- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:594.7-595.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯围绕亚里士多德《尼各马可伦理学》1178a16展开注解,论证了明智因与伦理德性及情欲紧密结合而同样属于复合体的属人生存,阐明了伦理德性指示目的、明智探寻手段的互摄关系,并将这种复合生命与脱离情欲的知性沉思生命相对照。
" Συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ καὶ αὕτη τῇ φρονήσει." Δείξας τὰς ἠθικὰς ἀρετὰς ἀνθρωπικὰς οὔσας, δείκνυσι καὶ τὴν φρόνησιν (αὕτη γὰρ ἀρετὴ οὖσα τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς δόξειεν ἂν εἶναι τοῦ νοῦ ἀρετὴ καὶ οὐ τοῦ συνθέτου), δείκνυσι δὴ καὶ ταύτην ὅτι1 μὴ τοῦ ὄντως ἀνθρώπου ἐστὶν ἀρετή, ἀλλὰ τοῦ συνθέτου. ὃ δὲ λέγει, δῆλον ἔσται ἀναμνήσασιν ἡμᾶς αὐτοὺς2 τῶν 〈ἐν〉 ἄλλοις ἀποδεδειγμένων. δέδεικται δὲ ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί, καὶ ἐν ᾧ ἂν μία τις ἐξ αὐτῶν ἐστιν, ἐξ ἀνάγκης ἐκείνῳ καὶ αἱ λοιπαὶ ἕπονται· καὶ οὐκ ἐνδέχεται ἀνδρεῖον ὄντα τὴν ἠθικὴν ἀνδρείαν μὴ καὶ σώφρονα εἶναι καὶ φρόνιμον καὶ δίκαιον, ἢ σώφρονα ὄντα μὴ εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον καὶ φρόνιμον, ἢ φρόνιμον ὄντα μὴ τὰ δίκαια βούλεσθαι καὶ αἱρεῖσθαι καὶ τὰ σωφρονικὰ καὶ ἀνδρεῖα· ἀλλ’ ὃς ἂν ᾖ φρόνιμος, οὗτος εὐθὺς καὶ δίκαιός ἐστι καὶ σώφρων, καὶ ὁ δίκαιος φρόνιμος καὶ ἀνδρεῖος καὶ σώφρων. ἐπεὶ τοίνυν ἀντακολουθεῖν δέδεικται τὰς ἀρετὰς καὶ συνεζευγμένη ἐστὶν ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ, τουτέστιν τῇ ἠθικῇ ἀρετῇ, καὶ ἡ ἠθικὴ ἀρετὴ τῇ φρονήσει καὶ ἀλλήλαις, καὶ οὐκ ἐνδέχεται χωρίζεσθαι ἀπ’ ἀλλήλων, εἰσὶ δὲ αἱ ἠθικαὶ ἀρεταὶ ἀνθρωπικαί, εἴη ἂν καὶ ἡ φρόνησις τοῦ συνθέτου. ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη· κατὰ δὲ τὴν λέξιν εἰπὼν ὅτι συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ ἤθους ἀρετῇ καὶ αὕτη τῇ φρονήσει, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν εἴπερ αἱ μὲν τῆς φρονήσεως ἀρχαὶ κατὰ τὰς ἠθικάς εἰσιν ἀρετάς. λέγει δὲ ἀρχὰς τὰ τελικὰ αἴτια, ὧν ἕνεκα πράττομέν τινα καὶ ποιοῦμεν. ὡς γὰρ ἰατροῦ τελικὸν αἴτιον καὶ τὸ οὗ ἕνεκα πάντα ποιεῖ καὶ πράττει, ὅσα ποιεῖ καὶ πράττει, ὑγίεια, καὶ οἰκοδόμου ἀρχὴ τελικὴ ἡ οἰκία καὶ στρατηγοῦ νίκη, σώφρονός τε ἡ τῶν παθῶν συμμετρία, οὕτω καὶ τῆς φρονήσεως, ὡς δέδεικται ὅτε περὶ ταύτης ἔλεγεν, οἱ κατὰ τὰς ἠθικὰς ἀρετὰς ὀρθοὶ σκοποὶ τέλη εἰσὶ καὶ αἴτια τῶν πραττομένων ἐκείνων ἕνεκα. ἔστι γὰρ ἡμῖν ἀπὸ τῆς ἠθικῆς ἀρετῆς τὸ ὀρθοδοξεῖν περὶ τὰ τέλη· τὸ γὰρ ὀρθῶς δοξάζειν ὅτι τόδε τι ἀγαθόν ἐστιν, οἷον τὸ μὴ ἀδικεῖν, τὸ τιμᾶν τόνδε τινά, τὸ ποιεῖν τὰ συμφέροντα τῇ πόλει, καὶ τόδε μέν ἐστι συμφέρον καὶ τόδε δίκαιον καὶ ποιητέον, τόδε δὲ ἀσύμφορον καὶ ἄδικον καὶ φευκτέον· τὸ γοῦν ὀρθῶς περὶ ταῦτα δοξάζειν καὶ μὴ ἀπατᾶσθαι μηδὲ νομίζειν τὸ μὴ ἀγαθὸν ὡς ἀγαθὸν ἀπὸ τῶν ἠθικῶν ἡμῖν ἀρετῶν πρόσεστιν, ἀπὸ δὲ τῆς φρονήσεως ἡ εὕρεσις τῆς ὕλης καὶ τῶν ὀργάνων καὶ πράξεων καὶ ποιήσεων, δι’ ὧν ὁ ὀρθὸς σκοπὸς καὶ τὸ τέλος γενήσεται. ἐπεὶ οὖν ἡ μὲν ἠθικὴ ἀρετὴ τοὺς ὀρθοὺς σκοποὺς ὑποδεικνύει, ἡ δὲ φρόνησις τὰ συντελοῦντα πρὸς τὴν τούτων λῆψιν καὶ ἐπιτυχίαν ἀνευρίσκει, συνεζευγμέναι ἂν εἶεν. ταῦτα μὲν οὕτως. ἔχει δὲ ἀσάφειαν 〈ἡ λέξις〉 διὰ τὸ ἐλλιπὲς εἶναι, ἡ λέγουσα τὸ δ’ ὀρθὸν τῶν ἠθικῶν κατὰ τὴν φρόνησιν.3 εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· τὸ δ’ ὀρθὸν τέλος, ὅπερ ἡμῖν ὅτι ὀρθὸν καὶ ἀγαθὸν γνώριμόν ἐστιν ἀπὸ τῆς ἠθικῆς ἀρετῆς (ἀπὸ γὰρ ταύτης γνωρίζομεν, ὅτι ὀρθόν ἐστι), τοῦτο δὲ τὸ ὀρθὸν τέλος κατὰ τὴν φρόνησιν, τουτέστιν ἀπὸ τῆς φρονήσεως, ἐπικτώμεθα. ἡ φρόνησις γὰρ ἡμῖν δεικνύει τὰ πρὸς ἐκεῖνο φέροντα. ἀλλὰ καὶ τὸ τῆς λέξεως τὸ συνηρτημέναι δὲ αὐταῖς καὶ τοῖς πάθεσι τοιοῦτόν ἐστι· συνεζευγμέναι οὖσαι αἱ ἀρεταὶ τῇ φρονήσει καὶ ἡ φρόνησις ταῖς ἀρεταῖς καὶ οὐ μόνον ἀλλήλαις συνεζευγμέναι ἀλλὰ καὶ τοῖς πάθεσιν, ἃ δὴ πάθη ἀνθρωπικὰ καὶ τοῦ συνθέτου εἰσίν, ἀνθρωπικαὶ καὶ αὗται ἂν εἶεν, ἥ τε φρόνησις καὶ αἱ ἀρεταί, καὶ ὁ βίος δὴ καὶ ἡ ζωὴ ἡ κατὰ τὰς ἠθικὰς ἀρετὰς καὶ τὴν φρόνησιν ἀνθρωπική ἐστι· τοῦ συνθέτου γάρ. ὁ δὲ τοῦ νοῦ βίος τοῦ ἀληθινοῦ καὶ ὄντως ἀνθρώπου καὶ ἡ νοερὰ ζωὴ κεχωρισμένη ἐστὶ τῶν τοῦ συνθέτου παθῶν, ὥστε ἡ κατὰ τὴν νοερὰν ζωὴν τοῦ ἀληθινοῦ ἀνθρώπου εὐδαιμονία ἑτέρα ἂν εἴη τῆς πολιτικῆς εὐδαιμονίας. τὸ δὲ διακριβῶσαι δὲ μεῖζον τοῦ προκειμένου εἴρηκεν αἰνιττόμενος, ὅτι τῷ θεολόγῳ προσήκει περὶ αὐτῶν λέγειν. τῶν πρός τι γὰρ ὁ νοῦς4 (τῶν νοητῶν γάρ), ὡς καὶ ἡ αἴσθησις τῶν αἰσθητῶν, τῶν δὲ πρός τι ἡ αὐτὴ ἐπιστήμη, τὸ δὲ περὶ νοητῶν λέγειν θεολογίας ἐστίν, ὥστε καὶ περὶ νοῦ ἐκείνης.
「明智亦与性格的德性相联结,性格的德性亦与明智相联结。」 在证明了伦理德性属于属人的范畴之后,[亚里士多德]亦证明明智(因为明智作为灵魂推理部分的德性,可能看似属于理智的德性而非复合体的德性),他确实亦证明了明智并非属于真正的人的德性,而是属于复合体的德性。只要我们自己回想起在其他地方所证明的论点,他所说的话便会昭然若揭。因为已经证明过,诸德性是相互伴随的,凡诸德性中之一者存在于何人身上,其余诸德性亦必然伴随于他;具有伦理勇敢的人不可能不同时是节制、明智和公正的,节制的人亦不可能不同时是公正、勇敢和明智的,明智的人亦不可能不意愿且选取公正之事、节制之事与勇敢之事;相反,凡是明智者,此人立刻亦是公正和节制的,公正者亦是明智、勇敢和节制的。既然已经证明诸德性相互伴随,且明智与性格的德性(即伦理德性)相联结,伦理德性亦与明智及彼此相联结,且它们不可能彼此分离,而伦理德性又是属人的,那么明智亦当属于复合体。所言之事的意涵即是如此。至于文句,他在说了「明智亦与性格的德性相联结,性格的德性亦与明智相联结」之后,又补充了其原因,说「如果明智的诸始基确实依据于伦理德性」。他所谓的「始基」乃是指目的因,即我们为了它们而践行并制作某些事物的因。因为正如医生的目的因(即他所制作与践行的一切事物所为了的目的)是健康,建筑师的目的性始基是房屋,将领的目的性始基是胜利,节制者的目的性始基是情欲的适度,同样对于明智而言,正如在论及明智时所证明的那样,依伦理德性的正确目标乃是那些为了它们而践行之诸事的目的与原因。因为对于目的持有正确意见,在我们身上乃是源自伦理德性;确切地说,正确地认为这某物是善的——例如不行不义、尊敬某人、行对城邦有益之事,以及这某物是有益的、公正的且应当践行的,而那某物是有害的、不义的且应当规避的——无论如何,关于这些事情正确地持守意见而不受蒙蔽、亦不将非善之物视为善,乃是由于伦理德性而归属于我们;而发现质料、工具、以及据以实现正确目标与目的的行动和作为,则源自明智。因此,既然伦理德性指示正确的诸目标,而明智探寻有助于获取与实现这些目标的事物,二者便当紧密联结。这些事情便是如此。然而,那句说「性格[德性]的正确依据于明智」的文句,由于存在缺省而具有含混之处。其完全的表述当如下:「正确的目的——即由伦理德性而被我们获知为正确且善的目的(因为由伦理德性我们才获知其为正确)——这正确的目的是我们依明智、即从明智出发而进一步获得的」;因为明智向我们指明导向该目的的事物。此外,文句中「且它们与这些相联结并与情欲相联结」一句亦具有如下涵义:既然诸德性与明智相联结,明智亦与诸德性相联结,且不仅彼此相联结,而且还与诸情欲相联结,而这些情欲确实是属人的并属于复合体,那么这些——即明智与诸德性——亦当是属人的,依伦理德性与明智的生活与生命亦是属人的(因为属于复合体)。然而,真正且实在的人的理智生活以及理性生命乃是与复合体的情欲相分离的,因此依真正的人的理性生命的幸福,当不同于政治性幸福。至于说「准确限定这一点超越了当前的主题」,他乃是暗示就这些问题立论应属于神学家(第一哲学)。因为理智属于关系范畴(因为它是关于可知物的),如同感觉是关于可感觉物的一样,而关于相依关系者的学问是同一门学问,就可知物立论属于神学,因而就理智立论亦当属于神学。
- 9.54δείκνυσι καὶ τὴν φρόνησιν... δείκνυσι δὴ καὶ ταύτην ὅτι
由于括号插入句(αὕτη γὰρ ἀρετὴ οὖσα...)使主动词的宾语 τὴν φρόνησιν 悬隔,主句动词及复指指示代词在插入句后得以重申(δείκνυσι δὴ καὶ ταύτην ὅτι...),从而顺畅引出 ὅτι 从句。
- 9.54ἀναμνήσασιν ἡμᾶς αὐτοὺς
与格不定过去时主动分词 ἀναμνήσασιν 配合非人称表达式 δῆλον ἔσται,表示动作的承担者或判断主体,而 ἡμᾶς αὐτούς 则作该分词的反身直接宾语(「只要我们自己回想起」)。
- 9.54τὸ δ’ ὀρθὸν τῶν ἠθικῶν κατὰ τὴν φρόνησιν
引用亚里士多德的原句(1178a17–18)。正如埃乌斯特拉提乌斯所指出的,该句存在极大省略,注文补充说明应将 τὸ ὀρθὸν τέλος(正确的目的)作为主语(或宾语),并补足动词 ἐπικτώμεθα(我们获得)等以理解其句法完整性。
- 9.54τῶν πρός τι γὰρ ὁ νοῦς
省略 ἐστί 的表语属格结构:ὁ νοῦς 作主语,τῶν πρός τι(关系范畴者)作表语属格,表示所属类别(「理智属于关系范畴」)。随后的 τῶν νοητῶν γάρ 亦为同类属格补足语(「因为它是关于可知物的[理智]」)。
