- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:592.31-594.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明了亚里士多德将伦理德性及其活动判定为属人的(属于灵魂与肉体的复合体)之论证,并结合各项具体德性说明伦理德性如何度量情欲以及如何植根于肉体的体质混合。
" Δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τὰς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν." Εἰπὼν ὅτι αἱ κατὰ τὰς ἠθικὰς ἐνέργειαι ἀνθρωπικαί εἰσι (τοῦ συνθέτου γάρ εἰσιν ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος) τοῦτο διὰ τούτων συνίστησι, λέγων ὅτι καὶ τὰ δίκαια καὶ τὰ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ ἐν συναλλάγμασι καὶ χρείαις πρὸς ἀλλήλους πράττομεν, διατηροῦντες ἐν τοῖς πάθεσι τὸ πρέπον. τὰ δὲ πάθη, οἷον ἡδοναὶ καὶ λῦπαι, τοῦ συνθέτου ἐκ ψυχῆς καὶ σώματος, ὥστε καὶ αἱ κατὰ τὰς ἠθικὰς ἀρετὰς ἐνέργειαι περὶ ἡδονὰς καὶ λύπας, ὡς μεμαθήκαμεν, οὖσαι τὸ πρέπον αὐταῖς ἐπάγουσαι καὶ ὅρον αὐταῖς ἐπιτιθεῖσαι τοῦ συνθέτου ἂν εἶεν, ὥστε καὶ ἀνθρωπικαί. ὅτι δὲ αἱ ἠθικαὶ ἀρεταὶ μετροῦσι τὰ πάθη, καὶ τοῦτο ἔμπροσθεν ἐμάθομεν. ἀπὸ μὲν γὰρ τῆς ἀνδρείας ὁρμῶμεν ἐπὶ τὰ ἀνδρεῖα καὶ θαρροῦμεν ὅπου δεῖ, καὶ φεύγομεν τὰ φοβερὰ ὅτε δεῖ καὶ ὅπως δεῖ, καὶ ὅλως μετροῦμεν δι’ αὐτῆς τοὺς φόβους καὶ τὰ θάρρη, ἀπὸ δὲ τῆς σωφροσύνης τὰς δι’ ἁφῆς λύπας καὶ ἡδονάς, καὶ τὰς μὲν αἱρούμεθα καὶ διώκομεν, τὰς δὲ φεύγομεν. ὅτι δὲ καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοπρέπεια μετρεῖ τὰς πράξεις, ἃς διὰ δόσεως καὶ λήψεως χρημάτων ἐνεργοῦμεν, οὐκ ἀγνοοῦμεν, εἴ τι μεμνήμεθα τῶν περὶ ἐλευθεριότητος καὶ μεγαλοπρεπείας εἰρημένων τῷ φιλοσόφῳ τούτῳ. ἐμάθομεν δὲ καὶ τὴν μεγαλοψυχίαν καὶ φιλοτιμίαν ἐν τῇ συμμετρίᾳ καὶ κατ’ ἀξίαν τῶν τιμῶν αἱρέσει τὸ εἶναι ἔχειν, πρὸς δὲ τούτοις ὅτι καὶ ἡ μὲν πραότης ἐστὶν ἐπὶ τῷ τῆς ὀργῆς συμμέτρῳ, ἡ δὲ δικαιοσύνη σωστικὴ τῆς κοινωνίας ἡμῖν, φύσει οὖσι πολιτικοῖς. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, πᾶσαι αἱ κατ’ ἀρετὴν ἐνέργειαι καὶ ποιήσεις ἀνθρωπικαί εἰσι καὶ δεύτεραι τῶν λογικῶν ἀρετῶν. ἔτι εἰ ἀγαθὸς ἄνθρωπος λέγεται καὶ ἔστιν ὁ μήτε ἐν τοῖς πάθεσιν ἄμετρος μήτ’ ἐν ταῖς περὶ ταῦτα πράξεσιν ἀόριστος, εἴη ἂν καὶ οὕτω καταφανὲς τὸ τὴν ἠθικὴν ἀρετήν, ἧς ἀγαθοὶ λεγόμεθα, καὶ τὰς κατ’ αὐτὴν πράξεις ἀνθρωπικὰς ὑπάρχειν,1 εἴ γε τὰ πάθη, ὡς εἴρηται, τοῦ συνθέτου εἰσίν.
「因为我们彼此之间践行公正之事、勇敢之事以及依照诸德性的其他诸事。」 在指出依照伦理德性的各项活动属于属人的范畴(因为它们属于由灵魂与肉体构成的复合人)之后,[亚里士多德]通过这些话确立了这一点:他说我们在契约交往和实际需要中彼此践行公正之事、勇敢之事以及其他诸事,同时在情欲中持守恰当分寸。而情欲——如快感与痛苦——属于由灵魂与肉体构成的复合体,因此正如我们所获知的,围绕快感与痛苦展开、将恰当分寸引入其中并对它们加以限制的依伦理德性的各项活动,亦当属于复合体,从而亦属于属人的范畴。伦理德性度量情欲,这也是我们此前所获知的。因为从勇敢出发,我们奔赴勇敢的行为,在应当自信之处自信,在应当且以应当的方式躲避可怕之物,总体而言通过它来度量恐惧与自信;而从节制出发,[我们度量]由触觉而来的痛苦与快感,选取并追求其中一些,躲避另一些。而慷慨与豪迈度量我们通过财物的施予与接受所践履的诸行为,如果我们对这位哲学家关于慷慨与豪迈所说的话稍有记忆,我们便不难知晓。我们亦获知,大度与爱荣誉的本质在于适度与依照价值对荣誉的选取;除这些之外,温和在于对愤怒的适度,而公正对本性上作为政治动物的我们而言,乃是城邦共同体的保全者。如果这些确实如此,那么一切依德性的活动与作为便都是属人的,且次于理性德性。此外,如果所谓善人乃是指且确实是既在情欲中不失度、亦在相关行为中非漫无界定的人,那么同样显然的是:我们据以被称为善的伦理德性及其相关行为均属于属人的范畴,既然如前所述,情欲属于复合体。
"Ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκεῖ, καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν ἡ τοῦ ἤθους ἀρετή." Καὶ διὰ τούτων τὸ αὐτὸ δεικνύει, λέγω δὴ τὸ τὰς ἠθικὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας ἀνθρωπικὰς εἶναι. εἰσὶ γάρ, φησί, τινὲς φύσει σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι· τοῦτο δ’ αὐτοῖς ὑπάρχει ἀπὸ τοῦ σώματος, ἤτοι ἀπὸ τῆς ποιᾶς τοῦ σώματος κράσεως καὶ τῆς τῶν στοιχείων τοῦ σώματος συνδρομῆς καὶ συμπήξεως, ὥστε τοῦ συνθέτου εἰσὶ καὶ αἱ ἀπ’ αὐτῶν ἐνέργειαι. εἰπὼν δὲ ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ τοῦ σώματος δοκεῖ, ἐπήγαγε καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν ἡ τοῦ ἤθους ἀρετή. ὥσπερ γὰρ οὐ πᾶσα ἡδονή, ὡς δέδεικται, πρότερον οὐ πάσῃ ἐνεργείᾳ ᾠκείωτο2 ἀλλὰ τῶν διαφόρων καὶ ἑτέρων τῷ εἴδει ἐνεργειῶν καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναὶ ἕτεραι τῷ εἴδει οὖσαι ἐδείχθησαν, οὕτω καὶ τοῖς πάθεσι, ταῖς ἡδοναῖς καὶ λύπαις, ἄλλοις ἄλλαι τῶν ἀρετῶν συνῳκείωνται. τῇ μὲν γὰρ ἑπομένῃ ἡδονῇ ταῖς δόσεσιν οἷς δεῖ οὐ πᾶσα ἀρετὴ ᾠκείωται, ἀλλ’ ἡ ἐλευθεριότης, καὶ τῇ ἑπομένῃ ἡδονῇ ταῖς κατὰ τὴν γεωμετρίαν ἀναλόγοις διανομαῖς οἰκεία ἀρετή ἐστιν ἡ δικαιοσύνη, ἀλλ’ οὐχὶ ἡ σωφροσύνη ἢ ἀνδρεία. εἰ δὴ αἱ ἠθικαὶ ἀρεταὶ τοῖς πάθεσιν ᾠκείωνται, τὰ δὲ πάθη ἀνθρωπικά, καὶ αἱ ἠθικαὶ ἄρα ἀρεταὶ τοῦ συνθέτου εἰσὶ καὶ οὐ τοῦ ὄντως ἀνθρώπου.
「有些事情似乎甚至是来自肉体的,且性格的德性在许多方面与情欲密切相关。」 通过这些话,他同样表明了同一论点,即伦理德性及其活动乃是属人的。因为他说,有些人天生具有节制、勇敢与公正;而这一点来自肉体,即来自肉体的特定混合状态以及肉体元素的聚合与结合,从而源自它们的活动亦属于复合体。而在说了「有些事情似乎甚至是来自肉体的」之后,他又补充道「且性格的德性在许多方面与情欲密切相关」。因为正如先前所证明的,并非所有的快感都与所有的活动相契合,相反,对于在种属上相异且不同的各项活动,其上的快感在种属上亦表现出差异,同样对于情欲(即快感与痛苦)而言,不同的德性亦与不同的情欲相契合。因为伴随向当给之人施予的快感,并非所有德性都与其相契合,而是慷慨与之契合;伴随依几何比例分配的快感,其固有的德性乃是公正,而非节制或勇敢。如果伦理德性与情欲密切相关,而情欲是属人的,那么伦理德性因此亦属于复合体,而不属于真正的人。
- 9.52τὸ τὴν ἠθικὴν ἀρετήν, ἧς ἀγαθοὶ λεγόμεθα, καὶ τὰς κατ’ αὐτὴν πράξεις ἀνθρωπικὰς ὑπάρχειν
由中性定冠词 τό 引导的带宾格的不定式短语整体充当谓语 εἴη ἂν καταφανές 的主语。关系代词 ἧς 为属格,表示后文 ἀγαθοί 所依据的领域或根由(即「我们据以被称为善的德性」)。
- 9.53οὐ πᾶσα ἡδονή, ὡς δέδεικται, πρότερον οὐ πάσῃ ἐνεργείᾳ ᾠκείωτο
οὐ πᾶσα 与 οὐ πάσῃ 中的两个否定词并非相互抵消为完全肯定,而是分别否定各自的量词,构成部分否定结构(即「并非所有的快感都与所有的活动相契合」)。随后的 ἀλλά 从句表明不同种属的活动伴随不同种属的快感,进一步证实了这一对称对比结构。
