- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:589.29-591.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条注解亚里士多德在1177b25–26的文句,多方论证了完全的幸福为何必须需要时间的延伸和完全的生命长度,并阐明沉思的知性生活是超越由灵魂与身体复合而成之人的神圣生活。
" Λαβοῦσα μῆκος βίου τέλειον· οὐδὲν γὰρ ἀτελές ἐστι τῶν τῆς εὐδαιμονίας." Εἰ τὸ ἀΐδιον τέλειον, τὸ ἐγγύτερον τῷ ἀϊδίῳ τελειότερον τοῦ πορρωτέρου. ἐγγύτερος δὲ ὁ μακρότερος χρόνος τοῦ βραχυτέρου, ὥστε καὶ ἡ πολυχρονιωτέρα εὐδαιμονία τῆς βραχυχρονιωτέρας τελειοτέρα. εἰπὼν δὲ ὅτι τὸ ὄντως καὶ μάλιστα καὶ πρώτως ἀνθρώπῳ τὸ παντέλειον τῆς εὐδαιμονίας ἡ κατὰ νοῦν ἐστι ζωή, ἐπήγαγε λαβοῦσα μῆκος βίου τέλειον, ἀκόλουθα λέγων οἷς αὐτὸς ἀρέσκεται. βούλεται γὰρ οὗτος ὁ δαιμόνιος ἀνὴρ τὴν εὐδαιμονίαν συμπεπληρῶσθαι μὲν ἐκ τῆς ὅλης ἀρετῆς, τῆς τε ἠθικῆς καὶ θεωρητικῆς, δεῖσθαι δὲ τὴν πολιτικὴν καὶ τῆς ἐκτὸς χορηγίας, ἱκανῆς οὔσης ὑπηρετεῖν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις, δεῖσθαι δὲ καὶ βίου τελείου πρὸς τὴν σύμπασαν εὐθημοσύνην ἢ εὐζωΐαν καὶ εὐπραγίαν. πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι τύχαι κατὰ τὸν βίον καὶ ὁ χρόνος προϊὼν ἐλεγκτικὸς γίνεται τῶν τε ὡς ἀληθῶς εὐδαιμόνων καὶ τῶν ὑποκρινομένων εὐδαιμόνως ζῆν. τῶν γὰρ φύσιν ἐχόντων εὖ μεταβάλλειν1 ἢ καὶ δοκούντων μὲν εἶναι τόδε τι, μὴ ὄντων δέ, ὁ χρόνος ἐλεγκτικός ἐστιν. ἔτι εἰ τέλειον ἡ εὐδαιμονία, τελειότερον δὲ τὸ μονιμώτερον, μονιμώτερον δὲ τὸ πλείω χρόνον εὐδαιμονῆσαν, τοῦτο δὲ εὐδαιμονέστερον, παντί που δῆλον ὅτι τὸ βραχύτατον χρόνον εὐδαιμονῆσαν ἐγγύς πώς ἐστι τῷ μὴ εὐδαιμονηκότι, ὥστε καὶ ἀτελὴς ἡ τοιαύτη εὐδαιμονία. δεῖται ἄρα καὶ βίου τελείου. ἀλλὰ καὶ ὅτι τὸ μακρὸν χρόνον νοερῶς ἐνεργῆσαν θεοπρεπέστερόν ἐστι τοῦ τὸν βραχὺν χρόνον ὡσαύτως ἐνεργήσαντος τῶν ὡμολογημένων ἐστίν, ὥστε καὶ τελειότερον. δεῖται ἄρα τελείου καὶ μακροχρονίου βίου. εἰ δέ τις ἐνίσταται λέγων, ὅτι τὸ εὐδαιμονεῖν ἐν τῷ νῦν ὅλον πάρεστι καὶ παντελὲς ὑπάρχει καὶ οὐδὲν ἐκ τῆς τοῦ χρόνου προσλαμβάνει παρατάσεως, ὁ ταῦτα λέγων πρῶτον μὲν παρὰ τὴν συναίσθησιν ἡμῶν λέγει, εἶτα καὶ τὴν τῶν πλείστων ἢ καὶ σχεδὸν πάντων δόξαν. πάντες γὰρ τὸν ὅτι πολὺν χρόνον εὐδαιμονήσαντα ἀμείνονα πολλῷ φασι τοῦ ὡσαύτως μὲν ἐν ὀλίγῳ δὲ χρόνῳ ζήσαντος· ὥστε καὶ ἡ τοῦ χρόνου παράτασις συναύξει τὴν εὐδαίμονα ζωήν, κἄν ἐν τῷ νῦν τῷ ἐνεστηκότι ὡσαύτως ἀμφότεραι ἐνεργῶσιν. ἔτι εἰ τὸν διὰ πολλῶν τῶν καλῶν ἔργων ἠγωνισμένον μᾶλλον εὐδαιμονίζομεν, ἐν δὲ τῷ πλείονι χρόνῳ καὶ πλείονα καλὰ πρᾶξαι δυνατόν, παντί που δῆλον ὡς συντελεῖ πρὸς εὐδαιμονίαν ὁ μακρὸς χρόνος καὶ τὸ τέλειον μῆκος τοῦ βίου. οὐ γὰρ ἔστιν ἐν ὀλίγῳ πάμπολλα καὶ μέγιστα πράττειν ἢ θεωρεῖν, ἅπερ ἡ τῆς εὐδαιμονίας ζητεῖ ὑπεροχή. δῆλον οὖν ἐκ τούτων καὶ ἄλλων πολλῶν, ἃ γράφειν περιττὸν ἂν εἴη, ὡς δεῖται καὶ μήκους βίου τελείου. ἐπεὶ οὖν τέλειός ἐστιν ἡ εὐδαιμονία καὶ οὐδὲν τῶν αὐτῆς ἀτελὲς ὑπάρχει, ἀνάγκη καὶ τὸν χρόνον τέλειον εἶναι, ἵνα μὴ κατὰ τοῦτον ἀτελὴς ὑπάρχῃ.
「若获得完全的生命长度;因为属于幸福的事物没有一样是不完全的。」 如果永恒者是完全的,那么更接近永恒者之物便比更远离永恒者之物更为完全。而更长的时间比更短的时间更接近[永恒];因此历时更久的幸福亦比历时更短的幸福更为完全。在说明了对人而言真实、尤其且首要作为幸福之万全者乃是依智性的生活之后,他又添上了「若获得完全的生命长度」,此言乃顺应他自己所赞同的主张。因为这位神圣之人希望幸福由整个德性——包括伦理德性与沉思德性——得以圆满,且希望政治幸福亦需要外在的供应(足以服务于依德性的各项活动),并为了全面的繁盛或善的生活与善的实践,亦需要完全的生命。因为在生命历程中会发生诸多变故与形形色色的际遇,而不断前行的岁月便成为对真正幸福之人与伪装幸福生活之人的试金石。因为对于易于变化之本性者,或貌似某一特定事物而实则不然者,时间正是其检视者。此外,若幸福是完全的,而更持久者更为完全,且在更长时间中享有幸福者更为持久,而这更为幸福,那么对所有人而言想必都很显然:在极短时间内享有幸福者,在某种程度上接近于未曾享有幸福者;从而此类幸福亦是不完全的。因此它亦需要完全的生命。而且,长久从事知性活动者比以同样方式短时间从事该活动者更具神圣之风,乃是公认之事,因而亦更为完全。因此它需要完全且长久的生命。若有人提出异议说,享有幸福作为整体现存于「当下」且完全成立,并不从时间的延伸中获取任何增益,那么说此话者首先违背了我们自身的直觉体验,其次亦违背了大多数人、甚或几乎所有人的意见。因为所有人都认为,在尽可能长的时间中享有幸福者,远胜于以同样方式生活却只历经短时间者;因此时间的延伸亦助长了幸福的生活,即便在现存的「当下」两者是以同样方式在活动。此外,如果我们认为通过诸多高尚行为而奋力奋斗者更为幸福,而在更长的时间里有可能践行更多高尚之事,那么长久的时间与完全的生命长度有助于幸福,对所有人而言想必都十分清楚。因为在短时间内不可能践行或沉思极多且极重大的事物,而这正是幸福的卓越性所要求的。由此及由许多若写出则属多余的其他理由显而易见,[幸福]亦需要完全的生命长度。因此,既然幸福是完全的,且属于它的事物没有一样是不完全的,那么时间亦必然是完全的,以免它在时间这一方面是不完全的。
"Ὁ δὲ τοιοῦτος ἂν εἴη βίος κρείττων ἢ κατὰ ἄνθρωπον." Ἄνθρωπον νῦν τὸν σύνθετον λέγει τὸν ἐκ ψυχῆς καὶ σώματος. λέγει δὲ ὁ παρὼν λόγος, ὅτι ὁ θεωρητικὸς βίος καὶ ἡ νοερὰ ζωὴ ὑπὲρ τὴν πολιτικὴν ἐστιν εὐδαιμονίαν καὶ τὸν πολιτικὸν εὐδαίμονα, τὸν ἐν σχέσει τυγχάνοντα πρὸς τὰ δεύτερα καὶ συμπλεκόμενον αὐτοῖς καὶ ἀσχολούμενον περὶ αὐτά. ὁ γὰρ νοερῶς ζῶν οὐχ ᾗ ἄνθρωπος, ὁ ἀπὸ λόγου καὶ τοῦ πολυκεφάλου τῆς ἐπιθυμίας θηρίου καὶ τοῦ λεοντώδους τοῦ θυμοῦ μετὰ τοῦ σώματος ὤν, οὕτω βιώσεται, ἀλλ’ οὕτω διαβιοῖ, ᾗ θεῖόν τι ἐν αὐτῷ ὑπάρχει, τουτέστιν ἀλλ’ ὡς χωρίσας αὑτὸν ἀπὸ τοῦ συνηρτημένου ζῴου καὶ ἑνώσας ἑαυτὸν πρὸς τὸ πρῶτον ἀγαθὸν καὶ τὴν ἀπ’ ἐκείνου κατιοῦσαν εἰς αὐτὸν ἔλλαμψιν. τοῦτο γάρ ἐστι τὸ νοερῶς ζῆν, τὸ ἀναφυγεῖν ἀπὸ τῆς περὶ τὴν ὕλην πτοίας ἐπὶ τὴν νοερὰν ἀκρώρειαν. καὶ ὅσον, φησί, διαφέρει ὁ ἐν ἡμῖν νοῦς τοῦ συνθέτου τούτου, τοῦ ἐκ ψυχῆς καὶ σώματος, τοσοῦτον καὶ ἡ νοερὰ ἐνέργεια αὐτοῦ τῆς πολιτικῆς εὐδαιμονίας. ἄλλην γὰρ ἀρετὴν τὴν πολιτικὴν εἶπεν εὐδαιμονίαν.2 εἰ δὴ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον, τουτέστιν εἰ ὁ ἄσχετος νοῦς καὶ ἀνεπίστροφος θειότερός ἐστι τοῦ ἐν σχέσει καὶ πρὸς τὴν ὕλην ῥέποντος, καὶ ὁ βίος αὐτοῦ, ἡ κατὰ νοῦν ἐνέργεια, θειοτέρα τῆς ἀνθρωπίνης ζωῆς, τῆς πολιτικῆς εὐδαιμονίας.
「而这样的生活将超越于合乎人类尺度的生活。」 他在此所说的「人」,是指由灵魂与身体结合而成的复合之人。而当下的论述表明,沉思的生活与知性的生活超越于政治幸福以及政治上幸福的人——后者处于同次等事物的关联之中,同它们纠缠在一起并因它们而劳碌。因为知性地生活之人,并非在其作为人——即由理智、多头的欲望之兽以及狮子般的激怒部分连同身体结合而成者——的限度内如此生活,而是其自身中存有某种神圣之物的限度内度过这种生活;也就是说,乃是作为已将自身从与其相系相连的动物中脱离出来,并将自身与第一善以及自其降临于自身的灵光相合一的人[而生活]。因为这便是知性地生活:从围绕质料的惊扰不安中逃逸至知性的绝顶。他说,正如我们之中的智性与由灵魂和身体构成的这复合之人相差有多大,其知性活动与政治幸福相差亦有多大;因为他把政治幸福称为「另一种德性」。因此,如果智性相对于人而言是神圣的——也就是说,如果超然无涉且不被牵引的智性比处于关联中并倾向于质料的智性更为神圣——那么其生活,即依智性的活动,亦比人类的生活(即政治幸福)更为神圣。
- 9.48τῶν φύσιν ἐχόντων εὖ μεταβάλλειν
副词 εὖ 修饰不定式 μεταβάλλειν,在此不表示道德意义上的「善于改变」,而是表示「易于改变/轻易变化」。整个属格短语在句法上作为表语形容词 ἐλεγκτικός(……的检验者/揭露者)的宾格性属格。
- 9.49ἄλλην γὰρ ἀρετὴν τὴν πολιτικὴν εἶπεν εὐδαιμονίαν.
动词 εἶπεν 所带的双重宾格结构:τὴν πολιτικὴν εὐδαιμονίαν 为直接宾语,ἄλλην ἀρετὴν 为宾语补足语(「他把政治幸福称为另一种德性」)。以弗所的米迦勒在此意指亚里士多德在后文1178a9处的表述,即将伦理政治幸福归为依「另一种德性」者。
