← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§56.20-58.13

普遍之善在实践中的无用性与诸技艺的具体性

欧斯特拉提奥斯注解了亚里士多德关于普遍之善或善的理念在实践与伦理学中不可获得且毫无用处的论述(1096b32–1097a11),剖析了对“理念可作为范式”这一反驳的化解,并阐释了诸门技艺与医学着眼于个别之善而非普遍之善的实际情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.69

" Εἰ γὰρ καὶ ἔστιν ἕν τι καὶ κοινῇ κατηγορούμενον." Τοῦτο αὐτὸ ἐν τούτοις κατασκευάζει, τὸ ἀνοίκειον εἶναι τῆς παρούσης πραγματείας τὴν περὶ τοῦ ἁπλῶς ἀγαθοῦ ζήτησιν, εἴτε ὡς κοινῶς κατηγορουμένων τῶν κατὰ μέρος, εἴτε ὡς ἐξῃρημένου λόγου καὶ ἰδέας ὑπάρχοντος,1 χωριστοῦ τῶν πολλῶν καὶ καθ’ ἑαυτό. ἐπεὶ μηδὲ διὰ πράξεως φησιν ἐκεῖνο κτηθῆναι δύναται. εἴτε γὰρ ὡς ἐννοηματικόν ἐστι καὶ γενικῶς πάντως κατηγορούμενον εἴτε ἰδέα τις χωριστὴ τῶν πολλῶν, οὐκ ἄν δύναιτο διὰ πράξεως περιγίνεσθαί τινι. θεωροῦνται γὰρ ἄμφω τὸ μὲν λογικῶς, τὸ δὲ θεολογικῶς. τὸ δὲ νῦν ζητούμενον ἀγαθὸν τοιοῦτόν ἐστιν, οἷον καὶ διὰ πράξεως καὶ ζωῆς ἐμμελοῦς κτᾶσθαί τινι.

“因为即使存在某种单一且被共同述说之物”他正是在这些话中论证了这一点:对绝对之善的探求不适合当下的论著,无论它是作为对个别事物的共通述说,还是作为超绝的定义与理念而存在,脱离众多事物且因其自身而存。因为他说,那个善甚至不可能通过行为而被获得。因为无论它是概念性的且在一切方面被普遍述说,还是脱离众多事物的某种理念,都不可能通过行为归属于任何人。因为二者被考察的方式各不相同,一者是逻辑性的,另一者是神学性的。而眼下所探求的善则是这样一种善,即任何人都可以通过行为与调和的生活而获得它。

§1.70

"Τάχα δέ τῳ δόξειεν ἂν βέλτιον." Ἀντίθεσιν ταύτην περιφέρει πρὸς τὸν λόγον τὸν λέγοντα περιττὸν εἶναι τὴν περὶ τοῦ κοινοῦ ἀγαθοῦ ζήτησιν τῇ ἠθικῇ πραγματείᾳ ὡς μὴ πρακτοῦ ὄντος μηδὲ κτητοῦ ἀνθρώπῳ διὰ βίου ἐπιμελοῦς. εἴποι γὰρ ἄν τις, φησί, βέλτιον εἶναι γνωρίζειν τὸ κοινὸν ἀγαθὸν πρὸς τὰ διὰ πράξεως κτώμενα. γνωρίζοντες γὰρ ἐκεῖνο προσθήσομεν τοῖς πρακτοῖς ὡς παράδειγμα καὶ ταῦτα ἐξ ἐκείνου γνωσόμεθα ὡς εἰκόνα ἐξ ἀρχετύπου καὶ οὕτω τὰ ἡμῖν ἀγαθὰ εἰδότες ἀκριβῶς τευξόμεθα αὐτῶν. ῥᾷον γὰρ ἄν τις οὗ τὴν φύσιν γινώσκει κτήσαιτο προσφυῶς μεταδιώκων αὐτὸ ἢ οὗ ἠγνόησεν. ὁ γὰρ ἀγνοῶν τάχ’ ἂν πλανηθείη διώκων ὃ οὐκ οἶδε, καὶ ἄλλο κτησάμενος οἰηθείη ἂν κτήσασθαι ὃ ἐζήτει.

“不过或许有人会认为这样更好”他针对那条声称对共通之善的探求对于伦理学论著是多余的论据提出了这一反论,理由是该善既非人类可实践的,亦非通过专注的生活所能获得的。因为他说,或许有人会说,为了通过行为所获得的事物而认识共通之善是更好的。因为认识了那个善,我们就会把它作为范式附加于可实践的事物之上,并且将从它出发认识这些事物,正如从原型出发认识影像一样;这样,由于准确知晓对我们而言的善,我们便能切实获得它们。因为若有人知晓某物的本性,适切地追求它而获得它,要比获得他所不知晓之物更为容易。因为不知晓的人在追求自己所不知之物时或许会迷失方向,并且在获得了另一物时,可能会误以为自己获得了所追求之物。

§1.71

"Πιθανότητα μὲν οὖν τινα ἔχει ὁ λόγος." Λύει τὴν ἀντίθεσιν τὸ ἀσθενὲς παρεμφαίνων τῆς ἀντιθέσεως διὰ τοῦ πιθανότητά τινα. τό τε γὰρ πιθανὸν τὸ μὴ ἰσχυρὸν δηλοῖ πρὸς ἀπόδειξιν τό τε τινὰ καὶ ἐν πιθανοῖς προσὸν ἀσθενὲς τῷ λόγῳ παρίστησιν. εἶτα τὴν λύσιν ἐπάγων διττῶς αὐτὴν παρεισάγει, ἔκ τε τῶν ἐπιστημῶν καὶ τῶν τεχνῶν ἔκ τε τοῦ ἐφίεσθαι πάσας τοῦ ἀγαθοῦ καὶ ἐκ τοῦ ἐπιζητεῖν τὸ ἐνδεές. εἴτε γὰρ οὐκ ἐφίεντο τοῦ ἀγαθοῦ, οὐδὲν ἦν καινὸν ἢ ἄτοπον, εἰ κατελίμπανον τὴν γνῶσιν τοῦ κοινοῦ ἀγαθοῦ συμβαλλομένην αὐταῖς εἰς κατάληψιν τῶν οἰκείων τελῶν, κἂν ἐζήτουν2 τὸ αὐταῖς ἐνδεές, εἴτε ἐφιέμεναι τοῦ ἀγαθοῦ μὴ ἐζήτουν τὸ αὐταῖς ἐνδεές, εἰκὸς ἦν μηδ’ ἐκεῖνο ζητεῖν. νῦν δ’ ἄμφω ταῦτα ἐν πάσαις αὐταῖς θεωρεῖται, ἥ τε τοῦ ἀγαθοῦ ἔφεσις καὶ ἡ τοῦ ἐνδεοῦς ζήτησις. πῶς οὖν ἐνδέχεται τὴν τοῦ κοινοῦ γνῶσιν τοσοῦτον συμβαλλομένην αὐταῖς ἀγνοεῖν καὶ μὴ ἐπιζητεῖν;

“然而这一论据确实具有某种说服力”他化解了这一反论,通过“某种说服力”这一表述暗指了该反论的脆弱性。因为“有说服力”表明它对于证明而言并不坚固,而“某种”一词即便附加于具有说服力之事物上,亦表明该论据是脆弱的。随后他在引入解决方案时,从两重角度提出了它:即从诸门科学与诸种技艺的角度,以及从它们全都追求善和探索欠缺之物的角度。因为如果它们不追求善,那么即便它们放弃对有助于它们把握其本己目的的共通之善的认识,也不会有什么奇怪或荒谬之处,即使它们仍在探索其所欠缺之物;另一方面,如果它们追求善却不探索对其所欠缺之物,那么不探求共通之善也是合乎情理的。然而如今这两者在它们全部之中都被观察到了,即对善的追求与对欠缺之物的探求。既然如此,它们怎能对如此有助于它们的共通之善的认识一无所知且不去寻求呢?

§1.72

"Ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης." Πρὸς τὸ αὐτὸ εἰσέτι ἐπιχειρεῖ ἀνόητον ἐξελέγχων ταῖς τέχναις τὴν τῆς ἰδέας κατάληψιν οὐδενὸς λόγου εὑρισκομένου, καθ’ ὅν τις τῶν τεχνιτῶν ἐν τοῖς οἰκείοις ἔργοις ὠφελήσεται ἐκ τοῦ θεωρῆσαι τὴν ἰδέαν τοῦ ἀγαθοῦ ἢ πῶς ἔσται αὐτὸς ἑαυτοῦ τεχνικώτερος. πρότερον μὲν οὖν ὡς ἐνιστάμενος ἐδείκνυεν μὴ εἶναι ὅλως ἰδέαν τοῦ ἀγαθοῦ, ἐν τούτοις δὲ κατὰ ἀντιπαράστασιν3 συγχωρῶν εἶναι αὐτὴν ἀνόνητον δείκνυσι ταῖς πρακτικαῖς ἐπιστήμαις τὴν γνῶσιν αὐτῆς.

“然而织布工究竟能获得什么益处,亦是一大难题”他仍针对同一论点展开反驳,指出对于技艺而言把握理念是毫无意义的,因为找不到任何理据能说明任何工匠在自己的本己工作中如何能因观照了善的理念而获益,或者他如何会比自己原先更精于技艺。此前他作为反对者,表明根本不存在善的理念;而在此处,他通过让步承认理念的存在,进而证明对于实践性科学而言对其认知是无益的。

§1.73

"Φαίνεται μὲν γὰρ οὐδὲ τὴν ὑγίειαν οὕτως ἐπισκοπεῖν." Ἕτερον ἐπιχείρημα τοῦτο ἐκ τῶν ὑποκειμένων ταῖς τέχναις καὶ τῶν τελῶν τὴν τοῦ καθόλου ἀγαθοῦ γνῶσιν δεικνύον ἀνόνητον. αἱ γὰρ τῶν τεχνῶν ἐνέργειαι περὶ τὰ καθ’ ἕκαστα θεωροῦνται καὶ ἅπερ ἐν αὐτοῖς κατορθοῦσι καθ’ ἕκαστα καὶ οὐ καθόλου ἐστίν, οἷον ὁ ἰατρὸς τὸν τινὰ ἄνθρωπον θεραπεύει καὶ τὴν τινὰ ὑγίειαν ἐν αὐτῷ κατορθοῖ, ὅθεν καὶ τὴν τοῦ τινὸς ἀνθρώπου κρᾶσιν καὶ ἡλικίαν καὶ νόσον καὶ τὴν τινὰ ὥραν καὶ χώραν καὶ εἴ τι ἕτερον γινώσκει, ἵνα καὶ τὴν τινὰ ὑγίειαν κατορθοίη. τὸ δὲ καθόλου εἴτε ὡς ἰδέαν εἴτε ὡς κοινῶς τὰ καθ’ ἕκαστα περιέχον οὐκ ἀνάγκην ἔχει γινώσκειν, ὅτι μηδὲ περὶ αὐτὸ καταγίνεται. τὸ δὲ οὕτως ἐπισκοπεῖν ἀντὶ τοῦ κατὰ τὴν ἰδέαν ἢ τὸ καθόλου φησί. τὸ δὲ ἴσως ἐν τῷ μᾶλλον τὴν τοῦδε προσέθηκε διὰ τὸ μηδὲ τοῦ καθόλου τὸν τεχνίτην ἀπέχεσθαι. ἄμφω γὰρ σκοπεῖ ὁ τεχνίτης τό τε [δὲ] καθόλου καὶ τὰ καθέκαστα, τὸ μὲν κατὰ τοὺς λόγους καὶ τοὺς κανόνας τοὺς τεχνικούς, τὰ δὲ κατὰ τὰς ἐνεργείας καὶ προχειρίσεις, ὡς περὶ ταῦτα ἐνεργοῦντες καὶ ἐν τούτοις ἐπαγγελλόμενοι κατορθοῦν. τὰ γὰρ καθόλου ἐν τοῖς λόγοις, οὐ μὴν καὶ ἐν ταῖς προχειρίσεσιν, ἐννοηματικὰ ὄντα καὶ ὑπὲρ αἴσθησιν.

“因为看来甚至连健康也不是依此方式被考察的”这是从技艺所依据的基础对象与目的出发、表明对普遍之善的认识毫无裨益的另一论据。因为诸技艺的活动是就个别事物展开考察的,它们在其中所成就的亦是个别事物而非普遍者;例如,医生治疗的是某一个特定的人,在其中所成就的是某一种特定的健康,为此他知晓该特定之人的体质、年龄、疾病、特定的季节、地域以及其他一切,以便成就特定的健康。至于普遍者,无论是作为理念还是作为共通包容个别事物者,他都没有认识的必要,因为他亦不致力于它。“依此方式考察”是他用来替代“依照理念或普遍者”的表述。而他在“更是此人的”中加上了“或许”一词,是因为工匠也并非脱离普遍者。因为工匠对普遍者与个别事物二者皆加以考察,前者是依照技术性的理据与规则,后者则是依照活动与实际操作,因为他们是就这些事物进行活动并承诺在其中取得成就的。因为普遍者存在于理据之中,绝不存在于实际操作之中,因为它们是概念性的且超越感觉。

语法注3 条
  1. 1.69εἴτε ὡς κοινῶς κατηγορουμένων τῶν κατὰ μέρος, εἴτε ὡς ἐξῃρημένου λόγου καὶ ἰδέας ὑπάρχοντος

    由 εἴτε... εἴτε... 连接的两个独立属格结构,条件性地规定了对绝对之善的探求(τὴν περὶ τοῦ ἁπλῶς ἀγαθοῦ ζήτησιν)所预设的对象:前者指善作为个别事物(τῶν κατὰ μέρος)的共通述词,后者指善作为超绝的定义与理念而存在(ὑπάρχοντος 与 λόγου 及 ἰδέας 一致)。

  2. 1.71εἴτε γὰρ οὐκ ἐφίεντο τοῦ ἀγαθοῦ... εἴτε ἐφιέμεναι τοῦ ἀγαθοῦ μὴ ἐζήτουν

    由 εἴτε... εἴτε... 引导的双重析取性假定,构成了反事实推理的骨架:前半句中未完成过去时 ἐφίεντο 对应归结分句 οὐδὲν ἦν;后半句中带有分词 ἐφιέμεναι 的未完成过去时 ἐζήτουν 则对应归结分句 εἰκὸς ἦν(省略 ἄν 的表推论的客观表达),表明无论作何种假设,反驳者的论调都无法成立。

  3. 1.72κατὰ ἀντιπαράστασιν

    修辞学与辩证法中表示“让步申辩(concessio)”的专门术语,用作副词性短语,指在论证中暂时承认对方的前提(理念的存在),进而证明从中依然无法得出其所期望的结论(对实践技艺的有用性)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:56.20-58.13