- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:595.29-597.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《尼各马可伦理学》1178a23–1178a34,阐明沉思的幸福比公民与伦理的幸福所需的外在资助极少,并论证选择(意愿)与行动对于德性而言皆不可或缺。
" Δόξειε γὰρ καὶ τῆς ἐκτὸς χορηγίας ἐπὶ μικρὸν ἢ ἔλαττον δεῖσθαι τῆς ἠθικῆς.1" Τὴν πολιτικὴν εὐδαιμονίαν διὰ τῆς ἠθικῆς ἐδήλωσε. τὸ δ’ ἐπὶ μικρὸν ταὐτόν ἐστι τῷ παντάπασιν ὀλίγης δεῖσθαι τῆς ἐκτὸς χορηγίας. εἰ δὲ μὴ πάντῃ, φησί, παντελῶς σμικρᾶς, ἀλλ’ οὖν οὐκ ἐπίσης τῷ πολιτικῷ εὐδαίμονι χρῄζει τῶν ἐκτός· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἢ ἐπ’ ἔλαττον δεῖσθαι τῆς πολιτικῆς. οὐ γὰρ ὥσπερ ἡ πολιτικὴ πολλῶν χρῄζει τῶν ἐκτός, οὕτω καὶ ἡ θεωρητικὴ εὐδαιμονία, ἀλλ’ ἧττον πολὺ δεῖται τῶν τοιούτων. τῶν μὲν γὰρ ἀναγκαίων, ὡς πρότερον εἴρηται (καὶ εἴρηταί μοι ἐκεῖ τὸ διὰ τί), ἐπίσης ἀμφότεροι χρῄζουσιν, εἰ καὶ μᾶλλον τοῦ θεωρητικοῦ ὁ πολιτικὸς διαπονεῖται περὶ τὰ ἀναγκαῖα καὶ ὅσα τοῖς ἀναγκαίοις ὅμοια μηδὲ πόρρω καθέστηκε. μικρόν τι γὰρ ἐπὶ τὸ πλέον τῶν ἀναγκαίων ἐκκλίνει ὁ πολιτικός. πρὸς μὲν τὴν τῶν ἀναγκαίων χρείαν ὀλίγον τι διαλλάττουσιν οὗτοι, πρὸς δὲ τὰς οἰκείας ἐνεργείας πολὺ καὶ ὅσον σχεδὸν τὸ ὂν τοῦ μὴ ὄντος. ὁ μὲν γὰρ θεωρητικός, ὡς πρὸς τὸ κατὰ νοῦν ἐνεργεῖν καὶ τοῖς νοητοῖς ἐνδιατρίβειν οὐδενὸς χρῄζει, ὥσπερ οὐδὲ τῇ ὑγιαινούσῃ ὄψει πρὸς τὸ ὁρᾶν τάδε τὰ γράμματα φωτὸς παρόντος χρεία τινός ἐστιν ἀλλ’ ἢ μόνον ἆραι τὰ βλέφαρα,2 εἰ τύχοι κεκλεισμένα ὄντα, οὕτως οὐδὲ τοῦ θεωρητικοῦ τινός ἐστι χρεία πρὸς ἐπίβλεψιν καὶ ἐπαφὴν τῆς νοητῆς διακοσμήσεως, τῷ δὲ πολιτικῷ ὡς μὲν ἐλευθερίῳ χρεία χρημάτων, εἰ μέλλει πράττειν τὰ ἐλευθέρια· ὁμοίως καὶ ὁ δίκαιος χρημάτων δεῖται, ὅπως ἀποδοίη τὸ κατ’ ἀξίαν ἑκάστῳ. ἀπὸ γὰρ τῶν πράξεων γνωρίζεται ὁ δίκαιος καὶ ὁ ἐλευθέριος, οὐ μὴν ἐκ τοῦ λέγειν, ὅτι ‘βούλομαι τὰ δίκαια πράττειν καὶ τὰ ἐλευθέρια.’ πράττειν δὲ χωρὶς τῶν οἰκείων ταῖς πράξεσιν ὀργάνων ἀμήχανον. ὄργανα δὲ οἰκεῖα τῷ δικαίῳ καὶ ἐλευθερίῳ ὡς δικαίῳ καὶ ἐλευθερίῳ τὰ χρήματα. ὡς δ’ ἀνδρεῖος δεῖται παρουσίας πολεμίων, ὡς δὲ φρόνιμος πάλιν ἑτέρων. εἰπὼν δὲ αἱ γὰρ βουλήσεις ἄδηλοι, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν προσποιοῦνται δὲ καὶ οἱ μὴ δίκαιοι βούλεσθαι δικαιοπραγεῖν, οὓς οὐκ ἂν εἴποιμεν δικαίους διὰ τὴν τοῦ βούλεσθαι προσποίησιν. ὅτι δὲ καὶ ὁ σώφρων τινῶν δεῖται, δῆλον· ἐλευθέριος γὰρ μάλιστα. ὁ γὰρ σωφρονῶν ὑπὸ παιδαγωγῷ τεταγμένος ἢ ἄλλῳ τινί, ὃν φοβούμενος ἢ αἰδούμενος ἀπέχεται τῶν ἐκ τῆς ἁφῆς ἡδονῶν, οὔπω δῆλός ἐστιν, εἰ σώφρων ὄντως ἐστίν.
「因为[沉思的幸福]似乎也只需要很少的外在资助,或者少于伦理的[幸福]。」 他用「伦理的」指明了政治性的幸福。而「很少」与完全只需要极少的外在资助是一回事。他的意思是:即使并非完全、彻底微少,但无论如何也不像政治上幸福的人那样需要外在之物;这正是「少于政治的[幸福]」所表明的。因为沉思的幸福并不像政治的幸福那样需要许多外在之物,而是远为更少地需要此类事物。正如之前所言(且我在那里已经说明了原因),对于必需之事,两者同样需要,即便政治之人比沉思之人更多地为必需之事以及与必需之事类似且相去不远的一切事物而操劳;因为政治之人会稍微偏向于超过必需之物的限度。就必需之物的需要而言,他们之间的差别微乎其微;但就其固有的活动而言,则差异悬殊,几乎如同存在与非存在的距离一样。因为沉思之人,就依理智而活动并居于可知物而言,不需要任何东西,正如当光线存在时,健康的视力为了观看这些字除了在眼皮恰好闭上时抬起眼皮之外不需要任何东西一样;同样,沉思之人为了观看并接触可知的秩序,亦无须任何东西。但对于政治之人而言,作为慷慨者,如果要践行慷慨的行为,便需要钱财;同样,公正之人亦需要钱财,以便能够按照每人的配得给予回报。因为公正者与慷慨者是由行动被认出的,绝不是由说「我意愿践行公正与慷慨之事」而被认出的。然而,脱离行动所固有的工具而行事是不可能的。对于公正者与慷慨者而言,作为公正者与慷慨者的固有工具乃是钱财。作为勇敢者,他需要敌人的在场;作为明智者,他又需要另外的事物。在说了「因为意愿是不可见的」之后,他又补充了其原因,说「甚至不公正的人亦假装意愿行公正之事」,我们绝不会因假装意愿而称这些人是公正的。至于节制之人亦需要某些事物,则是显而易见的;因为他必须首先是自由的。因为一个在学童仆役或某个其他人管辖之下而行节制的人,因害怕或敬畏此人而克制触觉的快乐,此人是否确实是节制之人尚不清楚。
"Ἀμφισβητεῖται δὲ πότερον κυριώτερον τῆς ἀρετῆς ἡ προαίρεσις ἢ αἱ πράξεις." Εἰπὼν ὅτι ἀπὸ τῶν πράξεων γνωρίζονται ὁ σώφρων, ὁ ἀνδρεῖος, ὁ δίκαιος, ὁ φρόνιμος, ἐπειδὴ πολλοὶ σωφρονοῦσιν ἵνα τύχωσι, φέρε εἰπεῖν, ἀρχιερωσύνης, ἄλλοι δὲ δικαιοπραγοῦσιν, ἵνα τύχωσιν ἀρχῆς πολιτικῆς, καὶ ἕτεροι δι’ ἄλλο τι μὴ ὄντες κατὰ ἀλήθειαν σώφρονες ἢ δίκαιοι, ἐλείπετο δὲ ἐναρέτους εἶναι τοὺς βουλομένους τὰ ἀνδρεῖα καὶ σωφρονικά, ὅπερ μόνον τοῦτο οὐκ ἀρκεῖ, ἠμφισβητεῖτο δικαίως. καὶ οἱ μὲν τῇ βουλήσει ὥριζον τὴν 〈ἀρετὴν〉 καὶ σπουδαῖον ἔλεγον τὸν βουλόμενον, οἱ δὲ τῇ πράξει, δέον ἀμφότερα συμμῖξαι, ὡς ἐν ἀμφοῖν οὔσης τῆς ἀρετῆς.3 δίκαιος γὰρ ὄντως ἐστὶν ὁ βουλόμενος καὶ πράττων τὰ δίκαια, καὶ σώφρων ὡσαύτως καὶ ἀνδρεῖος. εἰ οὖν ἐν ἀμφοῖν ἡ ἀρετή, πρὸς δὲ τὸ πράττειν χρημάτων χρεία, δεήσει ἄρα καὶ τῷ δικαίῳ καὶ τῷ ἐλευθερίῳ χρημάτων, καὶ ὅσῳ ἂν μείζους αἱ πράξεις ὦσι καὶ καλλίους, τοσούτῳ χρεία πλειόνων αὐτῷ. τῷ δὲ θεωρητικῷ οὐ μόνον οὐ συντελοῦσι πρὸς τὸ ἐνεργεῖν ἀλλὰ καὶ μᾶλλον ἐμπόδιον τυγχάνουσιν ὄντα. πρὸς μὲν γὰρ τὴν κατὰ νοῦν ἐνέργειαν ἀνενδεής ἐστιν, ἐπεὶ δὲ ἄνθρωπός ἐστιν, ἤτοι ἐπειδὴ ἔτι συνήρτηται αὐτῷ τὸ σῶμα καὶ ἀνθρώποις συζῇ, δεήσεται καὶ τούτων πρὸς τὸ ἀνθρωπεύεσθαι, ἤτοι τὰ καθήκοντα πράττειν πρὸς τοὺς φοιτῶντας εἰς αὐτόν.
「究竟选择还是诸行为对于德性是更主导的,这一点受到争议。」 在说明了节制者、勇敢者、公正者、明智者是由行动被认出的之后,既然许多人行节制是为了(比方说)获得大祭司的职位,其他人行公正之事是为了获得政治统治权,还有些人是为了其他某种目的,而并非在真理中是节制或公正的,于是剩下的看法是那些意愿勇敢与节制之事的人是有德之人——而单单这一点并不足够——因此引起争议是理所当然的。有些人用意愿来规定德性,并称意愿之人为优秀者;而另一些人则用行动来规定德性;尽管本应将二者结合起来,视德性同时存在于二者之中。因为真正公正的人乃是既意愿又践行公正之事的人,节制者与勇敢者亦是如此。因此,如果德性存在于二者之中,而为了行动需要钱财,那么公正者与慷慨者就都需要钱财;而且行动越是伟大高尚,他所需要的[钱财]也就越多。然而对于沉思之人而言,[外在之物]不仅对活动没有助益,反而更是障碍。因为就依理智的活动而言,他一无所缺;但既然他是人,即既然身体仍与他相联结且他与人们共同生活,为了过属人的生活,即为了对造访他的人履行应尽的义务,他也将需要这些事物。
- 9.55τῆς ἐκτὸς χορηγίας ἐπὶ μικρὸν ἢ ἔλαττον δεῖσθαι τῆς ἠθικῆς
在引文的句法中,动词 δεῖσθαι 带属格宾语 τῆς ἐκτὸς χορηγίας,并由副词性宾格短语 ἐπὶ μικρόν(极少地)与比较级 ἔλαττον(更少地)修饰。τῆς ἠθικῆς 是依赖于 ἔλαττον 的比较属格,意为「少于伦理的[幸福]」。
- 9.55ἀλλ’ ἢ μόνον ἆραι τὰ βλέφαρα
ἀλλ’ ἤ 是承接前面否定含义(无任何需要)的固定习语,意为「除了……之外」。不定式 ἆραι 带宾格 τὰ βλέφαρα,表示除外的内容(「除了仅仅抬起眼皮」)。
- 9.56δέον ἀμφότερα συμμῖξαι, ὡς ἐν ἀμφοῖν οὔσης τῆς ἀρετῆς
δέον 是非人称动词 δεῖ 的分词宾格,构成绝对宾格结构,带有转折或让步意味(「尽管本应当将二者结合」)。接续的 ὡς ἐν ἀμφοῖν οὔσης τῆς ἀρετῆς 是由 ὡς 引导的绝对属格结构,表示理由或依据(「视德性存在于二者之中」)。
