← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§588.26-589.28

作为第一完全幸福的沉思活动

注解亚里士多德《尼各马可伦理学》1177b16,论证政治与军事活动属于劳碌且以他物为目的,而智性的沉思活动才具备自足性、闲暇与持久性,是人类第一位且完全的幸福;并阐明了包含中间插入语的长条件句的句法结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.47

" Εἰ δὴ τῶν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ πολεμικαί." Ταῦτα οἷον συμπέρασμά εἰσι τῶν περὶ τῆς θεωρητικῆς εὐδαιμονίας εἰρημένων. ὃ δὲ λέγει, τοιοῦτον ἂν εἴη δυνάμει. εἰ τὰ στοιχεῖα τῆς τελείας εὐδαιμονίας εἰσὶ τὸ δι’ ἑαυτὸ καὶ μὴ δι’ ἄλλο τι αἱρετόν, τὸ ἥδιστον, τὸ αὔταρκες, τὸ σχολαστικόν, τὸ ἄτρυτον καὶ ἀνένδοτον καὶ μόνιμον τῆς ἐνεργείας, ὡς ἀνθρώπῳ δυνατόν. εἰ οὖν ταῦτά ἐστι τὰ συστατικὰ τῆς εὐδαιμονίας στοιχεῖα, ταῦτα δὲ μόνῃ τῇ θεωρητικῇ ὑπάρχει εὐδαιμονίᾳ, ἡ πρώτη καὶ τελεία εὐδαιμονία καὶ τῶν ἀνθρώπων οἰκειοτάτη [ἐστὶν] αὕτη ἂν εἴη. ἡ δὲ πολιτικὴ δευτέρα καὶ μετ’ αὐτὴν οἰκεία οὐ τῷ ἀληθινῷ καὶ ὄντως ἀνθρώπῳ, ἀλλὰ τῷ συγκειμένῳ ἐκ νοῦ καὶ σώματος. εἰ γὰρ καὶ ἑκάστου φύσις αὐτὸ τοῦθ’ ὅπερ ἐστὶ τελεία ὑπάρχει, ἀλλὰ τῶν ὑπερκειμένων ὑφεῖται καὶ ἀτελής ἐστι πρὸς τὰ ὑπέρτερα, ὥστε καὶ ἡ πολιτικὴ κατ’ αὐτὸ τοῦτο ἀτελής ἐστιν, ὡς πρὸς τὴν θεωρητικήν, εἰ καὶ τελεία κατά γε τὴν οἰκείαν φύσιν ἐστίν. ὃ μὲν βούλεται λέγειν τοῦτό ἐστι. περὶ δὲ τῶν λέξεων ἐκεῖνο πρῶτον ῥητέον, ὅτι ἡ τούτων ἀπόδοσίς ἐστιν ἐν τῷ ἡ τελεία εὐδαιμονία αὕτη ἂν εἴη ἀνθρώπῳ λαβοῦσα μῆκος βίου τέλειον,1 τὰ δὲ λοιπὰ μεταξὺ παρεμβέβληται, ἀνάμνησις ὄντα τῶν εἰρημένων περὶ εὐδαιμονίας. ἔπειτα ῥητέον, ὅσον διαφέρει πόλις ἑνὸς ἀνδρός, τοσοῦτον καὶ αἱ κατ’ ἀρετὴν πολιτικαὶ πράξεις ἅπασαι, αἵτινές εἰσιν ἡ πολιτικὴ εὐδαιμονία, διαφέρει μεγέθει καὶ κάλλει μιᾶς κατ’ ἀρετὴν πράξεως.2 τὰ γὰρ ἀπὸ ἀρετῆς καὶ κατ’ ἀρετὴν πᾶσι τοῖς πολίταις προσόντα τε καὶ πραττόμενα μεγάλα καὶ καλὰ τυγχάνει. καὶ πολὺ προύχουσι τῆς ἑνὸς ἀνδρὸς ἀρετῆς καὶ πράξεων. ὁμοίως δὴ καὶ ἐπὶ τῶν πολεμικῶν ἔχει πράξεων· πολὺ ὑπερέχουσιν αἱ τοῦ στρατεύματος ὅλου κατ’ ἀρετὴν πράξεις καὶ ἀνδραγαθίαι τῶν ἑνὸς στρατιώτου κατορθωμάτων, ὅμως δ’ οὖν, καίτοι μεγάλων καὶ καλῶν οὐσῶν, τὸ σχολαστικὸν οὐ πάρεστιν αὐταῖς ἀλλὰ πρὸς τῷ ἀσχόλους εἶναι καὶ οὐ δι’ ἑαυτὰς ἀλλὰ δι’ ἄλλο τι τυγχάνουσιν οὖσαι αἱρεταί, διὰ νίκην, διὰ χρημάτων συλλογὴν καὶ χώρας ἐπίκτησιν. τὸ δὲ δι’ ἄλλο τι αἱρετὸν ἀτελὲς καὶ οὐδ’ αὔταρκες. ἡ δὲ τοῦ νοῦ ἐνέργεια, ἡ τῶν θείων κατάληψις καὶ ἐπαφή, σπουδῇ διαφέρειν δοκεῖ, τουτέστιν τῇ ἀκρότητι καὶ τῷ τιμίῳ. ἡ τιμιωτάτη γὰρ καὶ ἀκροτάτη ἡμῶν ἐνέργεια καὶ θεοφιλεστάτη ἡ νοερά ἐστι ζωή. αἱ γὰρ ἠθικαὶ καὶ πρακτικαὶ δεύτεραί τε καὶ μετ’ ἐκείνην. καὶ πρὸς τούτῳ ἡδίστη τέ ἐστι· τὸ γὰρ τέλειον ἥδιστον. ἡ δὲ τοιαύτη ἡδονὴ τελεία ὡς ἀμεταμέλητος καὶ μετανοίας ἄδεκτος. τελεία δὲ οὖσα καὶ ἡδίστη συναύξει καὶ τὴν ἐνέργειαν. ἔστι δὲ καὶ αὐτάρκης· δι’ ἑαυτὴν γάρ ἐστιν αἱρετὴ καὶ ἄτρυτος καὶ ἀνένδοτος καὶ πρὸς ἄνεσιν ἀμείλικτος. οὐδεὶς γὰρ οὕτω δύναται πλεῖστον χρόνον ἐγκαρτερεῖν ταῖς οἰκείαις ἐνεργείαις καὶ πράξεσιν ὡς ὁ θεωρίᾳ σχολάζων.

「因此,如果依诸德性的行为中,政治与军事的行为……」 这些话犹如对有关沉思幸福所论述之事的结论。他所说的实质上当如下所述:如果完全幸福的组成要素是因自身而非因任何其他事物而值得选择、最令人愉悦、自足、富有闲暇,以及就人类可能而言其活动的不知疲倦、不屈不挠与持久稳定。那么,如果这些是构成幸福的要素,且这些要素仅属于沉思幸福,那么这便会是第一位的、完全的、且对人类而言最为特有的幸福。而政治幸福则是第二位的,位于其后,不是特属于真实且实质上的人,而是特属于由智性与身体复合而成的人。因为即使每一事物的本性就其自身所是而言是完全的,但它仍次于其上位者,且相对于更优越者是不完全的;因此政治幸福正是在这一点上相对于沉思幸福是不完全的,即便按其固有的本性而言它是完全的。他想要表达的便是这个意思。然而关于文句,首先应当说明的是,这些词句的归结句在于「若获得完全的生命长度,这便将是人类的完全幸福」,而介于其间的其余部分则是插入的,是对先前关于幸福所说之事的忆及。其次应当说明的是,正如城邦与单个人相差有多大,所有依德性的政治行为——即政治幸福——在伟大与美好上胜过单个依德性的行为亦有多大。因为出于德性且依德性属于所有公民并由他们践行之事,确实是伟大且美好的;并且它们远远超出单个人的德性与作为。在军事行为上情况确实亦同样如此:整支军队依德性的行为与英勇事迹,远远超出单个士兵的功业。然而尽管它们伟大而美好,富有闲暇这一特质却并不存在于它们之中;相反,除了属于劳碌之外,它们并非因其自身而是因其他某种事物才成为值得选择的,即为了胜利、为了聚敛钱财和扩张领土。而因其他事物值得选择者是不完全的,甚至不是自足的。但智性的活动,即对神圣事物的把握与触及,似乎「在郑重性上超凡脱俗」,也就是说在最高顶点与尊贵上超凡脱俗。因为我们最尊贵、最卓越且最蒙神眷爱的活动便是知性的生活;因为伦理与实践的诸活动是第二位的并随其之后。此外,它也是最令人愉悦的;因为完全者是最令人愉悦的。而这种快乐作为不令人懊悔且不招致悔恨之物是完全的;并且因其完全且最令人愉悦,它亦助长了活动本身。它也是自足的;因为它是因其自身而值得选择的,是不知疲倦、不屈不挠且对松懈绝不通融的。因为没有任何人能够像在沉思中享有闲暇之人那样,在自身特有的活动与作为中坚持最长久的时间。

语法注2 条
  1. 9.47ἡ τούτων ἀπόδοσίς ἐστιν ἐν τῷ ἡ τελεία εὐδαιμονία αὕτη ἂν εἴη ἀνθρώπῳ λαβοῦσα μῆκος βίου τέλειον

    指明引文条件句(Εἰ δὴ τῶν κατὰ τὰς ἀρετὰς πράξεων...)的主句归结(ἀπόδοσις)所在之处。欧斯查蒂俄斯指出了亚里士多德原文中的长距离分隔结构,即在条件从句与归结从句之间插入了对幸福诸要素的重述(παρεμβέβληται),并断定全句的核心骨架为 εἰ... αὕτη ἂν εἴη。

  2. 9.47διαφέρει μεγέθει καὶ κάλλει μιᾶς κατ’ ἀρετὴν πράξεως

    关于语法一致性与动词用法的说明。尽管主语 αἱ κατ’ ἀρετὴν πολιτικαὶ πράξεις ἅπασαι 为复数,动词 διαφέρει 却作单数形式,这或者是受前一关联分句(ὅσον διαφέρει πόλις ἑνὸς ἀνδρός)中单数动词的吸引,或者将复数主语视作集合概念。此外,διαφέρει 支配属格(μιᾶς... πράξεως),表示「在……上胜过(优于)」。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:588.26-589.28