← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§583.1-584.26

沉思生活相比政治生活的优越性与自足性

埃乌斯特拉提乌斯围绕亚里士多德《尼各马可伦理学》1177a26展开注解,通过将探求不稳定事务的政治生活与拥有确定认识的沉思生活进行对照,论证了沉思的优越性,并进一步阐明政治德性活动依赖于外在对象与工具,而沉思活动则是自足的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.43

" Εὔλογον δὴ τοῖς εἰδόσι τῶν ζητούντων ἡδίω τὴν διαγωγὴν εἶναι.1" Τὰ πρακτά, περὶ ἃ ὁ πολιτικὸς εὐδαίμων ἐνδιατρίβει, ἄστατα καὶ ἀόριστα τυγχάνει καὶ ἄλλοτε ἄλλως ἔχει. οὐ γὰρ εἰ σήμερον συμφέρει φιλίαν ἔχειν τούσδε τινὰς καὶ συμμαχεῖν αὐτοῖς ἢ συμμαχεῖσθαι πρὸς αὐτῶν, καὶ ἀεὶ ὠφέλιμόν ἐστιν, οὐδ’ εἰ χρὴ νῦν πρὸς τούσδε πόλεμον ἔχειν, καὶ ἀεὶ πολεμητέον αὐτοῖς. εἰ οὖν ἀόριστα ταῦτα, τὰ δ’ ἀόριστα ἄγνωστα, ἐν ἀγνοίᾳ ἄρα καὶ ζητήσει ὁ πολιτικὸς εὐδαίμων ἐστί. ζητεῖ γὰρ πότερον δεῖ πόλεμον ἆραι κατὰ τῶνδε ἢ σπείσασθαι καὶ συμμαχῆσαι τοῖσδε ἢ παριδεῖν κινδυνεύοντας καὶ πεζῇ πολεμῆσαι ἢ ναυμαχῆσαι καὶ τόνδε κολάσαι ἢ ἀφεῖναι καὶ ὅλως ἀεὶ σχεδὸν ἐν ἀγνοίᾳ καὶ ζητήσει καθέστηκεν. ὁ δὲ κατὰ νοῦν ἐνεργῶν ἐν κατοχῇ καὶ ἀπταίστῳ γνώσει τοῦ συστοίχου γνωστοῦ ἐστιν. ἡδίων ἄρα ἡ διαγωγὴ καὶ ὁ θεωρητικὸς βίος τοῦ πολιτικοῦ. ὁ γὰρ ζητῶν ἀγνοεῖ, ὁ δ’ ἀγνοῶν οὐχ ἥδεται. τελειοτέρα οὖν ἡ θεωρητικὴ εὐδαιμονία τῆς πολιτικῆς καὶ ὡς αὐτάρκης καὶ ὡς ἡδίστη καὶ ὡς συνεχής. τοῦ γὰρ κρατίστου τέλους ἡ ὄρεξις κόρον οὐκ ἔχουσα συνεχής ἐστι καὶ ἐπ’ ἄπειρον. τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ ὁ σοφὸς καὶ ὁ δίκαιος καὶ οἱ λοιποὶ δέονται. εἰπὼν τὸν θεωρητικὸν βίον ἀνενδεῆ καὶ αὐτάρκη2 (ἔστι γὰρ ὡς ἀληθῶς ἡ νοερὰ ζωὴ αὐταρκεστάτη καὶ ἀπροσδεής· ἔχων γὰρ ὁ θεωρητικὸς εὐδαίμων τὸ ὅλον τῆς ἑαυτοῦ δυνάμεως ἀγαθὸν καὶ τούτου ἀπολαύων ὑπερορᾷ τῶν δευτέρων πλὴν τῶν ἀναγκαίων· ταῦτα γὰρ ἐπιζητεῖ, οὐχ ὡς αὔξειν δὲ μέλλοντα τὴν νοερὰν αὐτοῦ ζωὴν δεῖται αὐτῶν, ἀλλ’ ἐπεὶ παρὰ τοῦ τῶν ὅλων θεοῦ σώματος ἐπιτροπείαν ἔλαχε, δεῖται τῶν ἀναγκαίων εἰς συντήρησιν αὐτοῦ καὶ ποιεῖται δι’ αὐτῶν τὴν αὑτοῦ πρόνοιαν ἀπροσπαθῶς· ἡ μὲν γὰρ τοῦ εὐδαίμονος τέλειος ζωὴ ἀνενδεής ἐστιν, ἡ δὲ δεομένη τῶν ἀναγκαίων ἡ τοῦ σώματός ἐστι ζωὴ διὰ τὸ οἰκεῖον ἀγαθὸν καὶ τὴν σφετέραν τελειότητα· ἀναγκαία οὖν ἐστι τῷ εὐδαίμονι ἡ τοῦ σώματος τελειότης καὶ οὐχὶ προηγούμενον ἀγαθόν.) εἰπὼν δὲ τὸν μὲν θεωρητικὸν βίον αὐτάρκη, τὸν δὲ πολιτικὸν βίον ἐνδεῆ, φησὶν ὅτι τῶν μὲν ἀναγκαίων πάντες δέονται καὶ ὁ σοφὸς καὶ ὁ δίκαιος, λέγων δίκαιον τὸν πολιτικὸν εὐδαίμονα, ὥσπερ σοφὸν τὸν θεωρητικόν. ἀλλ’ οἱ μὲν ἄλλοι δέονται ὡς προηγουμένων ἀγαθῶν, ὁ δὲ θεωρητικός, ὡς εἴρηται, ὡς ἀναγκαίων. ἐσχάτως γὰρ λιμῶττον τὸ σῶμα ἢ χαλεπῶς νοσοῦν παρεμποδίσει τῇ θεωρίᾳ, ἀλλ’ ὁ μὲν τοιοῦτος ὑπερορᾷ, καθάπερ εἴρηται, τῶν δευτέρων. τοῖς δὲ τοιούτοις, ἤτοι τοῖς ἀγαθοῖς, ἤτοι τοῖς πολιτικοῖς εὐδαιμονίας ἱκανῶς κεχορηγημένων καὶ προσόντων τῶν δευτέρων ἁπάντων,3 λέγω δὴ τῶν ἀρετῶν καὶ τῶν ἐκτὸς ἀγαθῶν, οὐκ αὐτάρκης οὔτε ἡ ἀρετὴ μόνη πρὸς εὐδαιμονίαν (καὶ δέδεικται τοῦτο τῷ ἐξηγητῇ Ἀλεξάνδρῳ ἔν τινι τῶν αὑτοῦ μονοβίβλων) οὔτε ἡ τῶν ἐκτὸς ἀγαθῶν παρουσία, ἀλλ’ εἰσὶ καὶ τούτων παρόντων ἐνδεεῖς. δέονται γάρ, ἐπειδὴ ἐνέργειαν καὶ τὴν πολιτικὴν εὐδαιμονίαν τίθενται, τῶν ἰδίων ὑποκειμένων περὶ ἃ ἐνεργήσουσιν. εἰ γὰρ πᾶσα ἐνέργεια πρός τι καὶ περί τι, δεῖ τῶν περὶ ἃ ἐνεργήσουσιν. ἀνάγκη γὰρ ἀναιρεθῆναι τὰς πράξεις καὶ ἐνεργείας τοῦ πολιτικοῦ εὐδαίμονος, μὴ ὄντων τῶν κινούντων καὶ ἐπισπώντων αὐτὸν πρὸς τὸ ἐνεργεῖν. ὥσπερ γὰρ χρῄζει ὀργάνων, δι’ ὧν ἂν ἐνεργήσῃ, οὕτω καὶ ὑποκειμένων περὶ ἅ. καὶ τοῦτο καὶ ἐπ’ αὐτῶν τῶν ἄλλων δῆλον, καὶ πρώτων τῶν ἐναρέτων. ὅ τε γὰρ δίκαιος δεῖται, πρὸς οὓς δικαιοπραγήσει (εἰ γὰρ ἡ δικαιοσύνη τοῦ ἴσου τοῦ κατὰ ἀναλογίαν ἑκάστῳ ἐστὶ διανεμητική, δεῖται οἷς τὸ κατ’ ἀξίαν ἀποδώσει· μὴ παρόντων οὖν τούτων ἀνῄρηται ἡ ἐνέργεια αὐτοῦ καὶ ἡ δικαιοπραγία) ὅ τε ἀνδρεῖος δεῖται τῆς τῶν πολεμίων παρουσίας (οὐ δύναται γὰρ πολεμίων μὴ παρόντων ἐνεργῆσαι τὰ ἀνδρικά), ὅ τε σώφρων ὡσαύτως δεῖταί τινων, πρὸς οὓς τὰ σωφρονικὰ διαπράξεται (τούτων τε οὖν αὐτοῖς χρεία, καὶ ἔτι ὀργάνων· τῷ μὲν γὰρ ἐλευθερίῳ χρημάτων, τῷ δ’ ἀνδρείῳ ὅπλων καὶ τῷ δικαίῳ ἐκείνων, ἃ μέλλει διανέμειν) καὶ ὁ φρόνιμος τέλους ἤ τινων τελῶν, ἵνα τὰ πρὸς τὴν λῆψιν αὐτῶν καὶ κατάσχεσιν συντελοῦντα εὑρήσει. ὁ δὲ θεωρητικὸς οὐδενὸς χρῄζει· ἔχων γάρ, ὡς εἴρηται, τὸ ὅλον τῆς οἰκείας δυνάμεως ἀγαθὸν ἀπροσδεὴς καὶ ὅλως οὐ δεῖταί τινος ἄλλου πρὸς τὸ ἐνεργεῖν περὶ αὐτό. καὶ ὅσῳ ἂν σοφώτερος καὶ βελτίων τὴν ἕξιν ᾖ, τοσούτῳ μᾶλλον ἐνεργήσει. εἰ οὖν ὁ πολιτικὸς δεῖταί τινων πρὸς τὸ ἐνεργεῖν, ὁ δὲ θεωρητικὸς οὐ δεῖται, ἡ θεωρητικὴ ἄρα εὐδαιμονία αὐταρκεστάτη καὶ ἡδίστη δι’ αὐτὸ τοῦτο τὸ μὴ δεῖσθαι καὶ τελειότατον.

「因此,对于已知者而言,度日比起探求者更为愉悦,这是合乎情理的。」 政治幸福者所致力于的实践事务,碰巧是不稳定且不定的,并且在不同时间具有不同的状态。因为,绝非今天与这些人交好、同他们结盟或被他们结盟是有利的,就总是大有裨益;也绝非现在应当向这些人开战,就必须总是同他们作战。因此,如果这些事物是不定的,而不定之物是不可知的,那么政治幸福者便处于无知与探求之中。因为他正在探求:究竟应当对这些人发起战争,还是同这些人议和并结盟,抑或对身处危难者置之不理,以及是进行陆战还是进行海战,惩处此人还是释放此人;总之他几乎总是处于无知与探求的状态。然而依智性而活动的人,则处于对相对应之可知对象的稳固把握与不谬认识之中。因此,度日与沉思生活比起政治生活更为愉悦。因为探求者处于无知,而处于无知者并不感到愉悦。所以,沉思幸福比起政治幸福而言,既因自足,又因最愉悦,亦因连续,而更为圆满。因为对至善终极目的的欲求并不具有餍足,因而是连续的且延至无限。「因为至于维持生命之必需品,智者、正义者以及其余的人皆有所需求。」在他指出沉思生活是无缺且自足的之后(因为知性生活确实是最自足且一无所求的;因为沉思的幸福者拥有自身能力的全部善并享受此善,因而除了必需品之外鄙弃次要之物;因为他确实寻求这些必需品,却并非因为它们将要增益其知性生活而需要它们,而是由于他从万物之神那里领受了照料身体的职责,为了维持身体而需要必需品,并通过它们不动情欲地行使其照顾;因为幸福者的圆满生活诚然是无缺的,但需要必需品的乃是身体的生活,这是为了身体固有的善与其自身的圆满;因此身体的圆满对于幸福者而言是必要的,而非首要的善)——在他指出沉思生活是自足的而政治生活是有所匮乏的之后,他说必需品是所有人(包括智者和正义者)都需要的,称政治幸福者为「正义者」,如同称沉思者为「智者」。然而其余的人是将它们作为首要之善而需要,沉思者则如前所述是作为必需品而需要。因为极度饥饿或患有重病的身体会阻碍沉思,但这样的人如前所述鄙弃次要之物。然而对于这类人,亦即善人或政治幸福者而言,即使充足地供给并具备了一切次要之物——我指德性与外在善——单凭德性对于幸福而言既非自足(并且这一点已由解释者亚历山大在他的一篇单篇著作中证明),外在善的现前亦非自足,反而在这些都具备时他们仍有所匮乏。因为,既然他们将政治幸福亦设定为一种活动,他们就需要围绕其展开活动的固有基础对象。因为如果一切活动都是相对于某物并围绕某物的,就必须有围绕其展开活动的对象。因为如果不具有发动并吸引政治幸福者去行动的事物,他的行为与活动就必然归于消除。正如他需要借以展开活动的工具一样,他也同样需要围绕其展开活动的基础对象。而这一点在其他人本身之中,首先在具备德性的人之中也是显而易见的。因为正义者需要对其施行正义的对象(因为如果正义是按照比例向每个人分配平等之物,他就需要接受其按应得而分配的人;因此若这些人不现前,他的活动与正义施行就归于消除);勇敢者需要敌人的现前(因为敌人若不现前,他就无法以活动去践行勇敢之事);节制者同样需要某些人,以便对其施行节制之举(因此他们需要这些对象,此外还需要工具:对于慷慨者而言是钱财,对于勇敢者而言是武器,对于正义者而言是那些将要分配的事物);明智者则需要一个目的或某些目的,以便发现有助于获取和掌握这些目的的途径。但沉思者一无所求;因为如前所述,他拥有自身固有能力的全部善,一无所求,并且为了围绕它展开活动完全不需要任何其他事物。而且他在品质上越智慧、越优秀,就越发能展开活动。因此,如果政治者需要某些事物才能展开活动,而沉思者并不需要,那么沉思幸福正是由于这无需他物的特性本身,才是最自足、最愉悦且最圆满的。

语法注3 条
  1. 9.43Εὔλογον δὴ τοῖς εἰδόσι τῶν ζητούντων ἡδίω τὴν διαγωγὴν εἶναι.

    τοῖς εἰδόσι 是判断/关系与格(“对于已知者而言”),τῶν ζητούντων 是依附于比较级 ἡδίω 的比较属格(“比探求者”)。不定式 εἶναι 则由非人称谓词 εὔλογον 引出宾格加不定式结构,以 τὴν διαγωγήν 为其主格意义的宾格主语。

  2. 9.43εἰπὼν τὸν θεωρητικὸν βίον ἀνενδεῆ καὶ αὐτάρκη (...) εἰπὼν δὲ τὸν μὲν θεωρητικὸν βίον αὐτάρκη

    在起始的分词从句 εἰπὼν τὸν θεωρητικὸν βίον ἀνενδεῆ καὶ αὐτάρκη 之后插入了长篇解释(括号内),随后以 εἰπὼν δὲ ... 重新承接同一分词(重述性分词),进而引出主句动词 φησίν,构成了长距离的跨步分隔结构。

  3. 9.43τοῖς δὲ τοιούτοις, ἤτοι τοῖς ἀγαθοῖς, ἤτοι τοῖς πολιτικοῖς εὐδαιμονίας ἱκανῶς κεχορηγημένων καὶ προσόντων τῶν δευτέρων ἁπάντων

    κεχορηγημένων 与 προσόντων τῶν δευτέρων ἁπάντων 构成了插入的独立属格结构(“即使一切次要之物均已充足供应且具备”)。句首的与格 τοῖς δὲ τοιούτοις(及其同位语 ἤτοι τοῖς ἀγαθοῖς, ἤτοι τοῖς πολιτικοῖς εὐδαιμονίας)则是主句谓语 οὐκ αὐτάρκης ... πρὸς εὐδαιμονίαν 所依赖的利益/关系与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:583.1-584.26