← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§581.37-582.39

沉思神圣造物主的连续性与愉悦

厄斯特拉提奥斯论证了以神圣造物主为对象的沉思活动因决无餍足且最为愉悦因而是连续的,并从智性及其对象的纯洁与尊贵以及不伴随悔恨的角度阐明了沉思幸福的优越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.42#2

οὗ δὲ μηδέποτε κόρος, ἀλλ’ ὅσον ἀπολαύει τις αὐτοῦ τοσοῦτον ποθεῖ καὶ ὀρέγεται, περὶ τοῦτο δηλονότι συνεχῶς ἐνεργήσει1 καὶ ἀεί, κἂν συμβῇ διά τινα περίπτωσιν ἀποκλῖναι τῆς πρὸς ἐκεῖνο διατριβῆς, οὐκ ἐπὶ πολὺ ἂν ἀνάσχοιτο τῆς ἀπουσίας ἐκείνου, ἀλλὰ ὅσον τάχιον ἐπανήξει πρὸς ἐκεῖνο. τοιοῦτον δέ ἐστι πᾶν τὸ θεῖον καὶ ὁ δημιουργὸς ἡμῶν. συνεχὴς ἄρα ἡ περὶ αὐτὸ τοῦ νοῦ ἐνέργεια, ἥτις ἐστὶν ἡ θεωρητικὴ εὐδαιμονία, ἔστι πρὸς τοῖς εἰρημένοις, ὥστε καὶ διὰ τὴν συνέχειαν κρατίστη καὶ ἀκροτάτη καὶ τελειοτάτη ἐστίν, οὐ μόνον δὲ ὡς αὐταρκεστάτη καὶ ὡς συνεχής ἐστι τελειοτάτη καὶ ἀκροτάτη, ἀλλὰ καὶ ὡς ἡδίστη· τὰ γὰρ ἥδιστα συνέχειν λίαν ἐπὶ πολὺ δύναται τοὺς χαίροντας αὐτοῖς. ὅ τε γὰρ τοῖς μέλεσι σφόδρα χαίρων δι’ ὅλης, ὡς εἰπεῖν, ἡμέρας καὶ νυκτὸς ἐκείνων ἀκούει, ὅ τε τοῖς κατὰ γεωμετρίαν ἢ τῇ μεγάλῃ συντάξει2 μόγις ἀφίσταται τούτων καὶ μετὰ βραχὺ πάλιν ἀνατρέχει πρὸς ἐκεῖνα. εἰ δὲ ταῦθ’ οὕτως ἔχειν δύναται τοὺς χαίροντας αὐτοῖς, τί δεῖ λέγειν περὶ τοῦ καλλίστου καὶ ἀρίστου καὶ ἡδίστου καὶ τῇ ἑαυτοῦ φύσει ὀρεκτοῦ; ἔστι τοίνυν ἡ θεωρητικὴ εὐδαιμονία καὶ ὡς ἡδίστη τελειοτάτη· ἡδίστη δὲ ἡ τοιαύτη ἐνέργεια, ὅτι καὶ τὸ ὀρεκτὸν καὶ ἐφετὸν αὐτῆς ἡδύτατον. τὸ δὲ ἡδίστην εἶναι τὴν θεωρητικὴν ἐνέργειαν ἐδήλωσεν εἰπὼν οἰόμεθά τε δεῖν ἡδονὴν παραμεμῖχθαι τῇ εὐδαιμονίᾳ. πᾶσι γὰρ ἡδὺς εἶναι δοκεῖ ὁ εὐδαίμων βίος. ἡ γὰρ τελεία ζωὴ καὶ ἀνελλιπὴς καὶ αὐτάρκης ἀρίστη καὶ ἀκροτάτη, ὥστε καὶ ἡδίστη· ἔστι δὲ τοιαύτη ζωὴ ἡ νοερά. ἔστι μὲν γὰρ καὶ ἡ πολιτικὴ εὐδαιμονία αὐτάρκης καὶ τελεία καὶ ἡδεῖα· ἀλλὰ τὸ ὄντως τέλειον ἐν τῷ πρωτίστῳ εἴδει τῆς ζωῆς ἐστι καὶ τὸ ὄντως ἡδύ· πρώτιστον δὲ εἶδος ζωῆς ἡ θεωρητικὴ εὐδαιμονία. εἰπὼν δὴ ἀρίστην εἶναι τὴν ἐν θεωρίᾳ καὶ γνώσει τῶν ἀρίστων εὐδαιμονίαν, ἐπήγαγε δοκεῖ γοῦν ἡ φιλοσοφία θαυμαστὰς ἔχειν ἡδονὰς καθαριότητι καὶ τῷ τιμίῳ.3 ἡ δὲ φιλοσοφία, ὅτι θεωρία ἐστὶ καὶ ζωὴ νοερά, οὐδεὶς ἀγνοεῖ, ὥστε ἡδίστη. τὸ δὲ καθαριότητι πρόσκειται διὰ τὰ πρὸ ὀλίγου εἰρημένα. εἴρηται γὰρ ὅτι τῶν καθαριωτέρων καὶ ἀυλοτέρων αἰσθήσεων αἱ ἐνέργειαι καθαριώτεραι. εἰ δὲ τοῦτο, ὅσον ὁ νοῦς ἀυλότερον καὶ τιμιώτερον τῶν αἰσθήσεων, τοσοῦτον καὶ ἡ ἐνέργεια αὐτοῦ τῶν ἐνεργειῶν τῆς αἰσθήσεως. καὶ ἐκ τῶν ὑποκειμένων ὅσον ὑπερφέρει τῇ καθαριότητι καὶ τῷ τιμίῳ τὰ νοητὰ τῶν αἰσθητῶν, τοσοῦτον καὶ ἡ νόησις τῶν αἰσθήσεων καὶ θεωρία πράξεως. ἔτι ἐπεὶ ὁ πολιτικὸς εὐδαίμων τοῖς πολίταις περιποιεῖται τὸ εὐδαιμονεῖν (τοῦτο δὲ αὐτοῖς ἐμποιῆσαι ἀδύνατόν ἐστι χωρὶς τῆς προσηκούσης ἑκάστοις τάξεως καὶ εὐκοσμίας· αὕτη δὲ γίνεται τῷ τοὺς μὲν τιμᾶν, τοὺς δὲ καὶ κολάζειν), ἐνδέχεται ποτε μετάμελον λαμβάνειν καὶ μετάνοιαν, ὅτι τόνδε ἐκόλασεν ἢ τῷδέ τινι ἐχαρίσατο. ὁ δὲ θεωρῶν καὶ τὴν φύσιν τῶν ὄντων ἐπισκεπτόμενος οὐδέποτε ἐν μετανοίᾳ γίνεται, ὅτι τοῦδέ τινος τὴν φύσιν ἔγνω, ὅτι νοερῶς ζῇ. ἄμικτος μὲν οὖν καὶ καθαρὰ ἡ ἐπὶ τῷ θεωρεῖν ἡδονὴ διὰ ταῦτα, ἄμικτος δηλονότι λύπῃ καὶ μεταμελείᾳ, τιμία δέ, διότι καὶ περὶ ἃ ἐνεργεῖ καὶ ὧν ἀντιλαμβάνεται νοῶν ὁ θεωρητικὸς εὐδαίμων τιμιώτατα.

至于那决无餍足、反而是人越享受便越加渴慕与欲求之物,围绕着它,人显然将连续且恒常地展开活动;即使由于某种偶然情况而导致从对它的贯注中偏离,他也绝不能长久忍受它的缺失,而会尽快重新回到它身边。一切神圣之物以及我们的造物主就是如此。因此,智性围绕着它的活动——这正是沉思幸福——便具备了前述特征并保持连续,以至于因其连续性,它也是最佳、最顶峰且最圆满的;并且它不仅因其最自足和连续而是最圆满与最顶峰的,而且也因其最愉悦而如此。因为最愉悦的事物能够将乐于其中的人极长久地维系住。事实上,那极度乐于音乐旋律的人,可以说整日整夜都在聆听它们;而乐于几何学论题或《大统合论(大汇编)》的人,几乎难以离开它们,片刻之后便又重新奔向它们。如果这些事物能够将乐于它们的人如此维系,那么对于至美、至善、最愉悦且依其本性便具欲求价值之物,又何须多言呢?因此,沉思幸福作为最愉悦的,也是最圆满的;而此类活动之所以最愉悦,是因为其所欲求和希求的对象也是最愉悦的。至于沉思活动是最愉悦的,他通过说「并且我们认为快乐应当掺入幸福之中」表明了这一点。因为对所有人而言,幸福的生活都显得是愉悦的。圆满、无缺且自足的生活实为最佳且最顶峰,因而也是最愉悦的;而这样的生活正是知性生活。诚然,政治幸福也是自足、圆满且愉悦的,但真正圆满与真正愉悦之物乃存在于生活的最首要形式之中,而生活的最首要形式便是沉思幸福。在他指出沉思与认识至善事物的幸福是最佳的之后,他又接着说:「哲学无论如何似乎在其纯洁与尊贵上具有令人惊异的快乐。」而哲学是沉思与知性生活,这一点无人不知,因而它是最愉悦的。至于附加上「在纯洁上」,则是由于不久前所说的话。因为曾说过,更纯洁且更非质料性的感觉,其活动也更为纯洁。如果情况是这样,那么智性比诸感觉有多么更非质料性与尊贵,它的活动也就比感觉的活动多么[更非质料性与尊贵]。从所依据的基础对象来看,可知事物在纯洁与尊贵上超越可感事物有多大程度,知解活动超越诸感觉、沉思超越行为也就有相应程度。此外,由于政治上的幸福者为公民们谋求幸福(而在缺乏适合每个人的秩序与端正规整的情况下,将这种幸福植入他们心中是不可能的;而这种秩序是通过赏赐一部分人并惩罚另一部分人来实现的),他有时便可能会产生悔恨与懊丧,因为他惩罚了这个人或恩赐了某个人。但是那进行沉思并考察存在者本性的人,绝不会因为认识了某个事物的本性,或因为以知性方式生活而陷于懊丧。因此,沉思所带来的快乐因这些缘故是纯然不杂且纯洁的——显然是未掺杂痛苦与悔恨——并且是尊贵的,因为沉思的幸福者围绕其展开活动并在知解中把握的对象,也是最尊贵的。

语法注3 条
  1. 9.42οὗ δὲ μηδέποτε κόρος ... περὶ τοῦτο δηλονότι συνεχῶς ἐνεργήσει

    关系代词 οὗ 引导一个关系从句,无先行词,由其后主句中的 περὶ τοῦτο 回指承接。句式结构上,前半部分由将来时动词 ἐνεργήσει 承接关系从句,后半部分则由让步条件从句(κἂν συμβῇ...)引出带有潜在希求语气 ἂν ἀνάσχοιτο(及将来时 ἐπανήξει)的归结句。

  2. 9.42τῇ μεγάλῃ συντάξει

    与格名词短语,与 τοῖς κατὰ γεωμετρίαν 并列,依附于承前省略的分词 χαίρων(顺应前面的 τοῖς μέλεσι σφόδρα χαίρων)。此短语指托勒密的《大统合论》(《天文学大成》)。

  3. 9.42δοκεῖ γοῦν ἡ φιλοσοφία θαυμαστὰς ἔχειν ἡδονὰς καθαριότητι καὶ τῷ τιμίῳ

    引自亚里士多德《尼各马可伦理学》第十卷第七章(1177a25–26)。现代通行校勘本此处为 τῷ βεβαίῳ(在稳定性上),而厄斯特拉提奥斯所据文本则作 τῷ τιμίῳ(在尊贵上)。由于注疏者在紧接着的文句中正是围绕 τῷ τιμίῳ 展开讨论,故译文须严格依从原文作「在尊贵上」,而不与亚里士多德通行的校勘文调和。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:581.37-582.39