- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:59.8-60.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将健康视为幸福条件的观点,作者提出了严酷苦修的具德之人何以能够幸福的疑难,并通过政治生活(适度情感)与沉思生活(无情状态)这两种生活方式的差异化解了这一难题。
χρήσιμον γὰρ τῇ ψυχῇ πρὸς τὸ μὴ ἐμποδίζεσθαι δι’ ἀσθένειαν τῆς σαρκὸς πράττειν τὰ ἐπαινετά, ἢ καὶ πρὸς τὴν εὐδαιμονίαν αὐτήν, ἵνα μὴ λυμαίνηται τὸ μακάριον, κακῶς τοῦ τῇ ψυχῇ συζυγοῦς ὀργάνου διακειμένου. ἀπορήσειε δ’ ἄν τις, εἰ ὥσπερ ἀναπληροῖ τὴν εὐδαιμονίαν ἡ ὑγίεια, ἅτε κατὰ φύσιν καὶ ἀγαθὸν οὖσα, ὡς τὴν ὁλοκληρίαν ἐμποδίζεσθαι τῆς μακαριότητος ἐν ταῖς νόσοις τινὸς τῶν κατὰ φύσιν ἐστερημένου, πῶς εὕρηνται1 τῶν ἀρετῆς ἀντιποιηθέντων πολλοὶ σφοδρὰν κακουχίαν τοῖς ἑαυτῶν ἐπιτηδεύσαντες σώμασιν, ὡς καὶ νοσεῖν καὶ ἀλγεῖν καὶ πληγὰς φέρειν καὶ ὀδωδέναι τοῖς ἕλκεσιν; ἢ γὰρ οὐκ ἔστιν εὐδαιμονεῖν αὐτοὺς οὕτως ἔχοντας ἢ ψευδὲς τὸ οὕτως λέγειν τὴν ὑγίειαν εἰς εὐδαιμονίαν συμβάλλεσθαι. λύεται δὲ ἡ ἀπορία ἐκ τῆς τῶν βίων διαφορᾶς τοῦ πολιτικοῦ καὶ καθαρτικοῦ, ἤτοι θεωρητικοῦ. ὡς γὰρ αἱ ἀρεταὶ ἄλλως καὶ ἄλλως ἑκατέρῳ τούτων ἐφαρμόζουσιν, ὡς εἶναι τὰς μὲν μετριοπαθείας, τὰς δ’ ἀπαθείας, οὕτω καὶ τὸ εὔδαιμον καὶ μακάριον ἄλλως μὲν τῷ πολιτικῷ, ἄλλως δὲ τῷ θεωρητικῷ ἐφαρμόσει, ὡς εἶναι τῷ μὲν μετριοπάθειαν καὶ μόνον κυρίευσιν κατὰ τῶν ἀλόγων παθῶν τῆς τοῦ λόγου δυνάμεως, ὡς τὸν μὲν ἐπιτάττειν, τὰ δ’ ὑπείκειν καὶ ἐνεργεῖν οὕτως καὶ ἐπὶ τοσοῦτον, ὅπως καὶ ἐφ’ ὅσον ὁ προεστηκὼς διορίσεται, πράττειν τε τὰ ἐν τῇ πολιτείᾳ φρονίμως κατὰ τοὺς νόμους καὶ τὰ ἔθη τῆς πόλεως καὶ ἐν πᾶσι τηρεῖν τὰ καθήκοντα, διατάττοντα δεόντως τοῖς πολιτευομένοις καὶ διορίζοντα. καὶ δοκεῖ τὸ μέχρι τοῦδε ἱκανὸν εἶναι τῷ πολιτικῷ πρὸς τὸ τέλειον ᾗ πολιτικός ἐστιν· ὁ δὲ καθαρτικὸς καὶ θεωρητικός, ἐπεὶ πάντῃ τὰς ἐν μέσῳ διατριβὰς ἀπηνήνατο καὶ τὴν ὑπὲρ ἄνθρωπον εἵλετο βίωσιν, καὶ κατὰ προαίρεσιν κεχώρισται τοῦ σώματος, καὶ τὸν νοῦν πτεροῖ ὡς τῶν κάτω παντελῶς ὑπεραίρεσθαι καὶ πάντ’ ἐᾶν ὅσα ὑπὸ χρόνον καὶ πρώτην κίνησιν, καὶ πρὸς θεὸν ἀνάγεσθαι καὶ ἀναίρεσθαι. ἔχει δὲ τὸν τοῦ σώματος σύνδεσμον τὴν σπουδὴν κολούοντα καὶ τῇ ἀναπτήσει τοῦ νοὸς ἐμποδίζοντα, ὡς πρὸς ἐχθρὰν τὴν σάρκα διάκειται, καὶ ἄσπονδον ἐγείρει πρὸς αὐτὴν στάσιν, παντοίαν θλῖψιν ἐπιτηδεύων, ὡς ἂν καταπίπτουσα ἀτόνως ἔχοι κατὰ τοῦ νοὸς ἐγείρεσθαι.2 ὁ δὲ τῆς ἐξ αὐτῆς ὀχλήσεως ἐλευθερούμενος ἐρωτικῶς τε πρὸς τὸ πρῶτον κάλλος ἀνάπτεται καὶ τῆς πρώτης ἀγαθότητος ἀπολαύειν ἐπείγεται, θλιβομένου τοῦ σώματος μὴ ἐπιστρεφόμενος, μάλιστα δὲ τοῖς λυπηροῖς ἐφηδόμενος ὡς αἰτίοις αὐτῷ τῆς κατὰ προαίρεσιν λύσεως τοῦ θνητοειδοῦς σκήνους καὶ τῆς τούτου κατωφερείας τε καὶ παχύτητος. οὕτως οὖν ἔχων τῆς εὐδαιμονίας ὁ θεωρητικὸς ἐφιέμενος πῶς ἕξει λόγον τῆς τοῦ σώματος ὑγείας καὶ τῆς κατὰ φύσιν αὐτοῦ συστάσεως, ὑπερφυῶς ἔχων καὶ τῆς ἐνεργείας καὶ τοῦ ἐπαγγέλματος;3
因为健康对灵魂是有用的,以免由于肉体的虚弱而妨碍实践值得赞扬的事情,或者甚至就幸福自身而言也是有用的,以免当与灵魂相结的工具处于不良状态时损害了福乐。但人们或许会提出疑问:如果正如健康作为顺应自然之物且作为一种善而成全幸福,以至于在疾病中因被剥夺了顺应自然之物中的某种东西而妨碍了福乐的完满,那么为何许多追求德性的人却被发现对其自身的肉体施以严酷的折磨,以至于患病、受苦、承受打击乃至伤口溃烂发臭?因为要么他们处于这种状态时不可能幸福,要么说健康以这种方式促进幸福乃是虚妄的。但这一疑难通过政治的生活与净化的生活——亦即沉思的生活——之间的差异而得到解决。正如德性以不同的方式适用于二者中的每一方,从而一部分是适度情感,另一部分是无情状态一样,幸福与福乐之物也将以一种方式适用于政治的生活者,以另一种方式适用于沉思的生活者;以至于对于前者而言,它是适度情感,且仅仅是理性力量对非理性情感的掌控,从而理性发号施令,而情感顺从,并按照统率者所规定的方式与限度进行活动,并且〔政治的生活者〕根据城邦的法律和习俗明智地实践城邦事务,在一切事上恪守本分,妥善地为参与政事者进行布置与界定。而在达到此一程度时,对于作为政治生活者的政治生活者而言,就其完满而言似乎已经足够;然而,净化与沉思的生活者既然完全拒绝了居间的事务,选择了一种超越常人的生活方式,便在抉择上脱离了肉体,并使理智生出翅膀,以便彻底超越低劣的事物,舍弃时间与初动之下的一切,被引领并上升至神。但他有着肉体的束缚折挫其热望并阻碍理智的飞升,因而他将肉体视作仇敌,向其发起不可调和的内战,施加种种折磨,以便肉体倒下时虚弱无力,不再能反抗理智。而当他从肉体的扰乱中解脱出来时,便热烈地向最初之美燃烧,急于享用最初之善,身体虽受折磨亦不屑一顾,反而尤其以痛苦之事为乐,视其为使自己在抉择上得以摆脱凡俗躯壳及其下坠与粗鄙之原因。那么,如此状态且追求幸福的沉思生活者,其活动与天职既然皆超越自然,又怎会顾及肉体的健康及其合乎自然的体制呢?
- 1.74ἀπορήσειε δ’ ἄν τις, εἰ ὥσπερ ἀναπληροῖ τὴν εὐδαιμονίαν ἡ ὑγίεια... πῶς εὕρηνται
该句由潜在希求式 ἀπορήσειε δ’ ἄν(“人们或许会提出疑问”)引出。自 εἰ(“如果”)至 ἐστερημένου 构成条件从句(前件),其中嵌有 ὥσπερ 引导的比较从句;疑问从句 πῶς εὕρηνται... 则作为后件,以直接疑问的形式展开该疑难的具体内容。
- 1.74ὡς ἂν καταπίπτουσα ἀτόνως ἔχοι κατὰ τοῦ νοὸς ἐγείρεσθαι
由 ὡς ἄν 加希求式 ἔχοι 构成的目的从句,意为“以便[分词 καταπίπτουσα 的主语肉体]倒下时虚弱无力,不再能反抗理智”。副词短语 ἀτόνως ἔχω 接不定词 ἐγείρεσθαι,构成表示“缺乏力量/能力做某事”的惯用结构。
- 1.74ὑπερφυῶς ἔχων καὶ τῆς ἐνεργείας καὶ τοῦ ἐπαγγέλματος
副词短语 ὑπερφυῶς ἔχω(“处于超自然的/非同寻常的状态”)后接表示关涉/限定的属格(genitive of respect)。τῆς ἐνεργείας(活动)与 τοῦ ἐπαγγέλματος(天职/誓愿)限定了该沉思者在哪些方面超越了自然常规。
