- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:586.3-587.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《尼各马可伦理学》第十卷第七章(1177b4)提出的「幸福存在于闲暇之中」这一论题,厄斯特拉修阐明以往哲学家对幸福的各种规定都最高度地符合沉思幸福。他进而通过战争以和平(闲暇)为目的、政治事务的劳碌亦追求更高闲暇的层层推导,论证了终极目的沉思正是存在于闲暇之中。
" Δοκεῖ τε ἡ εὐδαιμονία ἐν τῇ σχολῇ." Τοὺς σχολάζοντας 〈καὶ〉 ἐκτὸς παντὸς ὄχλου ὄντας εὐδαίμονας λέγουσι καὶ καθ’ ἑκάστην1 ἀκούομεν πάντας λέγοντας ὑπ’ αὐτῆς τῆς φύσεως ἀγομένους “ὁ δεῖνα μακάριός ἐστι καὶ εὐδαίμων”· ἐρωτώμενοι δὲ διὰ τί, λέγουσι “διότι ἀνενόχλητος διατελεῖ σχολάζων καὶ δίχα θορύβου διαβιῶν”. εἰ οὖν τοὺς σχολάζοντας εὐδαιμονίζομεν, ἐν σχολῇ δὲ μᾶλλον εἰσὶν οἱ νοερῶς ζῶντες, οὗτοι μᾶλλόν εἰσι εὐδαίμονες, καὶ μᾶλλον καὶ ὄντως ἀκροτάτη καὶ τελεία εὐδαιμονία ἐστὶν ἡ κατὰ νοῦν ζωὴ καὶ γνῶσις τῶν θείων καὶ ἐπαφὴ καὶ οὐχ ἡ ἐν ἀσχολίᾳ παντοίᾳ πολιτικὴ εὐδαιμονία. πάντα τοίνυν, ὅσα περὶ εὐδαιμονίας ἐδόξασαν οἱ πρὸ αὐτοῦ καὶ σὺν αὐτῷ, ἔδειξεν ὑπάρχοντα τῇ θεωρητικῇ εὐδαιμονίᾳ. εἴτε γὰρ εὐδαιμονία ἐστίν, ὥς τινες εἶπον, τὸ δι’ ἑαυτὸ αἱρετὸν καὶ μὴ δι’ ἄλλο τι, τῇ νοερᾷ μόνῃ ζωῇ τοῦθ’ ὑπάρχει καὶ οὐκ ἄλλῳ τινί, εἴτε ψυχῆς ἐνέργεια, ὡς ἄλλοι ἀπεφήναντο, τὰ κατὰ τὰ ἀγαθὰ τὰ ἀπὸ τῶν κρειττόνων εἰς αὐτὴν ἀφιγμένα, ἃ δὴ ἀγαθά ἐστιν, ἥ τε ἐκεῖθεν ἔλλαμψις ἡ πρὸς τὸν θεωρητικὸν εὐδαίμονα καὶ ἡ ἐπὶ ταύτῃ γνῶσις τῶν τε πρώτων καὶ δευτέρων καὶ τῶν ἐφεξῆς καὶ τῆς κοινωνίας αὐτῶν καὶ διαφορᾶς καὶ τῆς ἑκάστων ἰδιότητος, καὶ τοῦτο τὸ ταύτῃ ἐξαίρετόν ἐστι καὶ ἰδιαίτατον, εἴτε εὐζωΐα καὶ εὐπάθεια, καὶ ταύτης εὐμοιρεῖ, εἴτε σχολὴ καὶ ἀπραξία, ὡς ὁ Ἐπίκουρος βούλεται, καὶ τοῦτο ταύτης ὂν2 διὰ τῶν προκειμένων δείκνυσι λέξεων, λέγων δοκεῖ τε ἡ εὐδαιμονία ἐν τῇ σχολῇ. εἰ γὰρ ἡ εὐδαιμονία τέλος ἐστὶ τὸ ἔσχατον, ἔστι δὲ καὶ ἡ σχολὴ τέλος ἔσχατον, ἡ εὐδαιμονία ἐν σχολῇ ἂν εἴη. ὅτι δὲ ἡ σχολὴ τέλος ἐστὶν ἔσχατον, προβιβάζει ἀπὸ τῆς πολιτικῆς εὐδαιμονίας, ἥτις εὐδαιμονία ἁπλῶς μὲν ἐν σχολῇ οὐκ ἔστι, πῇ δὲ καὶ κατά τι. ἐν σχολῇ μὲν γάρ ἐστι, καθόσον ὑπείκουσιν αὐτῷ πᾶσαι αἱ πλησιάζουσαι πόλεις, καθόσον δὲ τὰ τῆς πόλεως ὁσημέραι περισκοπεῖ καὶ τὰ κοινῇ καὶ χωρὶς ἑκάστῳ καλὰ καὶ συμφέροντα βέβαια καὶ μόνιμα διαμένειν φροντίζει, ἄσχολός ἐστι καὶ τεθορυβημένος. πόθεν δὲ δῆλον, ὅτι ἡ σχολὴ τέλος ἐστὶν ἔσχατον; ἐκ τοῦ τόξα μὲν γλύφεσθαι καὶ θώρακας πλέκεσθαι καὶ θυρεοὺς συναρμόζεσθαι διὰ τὸν πόλεμον, τὸν δὲ πόλεμον αἱρεῖσθαι διὰ τὴν εἰρήνην, ἥτις ἐστὶ σχολή. ὥστε ἐπεὶ ἡ εἰρήνη σχολή, τέλος δὲ ἡ εἰρήνη, καὶ ἡ σχολὴ ἄρα τέλος τῆς ἀσχολίας, ἤτοι τῆς τῶν ὅπλων κατασκευῆς καὶ τῆς λοιπῆς ἄλλης τῆς πρὸς τὸν πόλεμον παρασκευῆς. ἀλλ’ ἐπεὶ καὶ αὕτη ἡ σχολὴ ἀσχολία τίς ἐστιν,3 ὡς εἴρηται, πᾶσα δὲ ἀσχολία τέλους τινὸς καὶ σχολῆς ἐφίεται, εἴη ἂν τὸ τῆς ἀσχολίας ταύτης τέλος σχολή· καὶ τὸ ἔσχατον τέλος (τοῦτο δέ ἐστιν ἡ θεωρητικὴ εὐδαιμονία) ἐν σχολῇ ἄρα.
「而且幸福似乎存在于闲暇之中。」 人们称那些处于闲暇且身处一切骚乱之外的人为幸福者,并且我们每天都听到所有人受自然本性本身的引导而言道「某某是真福的且是幸福的」;而当被问及为何时,他们说道「因为他不受烦扰地始终处于闲暇,且在没有喧扰中度日」。因此,如果我们认为处于闲暇的人是幸福的,而依智性生活的人更处于闲暇之中,那么这些人便更为幸福,并且依智性的生活以及对神圣事物的认识和触碰——而非处于各种劳碌之中的政治幸福——才更是且真确地是至高且圆满的幸福。于是,凡是他之前的人以及与他同时代的人关于幸福所持的见解,他都阐明是属于沉思幸福的。因为无论幸福是如某些人所说,是因其自身而非因任何他物而被选择者,这唯独属于知性的生活而不属于任何其他事物;或者如另一些人所断言的,[幸福是]灵魂的活动,即依照从更高之物临到灵魂的善事物而进行的[活动](这些善事物就是从彼处向沉思的幸福者发出的照耀,以及在此基础之上对第一者、第二者和随后的事物、对它们的共通性与差异以及各自独特性的认识),这也绝伦地且最本己地属于它;或者[幸福是]良善的生活和良好的状态,它也充分分享了这一点;或者如伊壁鸠鲁所主张的,[幸福是]闲暇与无事,他也通过眼前的字句表明了这也是属于它的,说道「而且幸福似乎存在于闲暇之中」。因为如果幸福是终极目的,而闲暇也是终极目的,那么幸福便当在闲暇之中。而闲暇是终极目的这一点,他是从政治幸福推导出来的,这种幸福绝对而言并不在闲暇之中,但在某种意义上并在某个方面却在闲暇之中。因为就所有邻近城邦都屈从于他〔政治家〕而言,他是处于闲暇的;但就他每日视察城邦事务、操心共同的以及各自独立的崇高与有益之事保持稳固和持久而言,他是劳碌且受纷扰的。那么从何处显明闲暇是终极目的呢?从雕刻弓箭、编结胸甲和组装长盾是为了战争,而选择战争则是为了和平——即闲暇——这一事实中显明。从而,既然和平是闲暇,且和平是目的,那么闲暇也就是劳碌的目的,即制造武器以及为了战争的其他一切准备的目的。然而,正如所言,既然这种闲暇也是某种劳碌,而一切劳碌都追求某种目的与闲暇,那么这种劳碌的目的便当是闲暇;因此终极目的(而这就是沉思幸福)就在闲暇之中。
- 9.45καθ’ ἑκάστην
阴性宾格单数名词 ἡμέραν 的省略,与介词 κατά 连用构成习惯用法,作副词表示「每日」「每天」。
- 9.45τοῦτο ταύτης ὂν
分词短语中的代词照应关系:τοῦτο 作为宾格主语指代前文伊壁鸠鲁所说的「闲暇与无事」(σχολὴ καὶ ἀπραξία),属格 ταύτης 则是表语性所有属格,指代前文的「沉思幸福」(τῇ θεωρητικῇ εὐδαιμονίᾳ)。它与分词 ὄν 一同作动词 δείκνυσι 的补足成分,意为「表明此物是属于它的」。
- 9.45καὶ αὕτη ἡ σχολὴ ἀσχολία τίς ἐστιν
主语 αὕτη ἡ σχολή 指代前一句中作为战争目的所提及的国家「和平」(εἰρήνη),相对战争而言和平被称为闲暇;但由于和平时期的治国理政依然需要日复一日的操劳与视察,因此配合表语名词 ἀσχολία τίς(某种劳碌),与更高阶的沉思闲暇相对照,悖论式地将其界定为「某种劳碌」。
