- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:597.12-598.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条阐述了亚里士多德通过考察神的生活与活动来论证完全幸福在于沉思的段落(1178b7)。他说明神不具有任何情感与伦理德性,其活动既非制作亦非实践,因而必然是沉思;由此得出人类最高的幸福亦在于与神相亲近的沉思之中。
" Ἡ δὲ τελεία εὐδαιμονία ὅτι θεωρητική τίς ἐστιν ἐνέργεια, καὶ ἐντεῦθεν ἂν φανείη." Καὶ ταῦτα δεικτικά ἐστι τοῦ ὅτι ἡ τελεία εὐδαιμονία ἐν τῇ τῶν ἀρίστων ἵσταται γνώσει. ἄριστα δὲ ὅτι τὰ θεῖά ἐστι, πρὸς ἁπάντων ἀνωμολόγηται. εἰ οὖν τὸ μέγιστον καὶ τελειότατον ἀγαθὸν τοῖς ἀνθρώποις τὸ εὐδαιμόνως ζῆν ἐστι (τοῦτο δὲ ἐν θεωρίᾳ ὂν δέδεικται καὶ διὰ τῶν προκειμένων λέξεων δειχθήσεται), ἡ τελεία εὐδαιμονία ἐν γνώσει καὶ θεωρίᾳ τῶν ἀρίστων εἴη ἄν, ἀλλ’ οὐκ ἐν πράξει καὶ ποιήσει ὡς ἡ πολιτική. δείκνυσι δὲ τοῦτο τὸν τρόπον τοῦτον· ἐν ᾧ τῷ θείῳ τὸ εὐδαιμονεῖν καὶ ἡ μακαριότης ἐστίν, ἐν τούτῳ καὶ ἡμῖν, ὡς δυνατὸν τοῦτο. τῷ δὲ θεῷ τὸ εὐδαιμονεῖν καὶ ἡ μακαριότης ἐν θεωρίᾳ, καὶ ἡμῖν ἄρα τὸ κυρίως εὐδαιμονεῖν ἐν θεωρίᾳ. ὅτι δὲ ἐνέργεια θεοῦ καὶ μακαριότης ἐν θεωρίᾳ καὶ οὐ πράξει ἢ ποιήσει, δέδεικται μὲν φιλοσόφως ἐν τῷ Λ τῶν Μετὰ τὰ φυσικά, δείκνυσι δὲ καὶ νῦν ἐνδόξως λέγων ‘πάντες ὑπειλήφαμεν καὶ πιστεύομεν τὸ θεῖον ζῆν καὶ ἐνεργεῖν’. πᾶσα δὲ ἐνέργεια ἢ πρακτικὴ ἢ ποιητικὴ ἢ θεωρητική. εἰ οὖν μήτε πράττει μήτε ποιεῖ τὸ θεῖον ἐνεργοῦν, λείπεται τὸ τρίτον ἡ θεωρία. ἀλλὰ μὴν κρατίστη καὶ ἀρίστη καὶ ἀκροτάτη ἡ τοῦ θεοῦ ἐνέργεια καὶ ἡ συγγενὴς ἄρα ἡμῶν ἐνέργεια τῇ τοῦ θεοῦ ἐνέργεια ἀρίστη καὶ ἀκροτάτη καὶ τελεία ἡ θεωρία ἐστίν. ὅτι δὲ ἡ τοῦ θεοῦ ἐνέργεια οὐκ ἐν πράξει οὐδὲ ἐν ποιήσει ἢ ἐν πολιτικῇ εὐδαιμονίᾳ ἀλλὰ θεωρίᾳ ἐστί, δείκνυσι λέγων· αἱ ἠθικαὶ ἀρεταὶ πᾶσαι τῶν παθῶν εἰσιν, ὡς δέδεικται, μετρηταί· τὰ δὲ πάθη οὐκ εἰσιν ἐν θεῷ, ὥστε οὐδὲ αἱ ἠθικαὶ ἀρεταί· οὐδὲ δεῖται αὐτῶν, ὥστε οὐδὲ κατὰ τὴν πολιτικὴν εὐδαιμονίαν εὐδαίμων ἐστί. τί γὰρ ἂν δέοιτο τὸ θεῖον δικαιοσύνης; εἰ γὰρ δικαιοσύνη ἐστὶ τὸ κατὰ ἀναλογίαν ἀνταλλάττεσθαι καὶ ἀμοιβὰς ποιεῖσθαι τάς τε παρακαταθήκας ἀποδιδόναι, γελοῖον ἂν φανείημεν ἡμεῖς τε καὶ ἐκεῖνος,1 ἡμεῖς μέν, εἰ τοιαῦτα περὶ θεοῦ ὑπολαμβάνοιμεν, ἐκεῖνος δέ, εἰ τοιούτοις ἐνασχολεῖται. τί δ’ ἂν δέοιτο ἀνδρείας, ᾧ μηδέν ἐστι δεινὸν μηδὲ φοβερόν; τί δὲ ἐλευθεριότητος; ἄτοπον γὰρ εἴ τις αὐτῷ παρεῖναι νομίζοι χρήματα καὶ νόμισμα καὶ δόσεις τούτων καὶ λήψεις, οἷς δεῖ διδόναι καὶ ἀφ’ ὧν λαμβάνειν. τί δὲ σώφρων ἐστίν; ἢ βαρὺς καὶ φορτικὸς ὁ ἔπαινος, τὸ λέγειν ὡς ἐπιθυμεῖ μέν, κρατεῖ δὲ καὶ οὐκ ἄγεται πρὸς τῆς ἐπιθυμίας· μῶμος γὰρ αὐτῷ μᾶλλον καὶ οὐκ ἔπαινος τοῦτο. τί γὰρ ἂν οὕτως ἔχων διαφέρει τῶν ἐγκρατῶν καὶ καρτερικῶν; διαιροῦσιν οὖν ἡμῖν πάσας τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας μικραὶ καὶ ἀνάξιοι φαίνονται2 τῆς θείας φύσεως. ἀλλὰ μὴν ζῆν φαμεν τὸ θεῖον καὶ ἐνεργεῖν· οὐ γὰρ δὴ καθεύδειν ὡς τὸν Ἐνδυμίωνα.3 θεωρία ἄρα ἡ τούτου ἐστὶν ἐνέργεια μακαριότητι καὶ τιμιότητι καὶ κάλλει διαφέρουσα τῶν ἀνθρωπικῶν, ἤτοι τῶν τῆς πολιτικῆς εὐδαιμονίας ἐνεργειῶν. καὶ ἡ τοῦ ἀνθρώπου ἄρα ἐνέργεια τοῦ ἀληθινοῦ καὶ ὄντως ἀνθρώπου ἡ συγγενεστάτη τῇ τοῦ θεοῦ ἐνεργείᾳ μακαριωτάτη καὶ τελειοτάτη καὶ εὐδαιμονικωτάτη· δευτέρα δὲ ταύτης καὶ πολλοστὴ ἡ ἀνθρωπικὴ ἡ πολιτική.
「而完全的幸福是一种沉思的活动,从这里亦可见一斑。」 这些话同样表明完全的幸福在于对最优秀事物的认识。而最优秀的事物乃是神圣之物,这是所有人公认的。因此,如果对人类而言最大且最完全的善是幸福地生活(而这存在于沉思之中既已被证明,并将通过眼前的言辞得到证明),那么完全的幸福就应当存在于对最优秀事物的认识与沉思之中,而不是像政治幸福那样存在于实践与制作之中。他以如下方式论证这一点:神圣者在其中获得幸福与至福的,我们亦在其中获得,在可能达到的限度内。而对于神而言,幸福与至福存在于沉思之中;因此,对于我们而言,本来意义上的幸福亦存在于沉思之中。神的活动与至福存在于沉思之中而不在实践或制作之中,这一点在《形而上学》的第十二卷中已经作了哲学上的证明,但他现在亦从公认的见解出发证明这一点,说「我们所有人都认为并坚信神圣者活着且在活动」。而一切活动要么是实践的,要么是制作的,要么是沉思的。因此,如果活动着的神圣者既不实践亦不制作,剩下的便是第三种,即沉思。既然神的活动是最强有力、最优秀、最高峰的,那么我们与神的活动相亲近的活动,即最优秀、最高峰且完全的活动,便是沉思。至于神的活动既不在实践中亦不在制作中,亦不在政治幸福中,而是在沉思中,他通过如下说法加以说明:正如已证明的,伦理诸德性全都是诸情感的调节者;但诸情感并不存在于神中,因此伦理诸德性亦不存在于神中;神亦不需要它们,从而神亦不是按照政治的幸福而幸福的。因为神圣者何以需要正义呢?因为如果正义是按照比例进行交换、实行回报以及归还寄存物,那么我们和神都将显得荒谬可笑:如果我们对神作这样的设想,我们是可笑的;如果神从事于这类事情,神则是可笑的。对于没有任何可怕或可畏之物的神,何以需要勇敢呢?又何以需要慷慨呢?因为如果有人认为神拥有钱财、通货以及对这二者的给予和收取(在应当给予的人与应当向之收取的人之间),那是荒谬的。神又何以是节制的呢?毋宁说,称神虽有欲望但克制欲望且不被欲望所驱使,这样的称赞是沉重且粗俗的;因为这对他而言更是责难而非赞扬。因为处于这种状态的神与自制者和忍耐者又有何区别呢?因此,对我们这些剖析一切德性及依德性的活动的人而言,它们显得微小且不配于神圣的本性。然而我们断言神圣者活着且在活动;因为我们绝不会说神像恩底弥翁那样沉睡。因此,沉思乃是他的活动,在至福、尊贵与优美上远胜于属人的活动,即政治幸福的诸活动。因此,人的活动——真正的、实在的人的活动——即与神的活动最相亲近的活动,乃是最至福、最完全、最幸福的;而次于此且远逊于此的,则是属人的、政治的活动。
- 9.57γελοῖον ἂν φανείημεν ἡμεῖς τε καὶ ἐκεῖνος
表语形容词 γελοῖον 为中性单数,而主语为复合主语 ἡμεῖς τε καὶ ἐκεῖνος(第一人称复数与第三人称单数并列),动词为第一人称复数 φανείημεν。这种性和数上的不一致是因为 γελοῖον 作为抽象中性表语使用,表示一种荒谬的情态或笑柄(即「我们与他都将显得是一桩可笑的事物」),而非直接与主语的人称进行机械的性数一致。
- 9.57διαιροῦσιν οὖν ἡμῖν πάσας τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας μικραὶ καὶ ἀνάξιοι φαίνονται
分词 διαιροῦσιν 与与格代词 ἡμῖν 一致,充当动词 φαίνονται 的判断者或观察者与格(dative of reference/spectator)。主句动词 φαίνονται 的主语承接前文列举的诸德性及其活动,表语形容词 μικραὶ καὶ ἀνάξιοι 为阴性复数主格,整体结构为「对于逐一辨析考察一切德性及其活动的我们而言,它们显得……」。
- 9.57οὐ γὰρ δὴ καθεύδειν ὡς τὸν Ἐνδυμίωνα
不定词 καθεύδειν 延续了由前文主句动词 φαμεν(「我们断言」)所支配的宾格不定词间接引语结构。承接紧随其前的「ζῆν φαμεν τὸ θεῖον καὶ ἐνεργεῖν」(我们断言神圣者活着且在活动),省略了作为不定词逻辑主语的宾格 τὸ θεῖον,意为「因为我们断不会说[神圣者]像恩底弥翁那样沉睡」。
