← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§580.23-581.37

沉思幸福的连续性与对第一原因的沉思

注解者针对亚里士多德依「连续性」(1177a21)确立沉思幸福优越性的论述进行诠释,确立了时间长度与活动价值之间的对应关系,并论证了作为沉思对象的第一原因因永不令人产生餍足而能保证活动的最高连续性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.42#1

" Ἔτι συνεχεστάτη· θεωρεῖν τε γὰρ μᾶλλον δυνάμεθα συνεχῶς." Καὶ διὰ τὸ ἐνέργειαν εἶναι τὴν θεωρητικὴν εὐδαιμονίαν τοῦ ἐν ἡμῖν ἀρίστου καὶ θειοτάτου δεῖ λέγειν αὐτὴν κρατίστην καὶ ἀκροτάτην καὶ τελειοτάτην καὶ διὰ τὸ συνεχεστάτην 〈ὑπάρχειν〉. εἴρηται γὰρ ἐν τῷ πρώτῳ βιβλίῳ ὅτι μόνιμόν τε καὶ δυσαφαίρετον οἰόμεθα τὴν εὐδαιμονίαν ὑπάρχειν. εἰ οὖν ἕν τι τῶν στοιχείων τῆς εὐδαιμονίας ὑπάρχει καὶ τὸ μόνιμον, τὸ μονιμώτερον ἄρα εὐδαιμονέστερον· μονιμώτερον δὲ τὸ πλείονα χρόνον ὑπάρχον. ὑπάρχει δὲ πλείονα χρόνον τὸ συνεχέστερον καὶ μακροχρονιώτερον· συνεχέστερον δὲ καὶ μακροχρονιώτερον ἡ εὐδαιμονία ἡ θεωρητικὴ τῆς πολιτικῆς· βελτίων ἄρα καὶ θειοτέρα καὶ διὰ τοῦτο καὶ ἀκροτάτη καὶ τελειοτάτη. ἔτι εἰ τοῦ ἀεὶ ἔγγιον τὸ συνεχέστερον, πορρώτερον δὲ τὸ μὴ συνεχῶς καὶ ἐπ’ ὀλίγον χρόνον ὑπάρχον, τὸ δὲ ἀεὶ τοῦ μὴ ἀεὶ τελειότερον καὶ βέλτιον, καὶ ἡ θεωρητικὴ ἄρα εὐδαιμονία ὡς συνεχεστέρα καὶ πολυχρονιωτέρα ἔγγιόν ἐστι τῆς ἀεὶ ἐν τοῖς νοητοῖς θεωρίας· πόρρω δὲ ἡ πολιτική· τελειοτέρα ἄρα ἡ θεωρητικὴ εὐδαιμονία καὶ κρατίστη δὴ καὶ ἀκροτάτη. ὅτι δὲ τοῦ ἀεὶ ἔγγιόν ἐστιν ὁ πλείων χρόνος καὶ συνεχέστερος τοῦ ἐλάττονος καὶ μὴ συνεχεστέρου, δῆλον. λέγω δὲ πλείονα καὶ συνεχέστερον χρόνον αὐτὰς τὰς ἐνεργείας καὶ πράξεις1 διὰ τὸ κρίνεσθαι τὸ μῆκος αὐτῶν καὶ τὴν βραχύτητα καὶ τὴν συνέχειαν καὶ τὸ μὴ τοιοῦτον χρόνῳ. εἰ δὴ θεωρητικὴ εὐδαιμονία ἐστὶν ἡ τῶν θείων γνῶσις, αὕτη δὲ χρονικοῖς μέτροις ὁρίζεται ὡς αἱ πράξεις (λέγομεν γὰρ πρᾶξιν ὡριαίαν καὶ μηνιαίαν καὶ ἐνιαυσιαίαν), ἔστι δὲ βελτίων ἡ κατ’ ἀρετὴν χρονιωτέρα πρᾶξις, οἷον ἡ μηνιαία τῆς ὡριαίας καὶ ἡ θεωρητικὴ ἄρα εὐδαιμονία τελειοτέρα ἐστὶ τῆς πρακτικῆς, ὅτι καὶ πρὸς μείζονα μέτρα χρόνου θεωρεῖν δύναται καὶ θεωρεῖ. ὅτι μὲν οὖν τὸ συνεχέστερον τῶν καλῶν βέλτιον τοῦ μὴ τοιούτου, παντί που διὰ τούτων δῆλον. ὅτι δὲ καὶ συνεχέστερον ἐνεργεῖν ὁ θεωρητικὸς εὐδαίμων δύναται τοῦ πολιτικῶς ἐνεργοῦντος δῆλον ἔσται διὰ τούτων. ἴσμεν ὅτι πᾶσα πρᾶξις καὶ ἐνέργεια ἀγαθοῦ τινος ἐφίεται καὶ πᾶς ὁ πράττων καὶ ἐνεργῶν ὀρεκτῷ τινι καὶ ἐφετῷ κινούμενος καὶ ἑλκόμενος κινεῖται καὶ πράττει χάριν τοῦ τυχεῖν οὗ τὴν ἔφεσιν ἔχει. εἰ οὖν πᾶν ὀρεκτὸν ἕλκει πρὸς ἑαυτὸ τὸ ἐφιέμενον, ὡς ἡ μαγνῆτις τὸν σίδηρον, τὸ μᾶλλον ὀρεκτὸν καὶ τῇ ἑαυτοῦ φύσει μᾶλλον ἂν κινήσῃ τὸ ἐφιέμενον αὐτοῦ πρὸς ἑαυτὸ καὶ τὴν αὑτοῦ τεῦξιν. ἔστι δὲ τῇ ἑαυτοῦ φύσει ὀρεκτὸν τὸ πρῶτον, ὥς φησιν οὗτος, τῶν πάντων αἴτιον καὶ ἐρασμιώτερον καὶ ποθεινότερον καὶ οὗ κόρον λαβεῖν οὐ δύναται ὁ τοῦτο θεάσασθαι δυνηθείς. τῶν μὲν γὰρ ἄλλων ἀγαθῶν καὶ τῶν ὀρεκτῶν καὶ τῶν φαινομένων ἀγαθῶν ἔστι κόρος, καὶ μέχρις ἐκείνου διώκομεν αὐτά, μέχρις ἂν τύχωμεν αὐτῶν καὶ κόρον σχῶμεν αὐτῶν. ἐπὰν δὲ τύχωμεν καὶ πλησθῶμεν αὐτῶν, παυόμεθα καὶ οὐκέτι περὶ ταῦτα ἐνεργεῖν βουλόμεθα· καὶ δῆλον ὅτι ὧν μὲν ἡ τεῦξις ῥᾳδία καὶ ἡ ἀπόλαυσις καὶ ἡ ἀπ’ αὐτῶν πλήρωσις τάχιον γίνεται, βραχὺς καὶ ὁ περὶ αὐτὰ χρόνος ἡμῶν τῆς ἐνεργείας, καὶ οὐδὲ συνεχῶς ἀλλ’ ἐκ διαλειμμάτων μακρῶν ἐπ’ αὐτὰ φερόμεθα, ὧν δὲ ἐργωδέστερον2 καὶ κόρος αὐτῶν τάχιον οὐ γίνεται, ἀλλ’ ὅσον μᾶλλον ἀπολαύομεν, τοσοῦτον μᾶλλον ποθοῦμεν, ἡ περὶ αὐτὰ ἐνέργεια ἡμῶν καὶ χρόνοις μακροῖς μετρεῖται, καὶ ἡ ἐπ’ αὐτὰ φορὰ κατὰ βραχέα γίνεται καὶ ἐκ διαλειμμάτων.3

「此外,它是最连续的;因为我们能够更大程度上连续地沉思。」 不仅因为沉思幸福是我们内在至善且最神圣之物的活动,应当说它是最佳、最顶峰且最圆满的,而且也因它是最连续的。因为在第一卷中已说过,我们认为幸福是恒常且难以被剥夺的。因此,如果恒常也是幸福的构成要素之一,那么越恒常的便越幸福;而存在更多时间的便越恒常。更连续且更持久的便存在更多时间;而沉思幸福比政治幸福更连续且更持久;因此它更优善、更神圣,并因此也是最顶峰且最圆满的。此外,如果更连续的更接近「常在者」,而非连续且存在短暂时间的离得更远,并且「常在者」比「非恒常者」更圆满且更优善,那么沉思幸福作为更连续且更持久者,也就更接近在可知事物中的永恒沉思;而政治幸福则相距甚远;因此沉思幸福更为圆满,且实为最佳与最顶峰。至于更长且更连续的时间比更短且不连续的时间更接近「常在者」,这是显而易见的。我所说的「更长且更连续的时间」,指的就是活动与行为本身,因为它们的长度、短暂、连续性及其相反情形都是由时间来判定的。如果沉思幸福实为对神圣事物的认识,并且它像诸行为一样受时间尺度的限定(因为我们常说一小时、一个月或一年的行为),而依德性更持久的行为更为优善,例如一个月的行为优于一小时的行为,那么沉思幸福也就比实践幸福更为圆满,因为它能够并且确实在更大的时间尺度上进行沉思。因此,美好事物中更连续的优于不具备此类特征者,通过这些论述对所有人而言都是清楚的。至于沉思的幸福者能比从事政治活动者更连续地展开活动,通过以下内容将变得清楚。我们知道,一切行为和活动都追求某种善,一切行动和展开活动的人都是在某种受欲望和希求之物的驱动与吸引下行动,为了获得所希求之物而运动和行为。因此,如果一切欲求对象都像磁石吸铁一样将希求它的事物引向自身,那么更具欲求价值、依其自身本性更具欲求价值之物,就会更大程度地将希求它的事物引向自身及其自身的获得。正如他所说,万物的首要原因依其自身本性是欲求对象,更为可爱、更受渴望,能够观照到它的人决不会对它感到餍足。因为对于其他的善事物、欲求对象以及表象的善事物是存在餍足的,我们追求它们直到获得它们并获得对其的餍足为止。然而一旦我们获得并充满它们,我们便会停下来,不再愿意围绕它们展开活动;显而易见,凡是获得容易、享受与从中所获的充盈更快到来的事物,我们围绕它们展开活动的时间就短,我们也不是连续地、而是间隔很长时间才向它们趋附;至于那些[获得]更为艰难、对其餍足不会迅速到来、反而越是享受便越加渴求的事物,我们围绕它们展开的活动便由很长的时间来衡量,而向着它们的趋赴则是以较短的间歇、带着[短暂的]停顿而进行的。

语法注3 条
  1. 9.42λέγω δὲ πλείονα καὶ συνεχέστερον χρόνον αὐτὰς τὰς ἐνεργείας καὶ πράξεις

    由 λέγω 支配的二重宾格结构。πλείονα καὶ συνεχέστερον χρόνον 作谓述宾格,αὐτὰς τὰς ἐνεργείας καὶ πράξεις 作直接宾语,意为「我所说的『更长且更连续的时间』,指的就是活动与行为本身」。

  2. 9.42ὧν δὲ ἐργωδέστερον

    呼应前文「ὧν μὲν ἡ τεῦξις ῥᾳδία」的对比分句。主语 ἡ τεῦξις(或相应的名词概念)被承前省略,比较级述语形容词 ἐργωδέστερον 采用中性单数(或作非人称表述)。

  3. 9.42κατὰ βραχέα γίνεται καὶ ἐκ διαλειμμάτων

    与上句中的「οὐδὲ συνεχῶς ἀλλ’ ἐκ διαλειμμάτων μακρῶν」(既非连续地、而是间隔很长时间)形成明确对比。因此这里的 κατὰ βραχέα 在时间意义上表示「以较短的间歇/间距」,表明该活动的中断是短暂的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:580.23-581.37