事将是指:不是按照不完全的幸福——即政治的幸福,或在权贵、僭主以及被视为幸福的此类人中在嬉戏中所界定的幸福——而是按照沉思,即绝对且本真意义上的幸福。或者,他说「不是按偶然属性」乃是用来代替说「他们不会因任何别的事物而幸福,而是因沉思本身以及对始终保持同一状态之物的从事而幸福」。因为正如因父亲的德性而获得花冠或获得公款供养的人,并非因自身而获得这一荣耀,而是因其父亲且按偶然属性获得的;相反,建立了英勇功勋并获得花冠的人,是因自身而受冠的,并非按偶然属性(例如并非因为是立功者的儿子),同样,沉思就其自身而言即是幸福,沉思者按照沉思而享有幸福,而不是因出身高贵、财富或任何此类事物。

语法注2 条
  1. 9.59Εἰ τὸ μακάριον ἐν θεωρίᾳ καὶ γνώσει τῶν ἀρίστων ἐστὶ τοῖς μὲν ἐνδελεχῶς ἀεὶ θεωροῦσι, μακάριος ἀεὶ ἐνεργείᾳ ἅπας ὁ βίος

    条件句的句法结构。条件从句为 εἰ τὸ μακάριον ἐν θεωρίᾳ καὶ γνώσει τῶν ἀρίστων ἐστί,而主句则由对比结构 τοῖς μὲν ἐνδελεχῶς ἀεὶ θεωροῦσι, [ἐστὶ] μακάριος ἀεὶ ἐνεργείᾳ ἅπας ὁ βίος, τοῖς δ’ ἀνθρώποις... 构成。主句的两个肢中均省略了系词 ἐστί,与格 τοῖς μὲν... / τοῖς δέ... 起所属或关涉与格的作用。

  2. 9.59οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατὰ θεωρίαν

    引自亚里士多德原文(1178b28)的短语及其句法位置。它作为状语短语修饰前句的 τοσαύτη ἔσται καὶ ἡ εὐδαιμονία。注解者随后分别以 σημαίνοι δ’ ἂν τὸ συμβεβηκὸς τοῦτο τὸ ἀτελές... 与 ἢ λέγοι ἂν οὐ κατὰ συμβεβηκὸς ἀντὶ τοῦ... 引入了两种并列解释(即排除不完全的幸福,或排除外在的偶然原因)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:600.1-601.2