← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§591.12-592.30

作为真正之人的智性与沉思生活

厄斯特拉齐奥斯对《尼各马可伦理学》第十卷第七章中亚里士多德驳斥「作为人就要思人理事」之格言(1177b31)以及「人即是其智性」(1178a2)的论题进行注解。他论证了真正的人并非肉身复合体而是不可分的智性,且合乎人本性的最善生活乃是沉思的生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.50

" Οὐ χρὴ δὲ κατὰ τοὺς παραινοῦντας ἀνθρώπινα φρονεῖν ἄνθρωπον ὄντα." Τινὲς μὲν Θεόγνιδός φασιν εἶναι τὴν γνώμην ταύτην, οἱ δὲ Σόλωνος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ μὲν ὁ κυρίως καὶ μάλιστα καὶ ὄντως ἄνθρωπος ἦν ὁ συμπληρούμενος διὰ λόγου καὶ τῶν προκειμένων αὐτῷ, δίκαιον ἦν πείθεσθαι1 τοῖς λέγουσι δεῖν ἀνθρώπινα φρονεῖν καὶ ἐν τῇ πολιτικῇ ἐμμένειν εὐδαιμονίᾳ. ἐπεὶ δ’ οὐ τοῦτο τὸ σύνθετόν ἐστιν ὁ ἀληθὴς ἄνθρωπος ἀλλὰ τὸ ἐν ἡμῖν θειότατον, ὁ νοῦς, δεῖ μὴ πείθεσθαι ἀλλ’ ἀπαθανατίζειν ἑαυτούς, ἤτοι χωρίζειν ἀπὸ τῆς πρὸς τὸ θνητὸν ζῷον ἐμπαθείας καὶ ἀπαθανατίζειν καὶ ἐξομοιοῦν ἑαυτοὺς τοῖς ἀθανάτοις, ταῖς νοηταῖς δηλαδὴ καὶ νοεραῖς ὑπάρξεσιν. ἡ γὰρ τῷ ὄντως ἀνθρώπῳ πρέπουσα εὐδαιμονία ἡ πρὸς θεόν ἐστιν ὁμοίωσις. ὁμοιοῦται δὲ θεῷ ὁ τῶν ἐνταῦθα ἀποστὰς καὶ τοῖς νοεροῖς ἐνδιατρίβων. ὥστε δεῖ πάντα ποιεῖν ὅσα συντελεῖ πρὸς τὸ ζῆν κατὰ νοῦν, ὅς ἐστι τὸ ἀκρότατον καὶ κράτιστον καὶ θειότατον τῶν ἐν ἡμῖν. ζῇ οὖν κατ’ αὐτόν, ὡς εἴρηται, ὁ περιλαμπόμενος ὑπὸ τῆς θείας αἴγλης ὑπερφρονήσας τῶν ἔξω καὶ ἀπολύσας καὶ ἐλευθερώσας 〈ἑαυτὸν〉 ἀπὸ τῆς ἀσχέτου καὶ ἀκαθέκτου πρὸς τὸ σῶμα ῥοπῆς. εἰ γὰρ τῷ ὄγκῳ σμικρόν ἐστι, δυνάμει καὶ τελειότητι πολὺ μᾶλλον ὑπερέχει. τὸ σμικρὸν τῷ ὄγκῳ ταὐτόν ἐστι τῷ ἀμεγέθες. τὸ δὲ λεγόμενον τοιοῦτον ἂν εἴη· οὐ χρὴ τὸ ἐν ἡμῖν θειότατον ὡς τι τῶν τυχόντων νομίζειν οὐδ’ εἰς τὴν ἀμέρειαν αὐτοῦ ἀφορᾶν καὶ παρορᾶν καὶ καταφρονεῖν ὡς εὐτελοῦς αὐτοῦ.2 οὐ γὰρ ὄγκῳ καὶ μεγέθεσιν ὁρίζειν χρὴ τὸ τίμιον καὶ τὸ δυνατόν, ἀλλ’ ἐν τῇ ἀμερείᾳ μᾶλλον καὶ τῷ ἀσωμάτῳ. τιμιώτεραι γὰρ καὶ δυνατώτεραι ἀσυγκρίτως αἱ νοεραὶ καὶ ἀσώματοι οὐσίαι πάσης σωματικῆς φύσεως.

「人不应遵从那些劝告人们作为人就要思人理事者。」 有人说这句格言属于塞奥格尼斯,另有人则说是梭伦的。而他所说的意思是:如果真正、尤其且本质上的人乃是由理性及其所属部分所圆满构成的复合体,那么听从那些主张应当思人理事并安于政治幸福之人的劝告本是合情合理的。然而,既然这个复合体并非真正的人,而是我们之中最神圣之物,即智性,那么就不应顺从,而应当使自身不朽化,也就是脱离对必死动物的情欲依附,使自身不朽化,并使自身同化于不朽者——即理智与知性的实存者。因为与真正的人相称的幸福乃是对神的同化。而脱离此世事物并在知性事物中沉潜生活之人,便同化于神。因此,凡有助于依照智性而生活之事皆当竭力践行,智性乃是我们之中至高、最强且最神圣之物。因此,正如前述,依照智性生活之人,乃是蒙受神圣光芒照耀、蔑弃外在事物,并将〈自身〉从朝向身体的不可抗拒且无法克制的倾向中解脱和释放出来的人。因为即便它在体积上是微小的,但在力量与完全性上却远远居于卓越地位。体积上的微小与无大小尺寸乃是同一回事。而所言之意大概如下:不可将我们之中最神圣之物视为寻常之物,亦不可仅着眼于其不可分性而将其忽视并不屑地视其为卑贱之物。因为不应当依体积和大小来规定尊贵与力量,而更应当依不可分性与无形体性[来规定]。因为知性且无形体的实体远比任何有形体的本性都无比地尊贵且强大。

§9.51

"Δόξειε δ’ ἂν εἶναι καὶ ἕκαστον εἶναι τοῦτο." Ὥσπερ πόλις κυρίως ἐστὶ καὶ λέγεται τὸ κρατοῦν καὶ ἄρχον, οἷον ἐν μὲν τῇ δημοκρατουμένῃ ὁ δῆμος (οὗτος γὰρ ἐν αὐτῇ τὸ κύριον) καὶ ἐν τῇ βασιλευομένῃ πόλις πάλιν ὁ βασιλεύς ἐστι καὶ λέγεται καὶ ἐν τῇ τυραννουμένῃ ὁ τύραννος, οὕτω καὶ ἄνθρωπος κυρίως ἐστὶν ὁ ἐν ἡμῖν νοῦς καὶ ἔστι κυρίως ὁ Ἀριστοτέλης καὶ Πλάτων ὁ τοῦ Ἀριστοτέλους νοῦς καὶ ὁ τοῦ Πλάτωνος,3 ὅτι τὸ ἐν ἑκάστῳ κύριον ὁ ἐν ἑκάστῳ νοῦς ἐστι καὶ τὸ ἄμεινον καὶ βέλτιστον. εἰ οὖν τοῦτο ἀληθὲς καὶ τὸ μακάριον ἡμῶν ἵδρυται ἐν τῷ νῷ [βίῳ] καὶ τῇ ζωῇ αὐτοῦ, τῇ θεωρίᾳ, τί δεῖ παρέντας τὸν οἰκεῖον βίον, τὸ οἰκεῖον ἀγαθόν, ἐπιδιώκειν τινὸς ἄλλου βίον, οἷον τὸν τοῦ πολιτικοῦ ἢ τοῦ ἀπολαυστικοῦ; τὸ λεχθέν τε πρότερον ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον τῇ φύσει κράτιστον. ὅτι τὸ ᾠκειωμένον ἑκάστου τῇ φύσει κράτιστον καὶ ἄριστον καὶ ἥδιστόν ἐστιν ἐκείνῃ, εἴρηται πρότερον, ὅτε περὶ ἡδονῆς ἔλεγεν ἐν τῷ παρόντι βιβλίῳ, καὶ ἡμεῖς ἐκεῖσε περὶ τούτου εἴπομεν τὰ δυνατὰ ἡμῖν. δῆλον δὲ πάντως, ὅτι τὸ οἰκεῖον τῇ τοῦ ἵππου φύσει κράτιστόν ἐστι τῇ ἱππείᾳ φύσει καὶ φίλον· ὁμοίως καὶ τὸ τῇ τοῦ βοὸς φύσει ἥδιστόν ἐστι καὶ σωστικὸν τῇ τοῦ βοὸς φύσει καὶ τελειωτικόν. ἀλλὰ περὶ τούτων εἴρηταί μοι ἐν ἐκείνοις καὶ οὐ δεῖ παλιλλογεῖν. δῆλον δ’ ὡς καὶ τὸ οἰκεῖον τῇ τοῦ ἀληθινοῦ ἀνθρώπου φύσει, κράτιστόν ἐστιν αὐτῇ καὶ ἄριστον καὶ ἥδιστον, καὶ τοῦτο προσήκει ζητεῖν καὶ εὑρίσκειν, καὶ εὑρόντα σταθηρῶς καὶ ἀκλινῶς ἐμμένειν αὐτῷ, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν.4 ὅτι δὲ τῷ ἀληθινῷ, τῷ νοΐ ἡμῶν, ἡ νοερὰ ζωὴ καὶ ὁ θεωρητικὸς βίος ἐστὶν οἰκειότατον, πολλάκις ἠκούσαμεν. εἰ δὲ ὁ οἰκειότατος αὐτῷ βίος ὁ θεωρητικός ἐστιν, ὁ ἄρα κατ’ αὐτὸν ζῶν εὐδαιμονέστατός ἐστιν, ὁ δὲ κατὰ τὴν ἠθικὴν καὶ πραγματικὴν δεύτερος καὶ μετ’ ἐκεῖνον, διότι καὶ αἱ κατὰ τὴν ἠθικὴν ἀρετὴν ἐνέργειαι ἀνθρωπικαί εἰσι καὶ τοῦ πολιτικοῦ εὐδαίμονος.

「而且每个人似乎恰恰就是这一部分。」 正如城邦在主要意义上就是且被称为处于统领和统治地位的部分——例如在民主城邦中乃是民众(因为民众在其中是主导者),在王政城邦中城邦再次就是且被称为国王,而在僭主城邦中则是僭主——同样,人在主要意义上乃是我们之中的智性,真正意义上的亚里士多德与柏拉图便是亚里士多德的智性与柏拉图的智性,因为每个人之中的主导部分正是每个人之中的智性,且这是更善与至善之物。因此,如果这是真实的,且我们的至福建立在智性[生活]及其生命活动即沉思之中,我们何必舍弃本己的生活与本己的善,去追求其他某人的生活,例如政治家或享乐者的生活呢?此前所说的话在当下亦同样适用:「本性所固有者乃是至善的」。与每一事物的本性相契合之物对于该本性而言乃是至善、最好且最愉悦的,这一点此前他在本书讨论快感时已经论及,而我们亦在彼处就此尽吾所能作了阐述。毫无疑问,凡属于马之本性所固有者,对于马的本性而言便是至善且亲和的;同样,属于牛之本性所[固有者],对于牛的本性而言亦是最愉悦、保全且成全它的。但关于这些,我在彼处已作说明,无须赘述。同样显然的是,凡属于真正人之本性所固有者,对其自身而言亦是至善、最好且最愉悦的,探求并发现这一事物,且在发现后坚定而不动摇地安住于其中,对其他事物弃置不顾,乃是合宜的。而知性的生命与沉思的生活对于真正的人、即我们的智性而言乃是最为固有的,这一点我们已屡次听闻。如果对其而言最为固有的生活是沉思的生活,那么依沉思生活的人便是最幸福的,而依伦理与实践生活的人则位居第二且次于前者,因为依伦理德性的各项活动乃属于属人的范畴,属于在政治上幸福的人。

语法注4 条
  1. 9.50δίκαιον ἦν πείθεσθαι

    非现实条件句的归结分句。此处表达合理性与适宜性的形容词与未完成过去时 ἦν 连用,按照希腊语惯用法省略了语气小词 ἄν,意为「本是正当的」。

  2. 9.50ὡς εὐτελοῦς αὐτοῦ

    连词 ὡς 与属格短语 εὐτελοῦς αὐτοῦ 连用,依附于前面支配属格的动词 καταφρονεῖν,表达主观视角的判定(「视其如同卑贱之物」)。

  3. 9.51ἔστι κυρίως ὁ Ἀριστοτέλης καὶ Πλάτων ὁ τοῦ Ἀριστοτέλους νοῦς καὶ ὁ τοῦ Πλάτωνος

    单数动词 ἔστι 与核心概念 ὁ νοῦς 在语法上保持单数一致,并在分配意义上将并列专有名词(ὁ Ἀριστοτέλης καὶ Πλάτων)同分别指称智性的并列短语(ὁ τοῦ Ἀριστοτέλους νοῦς καὶ ὁ τοῦ Πλάτωνος)联系起来。

  4. 9.51τὰ δ’ ἄλλα χαίρειν ἐᾶν

    惯用表达 χαίρειν ἐᾶν(意为「弃置不顾」、「作别」)支配宾格 τὰ ἄλλα,作为补足不定式与前面的 ἐμμένειν 一同受 προσήκει 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:591.12-592.30