- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:58.14-59.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者对亚里士多德结束对普遍之善与理念的探讨并回归本题(人类最高的可实践之善即幸福,1097a13)进行注解,梳理了先前的讨论脉络,并借助诸技艺目的的层级类比阐明幸福作为终极目的的性质。
" Καὶ περὶ μὲν τούτων, ἐπὶ τοσοῦτον· πάλιν δ’ ἐπανέλθωμεν. " Προθέμενος ἐξ ἀρχῆς περὶ τοῦ τελειοτάτου εἰπεῖν τῶν πρακτῶν ἐν ἀνθρώποις ἀγαθῶν, πρὸς ὃ τὰ λοιπὰ τελευταῖον φέρουσι, καὶ δείξας ὅτι ἔστιν, ἔτι δὲ προθέμενος δεῖξαι καὶ τί ἐστιν, ἐζήτησε μεταξὺ περὶ τοῦ καθόλου ἀγαθοῦ καὶ τῆς ἰδέας εἰ ἔστι τέ τι τοιοῦτον ἐν τοῖς οὖσι κατὰ Πλάτωνα καὶ εἰ εἰς ἐκεῖνο ἀνακτέον τὰ μερικώτερα ἀγαθά. καὶ περὶ ἐκείνου ζητητέον ὡς τελικωτάτου1 τὴν περὶ τῶν λοιπῶν λιπόντας ζήτησιν καὶ πρὸς ἐκεῖνο τὰ πάντα ἀναφέροντας. καὶ δείξας πρῶτον μὲν ὅτι οὐκ ἔστιν ὅπως ἂν ἔδειξεν, εἶτα ὅτι εἰ καὶ ἔστιν, οὐχ ὡς πρακτὸν οὐδὲ ταῖς πρακτικαῖς τέχναις ἡ ἐκείνου γνῶσις συντελεῖ εἰς τελειότητα κἀντεῦθεν παραστήσας τὴν περὶ τοῦ ἀνθρωπίνου τέλους ζήτησιν ἀναγκαίαν, ἐπάνεισιν ἐπὶ τὸ προκείμενον καὶ ποιεῖται λόγον εἰσέτι περὶ τῆς ἀνθρώπῳ προσγινομένης ἀπὸ τῶν ἀγαθῶν πράξεων τελειότητος. καὶ καταπαύει μὲν τὸν περὶ τοῦ καθόλου λόγον καὶ τῶν ἰδεῶν, ἐπαναλαμβάνει δὲ τὸν περὶ τοῦ προκειμένου, λέγων ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον ἀγαθόν. τὸ δὲ ζητούμενον ἦν ἡ εὐδαιμονία, δι’ ἣν καὶ τἄλλα πρακτὰ παρ’ ἀνθρώποις ἀγαθά. καὶ ὥσπερ τὸ εἰ ἔστι ζητῶν ἐξ ἀρχῆς ἐξ ἀναλογίας ἔδειξε τοῦτο τῶν κατὰ τέχνας τελικωτάτων τελῶν, ὅτι καθὼς ἐπ’ ἐκείνων ἔστι μὲν ἑκάστης εὑρεῖν τέλος οἰκεῖον, δι’ ὃ τὰ πρὸ αὐτοῦ πάντα, κἀκεῖνο εὑρόντες καὶ ἀποδόντες τί ἐστι, τὴν οὐσίαν τοῦ τελικωτάτου τῆς τέχνης ἀποδιδόαμεν. καὶ αὖθις πολλῶν τεχνῶν ἀναγομένων2 ὑπὸ μίαν καὶ τῶν τελῶν ἐκείνων ὑπὸ τὸ τέλος τῆς μιᾶς, τὸ τέλος ἐκείνης τελικώτερον τῶν λοιπῶν ἐστι, τῶν ἀναγομένων ὑπ’ αὐτήν. καὶ ἀποδιδοὺς τί ἐστιν ἐκεῖνο τὴν τοῦ τελικωτέρου τῶν λοιπῶν ἀπόδοσιν ἐποιήσατο, οὕτω καὶ πάντων τῶν τελῶν ὑπὸ τὴν εὐδαιμονίαν ἀναγομένων ὅσα τέλη ταῖς πρακτικαῖς τέχναις ἢ ἐπιστήμαις ὡς εἰς τέλος κοινόν, ὁ ἀποδιδοὺς ταύτην τί ἐστι γνώριμον ἐποίησε τὸ πάντων τελικώτατον, ὃ δι’ ἑαυτό ἐστι μόνον αἱρετὸν καὶ μὴ διά τι ἕτερον. τῶν δ’ ἄλλων ἕκαστον τὸ μὲν δι’ ἕτερον αἱρετόν, τὸ δὲ καὶ δι’ ἑαυτὸ καὶ δι’ ἕτερον, ὡς τὸ μὲν τέμνεσθαι καὶ καίεσθαι καὶ φαρμακεύεσθαι τὸν νοσοῦντα οὐδέποτε δι’ ἑαυτὰ αἱρετὰ ἀλλὰ διὰ τὴν ὑγείαν· ἡ δὲ ὑγεία καὶ δι’ ἑαυτήν· κατὰ φύσιν γὰρ τῷ σώματι. τοῦτο δὲ ἀγαθὸν καὶ δι’ ἕτερον.
“关于这些事,至此便已足够;让我们再次返回原题”他从一开始就计划论述人类可实践之善中最完满者——其余之物最终皆导向此善——并且证明了它的存在,进而又计划阐明它究竟为何物;在此期间,他探讨了普遍之善与理念,按照柏拉图的学说,在存在之物中是否存在这样的一种事物,以及是否应当将更为局部的善还原至彼善,并且是否应当放弃对其余之物的探求而将一切归结于彼善,将其作为终极的目的来加以探讨。首先,他表明彼善并不以他所指出的方式存在;其次,即便它存在,亦非可实践之物,对其认知亦不能促成实践性技艺的完满;由此证明了探求人类之目的乃是必然的之后,他便返回至所提出的论题,进而继续论述由善的行为归属于人类的完满。他结束了关于普遍者与理念的讨论,重新拾起关于所提出之论题的讨论,说道“让我们返回所探求的善”。而所探求的善乃是幸福,人类其他可实践之善亦皆是为了它。正如他从一开始探讨它是否存在时,便从诸技艺中最具终极性的目的之类比中证明了这一点——即如同在这些技艺的情形中,可以发现每门技艺各自固有的目的,先于此目的的一切皆是为了它,并且一旦发现此目的并界定它是什么,我们便界定了该技艺最具终极性之目的的本质;又如当许多技艺被归置于单一技艺之下、那些目的亦被归置于这单一技艺的目的之下时,该技艺的目的便比归置于其下的其余目的更为终极,并且他在界定彼目的为何物时,便做出了关于比其余者更为终极之目的的界定——同样,当作为实践性诸技艺或科学之目的的一切目的皆被归置于作为共通目的的幸福之下时,界定此幸福为何物的人,便阐明了万物中最具终极性者,即仅仅因其自身而非因任何他物而被选取者。至于其余之物中的每一者,有些是因他物而被选取,有些则是既因自身又因他物而被选取;例如病人承受切除、灼烧和服药,绝非因其自身而被选取,而是为了健康;健康则亦因其自身而被选取,因为这对身体而言是顺应自然的;然而这一善亦是为了他物而被选取的。
- 1.74καὶ περὶ ἐκείνου ζητητέον ὡς τελικωτάτου
该分句与前面的间接疑问从句(εἰ ἔστι τέ τι τοιοῦτον ... καὶ εἰ εἰς ἐκεῖno ἀνακτέον)相并列,承前省略了疑问连词 εἰ(即“是否应当探讨彼善……”)。虽然语法上亦可将句首的 καὶ 视作独立句的连词,但将其作为前面 ἐζήτησε μεταξὺ 的宾语从句来读更为连贯。
- 1.74καὶ ὥσπερ τὸ εἰ ἔστι ζητῶν ἐξ ἀρχῆς ἐξ ἀναλογίας ἔδειξε τοῦτο τῶν κατὰ τέχνας τελικωτάτων τελῶν ... οὕτω καὶ πάντων τῶν τελῶν ὑπὸ τὴν εὐδαιμονίαν ἀναγομένων
这是一个长大的比较句式(ὥσπερ ... οὕτω),其主干结构为:ὥσπερ ... ἔδειξε τοῦτο ... οὕτω καὶ ... ὁ ἀποδιδοὺς ταύτην τί ἐστι γνώριμον ἐποίησε τὸ πάντων τελικώτατον。在 ὥσπερ 从句内部,并列了两个类比说明:ὅτι καθὼς ... κἀκεῖνο εὑρόντες ... ἀποδιδόαμεν(单个技艺固有的终极目的)以及 καὶ αὖθις πολλῶν τεχνῶν ... ἀπόδοσιν ἐποιήσατο(技艺目的的层级归属),由此引出后半部分由 οὕτω 引导的结论。
