← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§584.27-586.2

沉思中的协作者及其因自身而被爱求

厄斯特拉齐奥斯注释了亚里士多德《尼各马可伦理学》第十卷第七章(1177a34–b4),探讨了沉思生活中的「协作者」之含义(操持生活必需品者,或砥砺德性的朋友)以及为何加上「或许」,进而论证沉思乃是完全的终极目的,唯独因其自身而被喜爱,且在其自身之外不产生任何其他结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.44

" Βέλτιον δ’ ἴσως συνεργοὺς ἔχειν, ἀλλ’ ὅμως αὐταρκέστατος." Συνεργοὺς οὐ πρὸς τὴν κατὰ νοῦν ἐνέργειαν, ἀλλὰ πρὸς τὸ ἀνενόχλητον τῆς θεωρίας·1 χρῄζει γὰρ τοῦ ἑψήσοντος τὰ λάχανα καὶ ὕδωρ κομίσοντος καὶ τὸ χιτώνιον ἀπορρύψοντος καὶ ὅλως τοῦ τὰ ἀναγκαῖα ποιήσοντος. ὅμως, φησί, κἂν τούτου ἀπορήσῃ, αὐταρκέστατός ἐστι διὰ τὸ πάμπαν ὀλίγων χρῄζειν· ἀντλήσει γὰρ αὐτὸς ὕδωρ καὶ λάχανον ἑψήσει. εἰ μὲν γὰρ περδίκων καὶ φασιανῶν ἑψήσεως ἐδεῖτο καὶ τραπέζης πολυτελοῦς, τότ’ ἂν ἦν ἄσχολος καὶ ἐπιδεής· ἐπεὶ δὲ ὕδατος καὶ μάζης, καὶ τῶν ταῦτα παρασκευασόντων ἀπορῶν αὐταρκέστατος ἔσται. ἢ συνεργοὺς λέγοι ἂν τοὺς οἰκείους αὐτῷ φίλους. δεῖται γὰρ τούτων, ὅτι οἱ φίλοι παραθήγουσιν ἀλλήλοις τὴν ἀρετήν, καὶ χρόνον πλείονα καὶ συνεχέστερον ἢ κατὰ μόνας ἐνεργοῦσι κατ’ αὐτήν. τὸ δὲ ἴσως πρόσκειται πρὸς μὲν τὸ πρότερον, ὅτι οἱ περὶ τὰ ἀναγκαῖα ἐπιτήδειοι οὐ πρὸς τὴν εὐδαιμονίαν αὐτὴν καθ’ αὑτὴν οὐδὲ πρὸς αὔξησιν αὐτῆς εἰσι συνεργοί, ἀλλὰ πρὸς τὴν τοῦ σώματος τελειότητα· ὅπερ σῶμα εἰ μὲν ταὐτὸν ἦν τῷ ἀληθεῖ ἀνθρώπῳ, ἦσαν ἂν συνεργοὶ τῷ εὐδαίμονι· ἐπεὶ δὲ οὐ ταὐτόν, ἴσως ἂν, ἤτοι κατὰ συμβεβηκὸς ἂν εἴποιμεν συνεργούς, καὶ οὐχ ἁπλῶς· πρὸς δὲ τὸ δεύτερον διά τινα εὐλάβειαν2 καὶ τὴν πρὸς τὸν διδάσκαλον Πλάτωνα αἰδῶ, μηδενὸς λέγοντα δεῖσθαι συνεργοῦ τὸν ὄντως ἄνθρωπον, αὐτοῦ γὰρ ἐν τῇ ψυχῇ τοῦ νοῦ ἐλλάμποντος καὶ ὅλης ἐκείνου οὔσης, τίς ἡ χρεία τινὸς ἄλλου πρὸς τὸ εὐδαιμόνως ζῆν; καὶ λέγει περὶ τούτων ὁ Πλάτων καὶ ἐν ταῖς Πολιτείαις καὶ ἐν τοῖς Νόμοις. ὅτι δὲ μετὰ τῶν φίλων καὶ μᾶλλον καὶ συνεχέστερον ἐνεργοῦσιν οἱ εὐδαίμονες, εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ, ὅτε ἐδείκνυεν ὅτι ὁ εὐδαίμων δεῖται φίλου. δόξειε δ’ ἂν αὕτη μόνη δι’ ἑαυτὴν ἀγαπᾶσθαι. εἰ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἄλλο, ὡς εἴρηται, αἱρετώτερον (ἡ γὰρ ὑγίεια δι’ αὑτὴν οὖσα αἱρετὴ φαρμακείας καὶ φλεβοτομίας τῶν μὴ δι’ ἑαυτὰς ἀλλὰ διὰ τὴν ὑγίειαν οὐσῶν αἱρετώτερον καὶ τελειότερον), ἔστι δὲ ἡ μὲν πολιτικὴ εὐδαιμονία τῶν δι’ ἄλλο τι αἱρετῶν (διὰ γὰρ τὴν θεωρητικὴν εὐδαιμονίαν καὶ ἔτι τοὺς πολίτας καὶ τὴν πόλιν εὐδαίμονας ποιεῖν), αὐτὴ δὲ ἡ νοερὰ ζωὴ δι’ ἑαυτὴν καὶ οὐ δι’ ἄλλο τί ἐστιν αἱρετή, αὕτη ἂν εἴη ἡ τελεία εὐδαιμονία. τέλειος μὲν γὰρ καὶ ἡ ὑγίεια καὶ τέλειον εἶδος, ἀλλ’ ὡς πρὸς τὴν ἀρετὴν ἀτελής ἐστι. πάλιν τέλειον μέντοι εἶδος ἡ ἀρετή, ἀλλὰ πρὸς τὴν πολιτικὴν εὐδαιμονίαν ἀτελής ἐστι. καὶ ὅλως τὰ ὑφειμένα ὅσον πρὸς τὴν οἰκείαν φύσιν καὶ τὸ σφέτερον εἶδος τέλεια μέν εἰσιν, ἀτελῆ δὲ λέγονται ὡς πρὸς τὰ ὑπέρτερα καὶ σεμνότερα. εἰ οὖν τοῦθ’ οὕτως ἔχει (καὶ παντὸς μᾶλλον ἀληθέστατον), ἔστι δὲ ἡ θεωρητικὴ εὐδαιμονία τὸ ἔσχατον εἶδος καὶ τὸ δι’ ἑαυτὸ καὶ μὴ δι’ ἄλλο τι αἱρετόν, αὕτη ἂν εἴη ἡ τελεία εὐδαιμονία. ὅτι δὲ τὸ ἔσχατον τέλος καὶ τελειότατόν ἐστι καὶ μόνον δι’ ἑαυτὴν καὶ οὐ δι’ ἄλλο τι ἀγαπᾶται, δῆλον ἐκ τοῦ μηδὲν ἄλλο τι παρ’ αὐτὴν ἡμῖν παραγίνεσθαι. ἀπὸ μὲν γὰρ τῆς ἀνδρείας ἐπιγίνεται νίκη, ἀπὸ δὲ σωφροσύνης ἀοχλησία, ἀπὸ δὲ φρονήσεως τεῦξις τῶν πρὸς τέλος τι συντεινόντων, ἀπὸ δὲ πασῶν ὁμοῦ ἡ πολιτικὴ εὐδαιμονία· καὶ ἀπὸ τῶν ἄλλων πράξεων καὶ ποιήσεων ὁμοίως, ἀπὸ μὲν τῆσδε πλέον, ἀπὸ δὲ τῆσδε ἔλαττον, οἷον ἀπὸ μὲν τῆς ἐμπορίας πλοῦτος, ἀπὸ δὲ τῆς ὑφαντικῆς ὕφασμα καὶ ἀπὸ τῆς ἰατρικῆς ἢ ἰατρεύσεως ὑγίεια καὶ ἀπὸ τῆς οἰκοδομήσεως οἰκία· ἀπὸ δὲ τῆς θεωρίας οὐδέν τι ἀλλ’ αὐτή ἐστιν ἡ θεωρία καὶ ἐνέργεια καὶ τέλος.3

「拥有协作者或许更好,但他依然是最自足的。」 协作者并非是为了依智性而进行的活动,而是为了沉思的不受干扰;因为他需要有人煮蔬菜、汲水、清洗内衣,总之需要有人做必需之事。他说,然而即使缺乏此人,由于所需极少,他依然是最自足的;因为他自己会汲水和煮蔬菜。因为如果他需要煮鹧鸪和野鸡以及奢华的宴席,那时他才会忙碌且匮乏;但既然他需要的是水和大麦饼,即使缺乏操办这些的人,他也将是最自足的。或者他所说的「协作者」是指他亲近的朋友。因为他确实需要这些人,因为朋友们彼此砥砺德性,并且依德性而活动的时间比独处时更多且更具连续性。而之所以加上「或许」,就前一种解释而言,是因为操持必需品的人并非就幸福本身而言或就其增益而言是协作者,而是身体圆满的协作者;假若这具身体与真实的人是同一的,他们便会是幸福者的协作者;但既然不是同一的,我们或许——即偶性上——可以说他们是协作者,而非绝对意义上的协作者;就第二种解释而言,则是出于某种谨慎以及对老师柏拉图的敬意,柏拉图说真正的人不需要任何协作者;因为当智性本身在灵魂中闪耀且灵魂完全归属于它时,为了幸福地生活哪里还需要别人呢?柏拉图在《理想国》和《法律篇》中都论及了这些事情。而幸福者与朋友在一起活动得更多且更具连续性,已在本书的前一卷中论证幸福者需要朋友时阐明了。「而且唯独这一活动似乎是因其自身而被喜爱的。」正如所言,如果因自身而被选择者比因他物而被选择者更值得选择(因为健康因自身而被选择,比起并非因自身而是因健康而被选择的服药和放血更值得选择且更圆满),并且政治幸福属于因某种他物而被选择者(因为它是为了沉思幸福以及为了使公民和城邦幸福而被选择的),而知性生活本身是因自身而非因任何他物而被选择的,那么这便应当是圆满的幸福。因为健康固然也是圆满的且是圆满的相,但相对于德性而言是不圆满的。德性固然同样是圆满的相,但相对于政治幸福而言是不圆满的。总之,较低等级之物就其固有的本性和自身的相而言诚然是圆满的,但相对于更高且更尊贵之物而言则被称为不圆满的。因此,如果这是实情(并且万分真实),且沉思幸福是终极的相,是因自身而非因某种他物而被选择的,那么这便应当是圆满的幸福。而它是终极且最圆满的目的,并且唯独因自身而非因某种他物而被喜爱,从除了它本身之外并无任何其他事物归于我们这一事实便一目了然。因为从勇敢产生胜利,从节制产生不受烦扰,从明智产生促成某种目的之手段的获取,从一切德性合在一起产生政治幸福;同样从其他行为与制作中也产生事物,或多或少,如从商业产生财富,从织造产生织物,从医术或治疗产生健康,从建造产生房屋;但从沉思中并不产生任何东西,沉思本身既是活动亦是目的。

语法注3 条
  1. 9.44Συνεργοὺς οὐ πρὸς τὴν κατὰ νοῦν ἐνέργειαν, ἀλλὰ πρὸς τὸ ἀνενόχλητον τῆς θεωρίας

    承接引文中的宾格词 συνεργούς,省略了支配动词(如 λέγει),是典型的注疏文句。句法上前置词短语 πρὸς τὴν... 与 πρὸς τὸ... 形成并列对比。

  2. 9.44τὸ δὲ ἴσως πρόσκειται πρὸς μὲν τὸ πρότερον, ὅτι... πρὸς δὲ τὸ δεύτερον διά τινα εὐλάβειαν

    主语为 τὸ ἴσως,动词 πρόσκειται 统辖 πρὸς μὲν τὸ πρότερον 和 πρὸς δὲ τὸ δεύτερον 两个对称的前置词短语。前者由 ὅτι 从句引出理由,后者则由前置词短语 διά τινα εὐλάβειαν 表达理由。

  3. 9.44ἀπὸ δὲ τῆς θεωρίας οὐδέν τι ἀλλ’ αὐτή ἐστιν ἡ θεωρία καὶ ἐνέργεια καὶ τέλος

    在 ἀπὸ δὲ τῆς θεωρίας οὐδέν τι 结构中,承前省略了述谓动词 ἐπιγίνεται(见前面的 ἀπὸ μὲν γὰρ... ἐπιγίνεται)。ἀλλ’ 之后引导强调性的转折子句,表明沉思不产生他物,其自身即是活动与目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:584.27-586.2