- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:579.6-580.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《尼各马可伦理学》1177a12–18,论证沉思幸福是超越政治幸福的真正终极目的,并将幸福规定为智性或我们内在最神圣之物的活动,表明这一规定与先前的论述及真理完全一致。
εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἡ πολιτικὴ εὐδαιμονία τὸ ἀκρότατον καὶ τελειότατον ἡμῶν τέλος, ἀλλὰ τὸ μεῖζον αὐτῆς, ἡ θεωρητικὴ εὐδαιμονία, 〈ἡ σύμπασα ἡμῶν ἐνέργεια καὶ τὸ ὅλον μέτρον τῆς ἀνθρωπίνης ἐνεργείας. τῆς μὲν γὰρ ἀρετῆς μέτρον καὶ τέλος ἡ πολιτικὴ εὐδαιμονία, τῆς δὲ πολιτικῆς εὐδαιμονίας ἡ θεωρητικὴ εὐδαιμονία.〉 ταύτης δὲ σεμνότερόν τι ἄλλο καὶ οἰκειότερον τῇ ἀνθρωπίνῃ φύσει οὐκ ἔστιν. οἰκεία μὲν γὰρ τοῖς ἀνθρώποις ἐνέργεια ἡ κατ’ ἀρετὴν πρᾶξις, οἰκειοτέρα δὲ ἡ πολιτικὴ εὐδαιμονία, οἰκειοτάτη δὲ καὶ μέτρον καὶ ὅρος καὶ τελειότατον τέλος τῆς ἡμῶν ἀνόδου ἡ θεωρία, ἐνέργεια οὖσα τοῦ ἐν ἡμῖν, ὥς φησιν, ἀρίστου. τοῦτο δὲ τὸ ἐν ἡμῖν ἄριστόν ἐστιν ὁ ἐν ἡμῖν νοῦς καὶ ὁ ὄντως καὶ ἀληθινὸς ἄνθρωπος. εἴτε δὴ νοῦς τοῦτο εἴτε ἄλλο τι ὃ δὴ κατὰ φύσιν δοκεῖ ἄρχειν. ἐπὶ μὲν τῶν φαύλων καὶ ἀκολασίαις χαιρόντων ἄρχει παρὰ φύσιν τὸ χεῖρον τοῦ κρείττονος, ἐπὶ δὲ τῶν σπουδαίων ἄρχει τὸ κρεῖττον, ὁ λόγος, τοῦ χείρονος, τῆς ἀλόγου ζωῆς. εἰπὼν δὲ τὴν κατὰ νοῦν εὐδαιμονίαν ἐνέργειαν εἶναι τοῦ ἐν ἡμῖν ἀρίστου καὶ πεφυκότος ἄρχειν καὶ κρατεῖν τοῦ ἐν ἡμῖν δήμου, τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ἐπήγαγεν εἴτε δὴ νοῦς ἐστι τοῦτο ἐν ἡμῖν ἄριστον, δυνάμει λέγων, εἴτε δὴ νοῦν αὐτὸ χρὴ καλεῖν, ὡς ἐγὼ αὐτὸ ὀνομάζω, εἴτε ζωὴν λογικήν, ὡς ὁ Πλάτων, ὃ δὴ ἄριστον, ὡς εἶπον, πέφυκεν ἄρχειν, καὶ πρὸς τούτῳ ἔννοιαν ἔχειν καὶ κατάληψιν, ὥς εἰσι καλά· καὶ τούτων τὰ μὲν ἀληθῶς καλά, τὰ δὲ φαινομένως· καὶ ὅτι εἰσὶν ἀσώματοί τινες οὐσίαι χωρισταὶ τῶν σωμάτων καὶ καθ’ αὑτὰς ἑστῶσαι, καὶ πρό γε τούτων αἴτιόν τι πάντων τῇ οὐσίᾳ ὄν, παντέλειος ἐνέργεια διακρατοῦσα καὶ διακυβερνῶσα τὰ σύμπαντα. εἴτε δὴ νοῦν χρὴ λέγειν τὸ ἐν ἡμῖν ἄριστον εἴτε θεῖόν τι καὶ θείαν τινὰ μοῖραν καὶ ἀπορροήν, ὡς καὶ τοῦθ’ ὁ Πλάτων λέγει, εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον ἡ τούτου ἐνέργεια κατ’ ἀρετήν, τὴν νοερὰν δηλονότι ζωήν, εἴη ἂν ἡ ζητουμένη νῦν εὐδαιμονία1 καὶ εὐδαίμων ὁ ζῶν κατὰ τὴν θεοπρεπεστάτην ταύτην ζωήν, καὶ γενόμενος ἐν τῇ σφετέρᾳ ἀκρότητι καὶ ἐν τῷ τελείῳ τέλει. ἔστι γάρ, ὡς εἴρηται, καὶ ἡ πολιτικὴ εὐδαιμονία τέλος, ἀλλ’ οὐ τὸ τελειότατον. εἶπε δὲ ‘εἴτε δὴ τὸ θειότατον τῶν ἐν ἡμῖν’, ὅτι ἔθος αὐτῷ καὶ τὴν αἴσθησιν καὶ ἁπλῶς τὴν φύσιν καὶ πάντα τὰ τῆς φύσεως ἔργα προσαγορεύειν.2 ἡ γὰρ φύσις, φησὶν αὐτὸς ἐν ἄλλοις, θεὸς μὲν οὐκ ἔστι, θεῖον δέ τι καὶ δαιμόνιον. ὥστε ἡ μὲν αἴσθησις θεῖον, οὐ θειότατον, τὸ δὲ λογιζόμενον θεῖον καὶ θειότατον.
而若是如此,政治幸福便不会是我们最顶峰、最圆满的终极目的,而是大于它的沉思幸福才是,〈它是我们的全体活动,也是人类活动的全部尺度。因为政治幸福是德性的尺度与终极目的,而沉思幸福则是政治幸福的尺度与终极目的。〉没有比这更崇高、也更适合人类本性的其他事物了。因为合于德性的行为固然是适合于人类的活动,政治幸福则更为适合,但我们向上的最适合之物、尺度、界限以及最圆满的终极目的则是沉思,正如他所言,它是我们内在至善之物的活动。而这我们内在的至善之物,便是我们内在的智性,以及真正而真实的人。「不论这是智性,还是依本性似乎起统领作用的某种其他事物。」因为在卑劣者以及耽于放荡者身上,劣者违反本性地统领优者;而在优秀者身上,优者即理性则统领劣者即非理性的生命。他在指出依智性的幸福是我们内在至善且依本性统领支配我们内在暴民——即灵魂的非理性部分——之物的活动之后,接着写道「不论这我们内在的至善之物是智性」,这实际上是说:不论是应当将它称为我所命名的智性,还是称为柏拉图所说的理性生命——正如我说过的那样,这至善之物依本性负责统领,此外还拥有对于美好事物存在的观念与领会,并且在这些事物中,有些是真实的美好,有些是表象的美好;并且知晓存在某些脱离身体而自存的无形体实体,而且在这些实体之先,存在着一个在实体上作为万物原因者,即统摄且统治全宇宙的至全活动。因此,不论应当将我们内在的至善之物称为智性,还是称为某种神圣之物以及神圣的份额与流溢(正如柏拉图也如此主张),抑或〔称为〕我们内在最神圣之物,它依德性——显然即智性生命——的活动便是如今所探求的幸福,而依此至为配得上神的生命而生活、达到其自身顶点和圆满终极目的的人,便是幸福的人。因为正如已经说过的,政治幸福也是终极目的,但不是最圆满的。他之所以说「抑或是我们内在最神圣之物」,是因为他习惯于将感觉、单纯而言的自然以及自然的一切作为都称呼为[神圣的]。因为正如他自己在其他地方所说,自然虽不是神,却是某种神圣且神异之物。因此,感觉是神圣的,却不是最神圣的,而推论的部分则是神圣且最神圣的。
"Ὁμολογούμενον δ’ ἄν δόξειεν καὶ τοῖς πρότερον καὶ τῷ ἀληθεῖ." Ὁ λέγων λόγος τὴν τοῦ θειοτάτου τῶν ἐν ἡμῖν κατὰ τὴν οἰκείαν ἀρετὴν ἐνέργειαν τελείαν εὐδαιμονίαν, ἀτελεστέραν δὲ τὴν πολιτικὴν σύμφωνός ἐστι3 καὶ τοῖς πρότερον ἐν τῷ πρώτῳ βιβλίῳ ῥηθεῖσι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ γὰρ διττὸν ἀφορίζομεν τὸν ἄνθρωπον καὶ τὸν ὄντως καὶ μάλιστα καὶ πρώτως ἄνθρωπον τὸν νοῦν ἡμῶν εἶναί φαμεν, δεύτερον δὲ τὸν ἐκ ψυχῆς καὶ σώματος, ἀληθές ἐστι καὶ σύμφωνον τῇ ἀληθείᾳ τὸ λέγειν τὴν ἐνέργειαν τοῦ ὄντως καὶ πρώτως ἀνθρώπου κρατίστην καὶ τελείαν καὶ σεμνοτέραν τῆς πολιτικῆς εὐδαιμονίας, καὶ τοσούτῳ βελτίονα καὶ τιμιωτέραν, ὅσῳ τὰ ὑποκείμενα περὶ ἃ ἐνεργεῖ τῶν ὑποκειμένων τῇ πολιτικῇ κρείττω καθέστηκε. τῆς μὲν γὰρ πολιτικῆς ἐστι τὸ κόσμον ἐπάγειν τοῖς δευτέροις καὶ τάξιν καὶ ὅρον τιθέναι (καὶ εἴρηται πολλὰ περὶ τούτων ἐν τῷ πρώτῳ βιβλίῳ), ταύτης δὲ ἀνάτασις πρὸς τὰ κρείττω καὶ ἕνωσις καὶ γνῶσις τῆς τῶν θείων οὐσιῶν κοινωνίας καὶ διαφορᾶς, ὅτε καὶ ἐνέργεια λέγεται νοῦς ὁ ταῦτα θεωρεῖν οὕτως δυνάμενος. ἔστι μὲν γὰρ καὶ πρὸ τοῦ ἐνεργεῖν δύνασθαι εὐδαιμόνως κατὰ τὴν νοερὰν ταύτην καὶ ἔνθεον ζωὴν οὐσία ἀσώματος χωρίζεσθαι δυναμένη τοῦ ζῴου τούτου, οὗ τὴν ἐπιτροπείαν ἔλαχε. λέγεται δὲ δυνάμει νοῦς τότε διότι δεκτικός ἐστι τοῦ παρὰ Ἀριστοτέλους θύραθεν νοῦ, μᾶλλον δὲ τῆς τοῦ θύραθεν ἐλλάμψεως νοῦ, ἧς ἐπειδὰν μετάσχῃ, νοερός τε λέγεται καὶ τέλειος νοῦς καὶ εὐδαίμων θεωρητικὸς καὶ τὴν ἄκραν ἐνέργειαν ἐνεργῶν καὶ τἄλλα ὅσα πολλάκις εἴπομεν.
「这似乎既与之前所论一致,也与真理相符。」 主张我们内在最神圣之物依其固有德性的活动为完全的幸福、而政治幸福较为不完全的这种论述,既与第一卷中先前所说的内容相一致,也与真理相符合。因为既然我们将人划分为双重,并称我们的智性是真正、尤其且首要的人,而由灵魂与身体组成的人则是第二位的,那么主张真正且首要之人的活动是最佳的、圆满的、且比政治幸福更为崇高,并且其活动所关涉的基底比政治幸福所关涉的基底优越多少、它就优越并尊贵多少,这便是真实的且与真理相符的。因为政治幸福的功能是将秩序带给第二位的事物并施加整饬与界限(关于这些在第一卷中已多有讨论),而沉思幸福的功能则是向着更高之物的攀升、合一以及对神圣实体之共性与差异的认识,此时能够如此沉思这些事物的智性也被称为现实的智性。因为甚至在能够依此智性且神圣的生命幸福地活动之前,就已经存在一种能够从它领受监护职责的这个动物中分离出来的无形体实体。而在那时它被称为潜能的智性,是因为它能接受亚里士多德所说的来自外在的智性,更确切地说是来自外在智性的光照;而一旦分有了这光照,它就被称为具智性的与圆满的智性、幸福的沉思者、展开最高活动者以及我们多次谈及的其他所有称谓。
- 9.40εἴτε δὴ νοῦν χρὴ λέγειν τὸ ἐν ἡμῖν ἄριστον εἴτε θεῖόν τι καὶ θείαν τινὰ μοῖραν καὶ ἀπορροήν, ὡς καὶ τοῦθ’ ὁ Πλάτων λέγει, εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον ἡ τούτου ἐνέργεια κατ’ ἀρετήν, τὴν νοερὰν δηλονότι ζωήν, εἴη ἂν ἡ ζητουμένη νῦν εὐδαιμονία
紧随一系列 εἴτε 条件从句(转述亚里士多德文本中的各种选择)之后的主句结构。主语为承接前文的「此物依德性的活动」(ἡ τούτου ἐνέργεια κατ’ ἀρετήν),述语部分为 εἴη ἂν ἡ ζητουμένη νῦν εὐδαιμονία。由于句子冗长且包含多个插入成分,理清主句希求法动词 εἴη ἄν 与其主语及补足语的呼应是理解的关键。
- 9.40προσαγορεύειν
不定词 προσαγορεύειν 的宾语或宾语补足语(「神圣的」θεῖον)被省略。紧随其后的引文「自然虽不是神,却是某种神圣之物」(ἡ γὰρ φύσις... θεὸς μὲν οὐκ ἔστι, θεῖον δέ τι)明确表明,此处指将感觉与自然统称为「神圣之物」的用例。
- 9.41Ὁ λέγων λόγος τὴν τοῦ θειοτάτου τῶν ἐν ἡμῖν κατὰ τὴν οἰκείαν ἀρετὴν ἐνέργειαν τελείαν εὐδαιμονίαν, ἀτελεστέραν δὲ τὴν πολιτικὴν σύμφωνός ἐστι
分词 λέγων 支配双重宾格结构:τὴν ... ἐνέργειαν 为直接宾格,τελείαν εὐδαιμονίαν 为补足宾格,并与后半部分的 ἀτελεστέραν(补足宾格)和 τὴν πολιτικήν(直接宾格)形成对仗。全句主语为 ὁ λέγων λόγος,谓语为 σύμφωνός ἐστι。
