- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:587.3-588.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯阐释了亚里士多德在《尼各马可伦理学》第十卷第七章(1177b6)中的论述,即实践德性的活动(战争与政治)属于劳碌,以和平与闲暇为目的,并对文本字句的句法展开分析。
" Τῶν μὲν οὖν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς ἢ ἐν τοῖς πολεμικοῖς αἱ ἐνέργειαι." Εἰπὼν ὅτι ἐν σχολῇ δοκεῖ εἶναι ἡ εὐδαιμονία, δείκνυσι διὰ τούτων, ὅτι οὐδεμία ἄλλη τις ἐνέργεια οὔτε πολεμικὴ οὔτε πολιτικὴ οὔθ’ ἡ πολιτικὴ αὐτὴ εὐδαιμονία ἐν σχολῇ ἐστιν, ἀλλὰ μόνη ἡ κατὰ νοῦν ἐνέργεια, ἡ θεωρητικὴ εὐδαιμονία. τοῦτο δεικνὺς λέγει, ὅτι τῶν μὲν πρακτικῶν ἀρετῶν, ἤτοι τῶν ἠθικῶν, αἱ ἐνέργειαι ἢ ἐν τοῖς πολιτικοῖς πράγμασίν εἰσιν ἢ ἐν τοῖς πολεμικοῖς, αἵτινες, καὶ αἱ κατὰ τὸν πόλεμον καὶ αἱ κατὰ τὴν πόλιν, ὅτι ἄσχολοί εἰσι καὶ μεσταὶ φροντίδος καὶ ταραχῆς, οὐδεὶς ἀγνοεῖ1 τῶν ἐν πολέμοις καὶ πολιτικοῖς πράγμασι διατριβόντων. οἵ τε γὰρ τῶν χρημάτων τῆς πόλεως ταμίαι ἀνάπλεώ εἰσι θορύβων, φροντίζοντες ὡς λόγον ἀποδώσοντες τῶν τεθησαυριζομένων καὶ ἀποθησαυριζομένων, οἵ τε τοὺς ἀδικεῖν πειρωμένους ἀναστέλλοντες ἐν παντοίᾳ ταραχῇ καθεστήκασιν ὄντες, οἵ τε τὰς ἀμοιβὰς καὶ ἀνταλλαγὰς ἐπισκεπτόμενοι, ὅπως ἂν ὅτι μάλιστα κατ’ ἀξίαν γίνοιντο, τέλεόν εἰσιν ἄσχολοι. τί δ’ ἂν εἴποι τις περὶ τῶν πολιαρχούντων, οὓς ὑπάρχους καλοῦσιν; οὐκ ἔστιν οὐδεὶς τούτων ἄσχολος,2 λέγομεν δὲ τοὺς ὄντας ταμίας καὶ πολιάρχους καὶ τοὺς ἄλλους ὁμοίως, ἀλλ’ οὐχὶ τοὺς καθ’ ἡμᾶς κόρακας. εἰπὼν δὴ ὅτι καὶ αἱ πολιτικαὶ καὶ αἱ πολεμικαὶ ἐνέργειαι ἄσχολοί εἰσι, δείκνυσι πρῶτον, ὅπως αἱ πολεμικαὶ τοιαῦταί εἰσι καί φησιν οὐδεὶς γὰρ τὸ πολεμεῖν αἱρεῖται χάριν τοῦ πολεμεῖν, ἀλλὰ πολεμοῦμεν, ἵνα εἰρήνην ἄγοιμεν. εἰ οὖν πολεμοῦμεν, ἵνα εἰρηνεύωμεν, ἡ δ’ εἰρήνη σχολή τίς ἐστι, πολεμοῦμεν ἄρα ἵνα σχολάζωμεν. πᾶν δὲ τὸ γινόμενον ἐκ τοῦ ἀντικειμένου ἢ τοῦ ἐναντίου γίνεται, ὡς ἐν τῷ πρώτῳ τῶν Φυσικῶν δέδεικται. εἰ οὖν καὶ ἡ εἰρήνη ἐκ τοῦ πολέμου γίνεται, ἔστι δὲ ἡ εἰρήνη σχολή, ὁ πόλεμος ἄρα ἀσχολία καὶ αἱ ἐν αὐτῷ πράξεις. ὅτι δὲ χάριν τοῦ σχολάζειν πολεμοῦμεν, πιστούμενος ἐπήγαγεν οὐθεὶς γὰρ αἱρεῖται τὸ πολεμεῖν χάριν τοῦ πολεμεῖν, ὃ ταὐτόν ἐστι τῷ οὐθεὶς γὰρ αἱρεῖται τὸ ἀσχολεῖσθαι χάριν τοῦ ἀσχολεῖσθαι, ἀλλ’ ἵνα σχολάζῃ. μιαιφόνος γὰρ καὶ ἀσεβὴς καὶ παντάπασιν ἀδικώτατος ὁ πολεμῶν ἵνα πολέμους ἔχῃ. εἰ γὰρ τὸν πόλεμον αἱρεῖται, ἵνα πολεμῇ, κρατήσας πάντων τῶν πολεμίων καὶ ὑπὸ χεῖρα ποιήσας, τίσι πολεμήσει; ἐπεὶ τὸ πολεμεῖν αἱρεῖται ἕνεκα τοῦ πολεμεῖν, δῆλον δή, ὅτι κατὰ τῶν φίλων ἐπάξει τὸν πόλεμον, ὅπερ ἐσχάτης ἐστὶν ἀδικίας καὶ μιαιφονίας. οὐκ ἄρα πολεμοῦμεν, ἵνα πολεμῶμεν, ἀλλ’ ἵνα ἡσυχίαν ἄγωμεν, ὅπερ ταὐτόν ἐστιν, ὡς εἴρηται, τῷ ἀσχολούμεθα, ἵνα σχολάζωμεν. ἄσχολοι ἄρα αἱ πολεμικαὶ πράξεις, ἐπειδὴ τὸ τέλος αὐτῶν, ἡ εἰρήνη, σχολή. ἔστι δὲ καὶ ἡ τοῦ πολιτικοῦ ἄσχολος, καὶ παρ’ αὐτὸ τὸ πολιτεύεσθαι.3 ὁ καὶ σύνδεσμος ὁ ἐν τῇ λέξει τῇ καὶ παρ’ αὐτὸ τὸ πολιτεύεσθαι οὐ παρέλκει, ἀλλ’ ἐνδείκνυται, ὅτι οὐ μόνον ὅτε τὰ πολιτικὰ πράττει καὶ περὶ ταῦτα διατρίβει, ἀσχολεῖται, ἀλλὰ καὶ ὅτε μὴ ἐνεργεῖ σκοπούμενος τί μὲν πέπραχε, τί δὲ τῶν ἀναγκαίων παρέλιπε, καὶ τί δεῖ ἐς νέωτα πρᾶξαι καὶ τί μὴ ποιῆσαι. καὶ ἦν ἂν μᾶλλον κατάλληλος ἡ λέξις καὶ τοῖς λεγομένοις συμφωνοτέρα, εἰ οὕτω πως εἶχε ‘καὶ ἐν αὐτῷ τῷ μὴ πολιτεύεσθαι ἀσχολός ἐστιν.’ ἀλλὰ ταῦτα μὲν ἴσως τοιαῦτα. δείξας δὲ τὰς πολεμικὰς ἐνεργείας ἀσχόλους, δείκνυσιν ὅτι οὐδὲ αἱ πολιτικαὶ ἀπηλλαγμέναι εἰσὶ θορύβου καὶ ταραχῆς, ἀλλὰ καὶ αὗται ἄσχολοι τυγχάνουσιν οὖσαι. τὸν γὰρ περιποιούμενον τιμὰς καὶ δυναστείας ἑαυτῷ καὶ τῇ πόλει καὶ σπουδάζοντα καὶ μεριμνοῦντα κυριεύειν τῶν πέριξ πόλεων καὶ τιμᾶσθαι καὶ αὐτὸν καὶ τοὺς πολίτας πρὸς ἁπάντων, ἐν ἀφθονίᾳ τε τυγχάνειν πάντων τῶν πρὸς ζωήν, πῶς ἄν τὸν οὕτως ἔχοντα φήσειεν ἄν τις ἄσχολον εἶναι; ἡ μὲν διάνοια τῶν προκειμένων συλλαβῶν αὕτη. τὴν δὲ λέξιν τὴν ἑτέραν τῆς πολιτικῆς, ἣν καὶ ζητοῦμεν ὑπερβατῶς ἀναγνωστέον4 ‘ἑτέραν οὖσαν ἣν καὶ ζητοῦμεν τῆς πολιτικῆς.’ λέγει δὲ ὅτι ὁ εὐδαίμων ἑαυτῷ καὶ τοῖς πολίταις δυναστείας περιποιούμενος, καὶ ἡ τοιαύτη εὐδαιμονία ἑτέρα ἐστὶ τῆς θεωρητικῆς εὐδαιμονίας, ἣν θεωρητικὴν εὐδαιμονίαν ζητοῦμεν νῦν. ὁ δὲ καὶ σύνδεσμος ἐκ περιττοῦ κεῖται νῦν. ἔστι γὰρ τὸ ὀρθὸν τοιοῦτον ‘ἑτέραν οὖσαν, ἣν ζητοῦμεν, τῆς πολιτικῆς.’
「因此实践诸德性的活动,存在于政治事务或军事事务之中。」 在说明了幸福似乎存在于闲暇之中后,他通过这些字句表明,没有任何其他活动,无论是军事活动还是政治活动,亦非政治幸福本身,是在闲暇之中的,而唯独依智性的活动,即沉思幸福[在闲暇之中]。为了阐明这一点,他说,实践诸德性、即伦理诸德性的活动,要么在政治事务中,要么在军事事务中;而这些活动,无论是涉及战争的还是涉及城邦的,都充斥着劳碌且满是操心与扰乱,凡投身于战争和政治事务的人无不知晓。因为城邦钱财的掌管者充满喧扰,作为要为入库和支出的财物交账的人而操心;那些遏制企图行不义之人的人也身处各种扰乱之中;而那些视察酬报与交易以使其尽可能符合应得价值的人,则完全是劳碌的。而关于那些被称为总督的城邦管理者,人们又该说什么呢?这些人中没有一个不是劳碌的——我们所说的是真正作为司库、城邦管理者以及其他诸如此类的人,而不是我们当今的那些乌鸦。在说明了政治活动与军事活动都是劳碌的之后,他首先表明军事活动如何是这样的,并说:因为没有人为了作战本身而选择作战,而是我们为了享有和平而作战。因此,如果我们为了和平而作战,而和平是某种闲暇,那么我们作战便是为了处于闲暇。正如在《物理学》第一卷中所表明的,凡生成的事物都是从其对立面或相反面生成的。所以,如果和平也是从战争中生成的,而和平是闲暇,那么战争以及其中的行为便是劳碌。而为了证实我们是为了处于闲暇而作战,他补充道:因为没有人为了作战本身而选择作战,这等同于:因为没有人为了劳碌本身而选择劳碌,而是为了处于闲暇。因为为了拥有战争而作战的人,是嗜杀的、不敬神的,并且是彻底极不公正的。因为如果他为了作战而选择战争,那么在战胜所有敌人并使之屈服之后,他将同谁作战呢?既然他为了作战本身而选择作战,显然他将向朋友发动战争,而这是极端的不公正与残暴。因此我们并非为了作战而作战,而是为了享有宁静,正如所言,这等同于:我们劳碌是为了处于闲暇。因而军事行动是劳碌的,因为它们的目的即和平乃是闲暇。但政治家的活动也是劳碌的,而且「在从事政治活动本身之外」也是劳碌的。在「且在从事政治活动本身之外」这句话中的连词「且(καί)」并非赘词,而是表明,不仅当他处理政治事务并投身其中时他是劳碌的,而且即便当他不在行动时,通过审视自己做了什么、疏漏了哪些必要之事、来年应当做什么和不应当做什么,他也是劳碌的。如果文句作如下表述,或许会更为贴切,也更符合所说的内容:『即使在不从事政治活动本身之中,他也是劳碌的。』不过这些事大概就是如此。在表明了军事活动是劳碌的之后,他表明政治活动也未能摆脱喧扰与扰乱,而是同样也是劳碌的。因为对于那个为自己和城邦谋取荣誉与权势、热切渴望并操心统治周边城邦、使自己和公民都受到所有人尊崇、并在生活所需的一切事物上都处于充裕之中的人,怎会有人说处于这种境地的人是不劳碌的呢?眼前文句的含义就是如此。而「不同于政治的、我们亦在寻求的」这一词句必须通过倒装来理解为「是不同于政治的、即我们亦在寻求的」。他的意思是,为自己和公民谋取权势的幸福者,以及这种幸福,不同于沉思幸福,而我们现在所寻求的正是这种沉思幸福。在这里,连词「亦(καί)」则是多余放置的;因为正确的表达应当是:『是不同于政治的、即我们所寻求的』。
- 9.46αἵτινες, καὶ αἱ κατὰ τὸν πόλεμον καὶ αἱ κατὰ τὴν πόλιν, ὅτι ἄσχολοί εἰσι καὶ μεσταὶ φροντίδος καὶ ταραχῆς, οὐδεὶς ἀγνοεῖ
主格关系代词 αἵτινες 在句首承接先行的 αἱ ἐνέργειαι,在插入同位语短语(καὶ αἱ κατὰ τὸν πόλεμον καὶ αἱ κατὰ τὴν πόλιν)后,被吸收为主句动词 οὐδεὶς ἀγνοεῖ 所带 ὅτι 从句的主语,构成带有前置(prolepsis)的破格句(anacoluthon)。
- 9.46οὐκ ἔστιν οὐδεὶς τούτων ἄσχολος
由于重叠否定(οὐκ... οὐδεὶς)在希腊语中用于加强否定,传世文本字面意为「这些人中没有一个是劳碌的(ἄσχολος)」,与文意相反;译者据文脉校补为〈μὴ〉 ἄσχολος(或 εὔσχολος「有闲暇的」,参 588.18),解作「这些人中没有一个不是劳碌的」。此处呼应前文的「完全是劳碌的(τέλεόν εἰσιν ἄσχολοι)」,强调凡居统治职位者无不处于劳碌之中。
- 9.46καὶ παρ’ αὐτὸ τὸ πολιτεύεσθαι
介词 παρά 接宾格,表示除外或附加,意为「在从事政治活动本身之外」。注解者将此处的 καί 解释为递进/强调(「甚至」)而非赘词,认为该短语指政治家即便在暂停政治行动时也仍处于操心劳碌之中。
- 9.46ἑτέραν τῆς πολιτικῆς, ἣν καὶ ζητοῦμεν ὑπερβατῶς ἀναγνωστέον
针对亚里士多德的原文字句(ἑτέραν τῆς πολιτικῆς, ἣν καὶ ζητοῦμεν)提出的句法说明,指出关系分句 ἣν καὶ ζητοῦμεν 的先行词并非紧邻的 τῆς πολιτικῆς,而是 ἑτέραν(即沉思幸福),因此必须通过倒装(hyperbaton)读解为「ἑτέραν οὖσαν ἣν [καὶ] ζητοῦμεν τῆς πολιτικῆς」。
