← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§578.10-579.6

政治幸福与沉思幸福的区分及伦理德性

埃乌斯特拉提奥斯解释了亚里士多德将智性生命确立为合于至善德性的活动,梳理了第一卷的政治幸福与第十卷的沉思幸福的双重结构。他进而论证,唯有通过伦理德性整饬诸情感,才能为沉思活动(同化于神)奠定不可或缺的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.40#1

" Εἰ δ’ ἐστὶν ἡ εὐδαιμονία κατ’ ἀρετὴν ἐνέργεια, εὔλογον ὅτι κατὰ τὴν κρατίστην· αὕτη δ’ ἂν εἴη τοῦ ἀρίστου." Τὸ κράτιστον σημαίνει τὸ ἀκρότατον· λέγει δὲ κρατίστην καὶ ἀκροτάτην ἐνέργειαν καὶ εὐδαιμονίαν τὴν νοερὰν ζωήν. δείξας δή, ὅτι ἡ εὐδαιμονία ψυχῆς ἐστιν ἐνέργεια κατ’ ἀρετήν, ἐπειδὴ ἡ ἀρετὴ διττή,1 ἥ τε πρακτική, ἣν καὶ ἠθικὴν καὶ πολιτικὴν οἱ ἐκ τοῦ Περιπάτου καλοῦσιν (οἱ γὰρ Πλατωνικοὶ ἑτέρας εἶναι λέγουσι τὰς πολιτικὰς τῶν ἠθικῶν)· ἐπεὶ οὖν διττὴ κατ’ αὐτοὺς ἡ ἀρετή, ἡ μὲν ἠθική, ἡ δὲ θεωρητική, καὶ διὰ τοῦτο καὶ ἡ εὐδαιμονία διττή, ἐν μὲν τῷ πρώτῳ βιβλίῳ εἶπε περὶ πολιτικῆς εὐδαιμονίας, καθ’ ἣν ὁ πολιτικὸς εὐδαίμων κοσμεῖ τὰ χείρω τῷ λόγῳ, ἐν τούτῳ δὲ λέγει περὶ τῆς θεωρητικῆς εὐδαιμονίας καὶ τοῦ κατ’ αὐτὴν εὐδαίμονος, ὅς ἐστιν ὁ πρώτως καὶ ὄντως ἄνθρωπος καὶ ὁ ἀληθινὸς ἄνθρωπος, ὁ ἐν ἡμῖν δηλονότι νοῦς καὶ ἐπιγινόμενος ὁ τοιοῦτος εὐδαίμων τῷ πολιτικῷ εὐδαίμονι. ἀδύνατον γάρ ἐστιν ἔν τινι γενέσθαι νοερὰν ζωὴν μὴ μετρήσαντι τὰ πάθη διὰ τῶν ἠθικῶν ἀρετῶν καὶ κατὰ τὴν πολιτικὴν εὐδαιμονίαν ζήσαντι.2 ἀόριστα γάρ ἐστι τὰ πάθη τῇ αὑτῶν φύσει καὶ ἀστάθμητα καὶ τὰς ἑαυτῶν ἐνεργείας περατοῦν οὐ δύνανται. ὡς γὰρ τὸ πῦρ ὅρον ταῖς ἑαυτοῦ ποιήσεσι περιφέρειν οὐ δύναται, ἀλλ’ ἀορίστως θερμαίνει πᾶν τὸ δυνάμενον θερμαίνεσθαι, τὸν αὐτὸν τρόπον ἕκαστον τῶν παθητικῶν μορίων ἔμπληκτόν ἐστι καὶ ἄμετρον καὶ δεῖται τῆς ἀρετῆς, ἵνα κόσμου τύχῃ καὶ τάξεως, ὁ μὲν θυμὸς τῆς ἀνδρείας, ἡ δ’ ἐπιθυμία τῆς σωφροσύνης, 〈τῆς μὲν ἀνδρείας ὁ θυμός, ἵνα θαρρῇ καὶ ἀδεῶς ἵηται ἔνθα δεῖ, φεύγῃ δὲ ἀφ’ ὧν χρή, ἡ δ’ ἐπιθυμία τῆς σωφροσύνης〉 πρὸς τὸ χαίρειν οἷς δεῖ καὶ λυπεῖσθαι ἔνθα δεῖ. εἰ οὖν ἄμετρα τὰ πάθη καὶ ἀόριστα καὶ ὄχλου καὶ ταραχῆς ἐμποιητικά, πῶς οἷόν τε νοερῶς ἐνεργεῖν τὸν ὑπὸ τῶν ἀλόγων παθῶν περιελκόμενον καὶ ἀπ’ ἄλλων εἰς ἄλλα διασπώμενον καὶ περιφερόμενον; καλῶς ἄρα εἴρηται τοῖς εἰποῦσι τὴν πρακτικὴν ἀρετὴν καὶ τὸ τέλος αὐτῆς τὴν εὐδαιμονίαν ἐπιτηδειότητάς τινας εἶναι πρὸς ὑποδοχὴν τῆς θεωρητικῆς εὐδαιμονίας. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις. λέγει δ’ αὐτός, ὅτι ἐπεί ἐστιν ἡ εὐδαιμονία τῆς ψυχῆς ἐνέργεια, εὔλογον αὐτὴν μάλιστα λέγειν κατὰ τὴν ἀκροτάτην τῆς ψυχῆς ἐνέργειαν. ἡ δ’ ἀκροτάτη αὐτῆς ἐνέργειά ἐστιν ἕνωσις πρὸς τὰ κρείττω καὶ “ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν”, ὥς φησιν ὁ Πλάτων, ἀνθρώπῳ. δυνατὸν γὰρ τῷ ἀνθρώπῳ μεῖζον ἀγαθὸν κτήσασθαι τῆς πολιτικῆς εὐδαιμονίας.

「如果幸福是合于德性的活动,合情合理的是合于最善的德性;而这当属于至善之物。」 「最善」意指最顶点的;而他将智性生命称为最善且最顶点的活动与幸福。既然他已表明幸福是灵魂合于德性的活动,且德性是双重的,其一为实践的,逍遥学派之人亦称其为伦理的与政治的(因为柏拉图主义者主张政治德性与伦理德性不同);因此依他们所言,德性既然是双重的,一种是伦理的,另一种是沉思的,并且为此幸福也是双重的,那么他在第一卷中谈论了政治幸福,依此政治幸福者以理性整饬较卑劣的部分,而在本卷中他则谈论沉思幸福以及依其而幸福的人,此人才是首要且真正的人,即真实的人,显然也就是我们内在的智性,而这样的幸福者是后随于政治幸福者而生成的。因为对于未曾通过伦理德性节制诸情感且未曾依政治幸福生活过的人而言,智性生命不可能在其中生成。因为诸情感就其自身本性而言是不定的且难以衡量的,无法限定自身活动。正如火无法给自身的生发施加界限,而是无规定地加热一切能被加热之物一样,以同样的方式,各个受动部分也是冲动且无节制的,需要德性以获得秩序与整饬:激情需要勇敢,欲望需要节制,〈激情需要勇敢以便在应当之处勇敢且无畏地前行、并从应当避开之处退避,而欲望需要节制〉以在应当之事中感到喜悦并在应当之处感到痛苦。因此,如果诸情感是无节制的、不定的且造成骚乱与困扰的,那么一个被非理性情感四处拖曳、被撕裂流转于此事物与彼事物之间的人,又如何可能在智性上展开活动呢?因此,那些主张实践德性及其终极目的[政治]幸福乃是接受沉思幸福的某种准备状态的人,说得十分恰当。不过关于这些我们容后再谈。他自己则说,既然幸福是灵魂的活动,合情合理的就是最主要依灵魂最顶点的活动来谈论它。而灵魂最顶点的活动乃是与更高之物的合一,正如柏拉图所说,乃是在人可能的范围内「尽可能地同化于神」。因为对于人而言,获得大于政治幸福的善是可能的。

语法注2 条
  1. 9.40δείξας δή, ὅτι ἡ εὐδαιμονία ψυχῆς ἐστιν ἐνέργεια κατ’ ἀρετήν, ἐπειδὴ ἡ ἀρετὴ διττή

    句首的分词 δείξας 指向主句主语(亚里士多德),但在随后的 ἐπειδή 从句、插入句(οἱ γὰρ Πλατωνικοὶ...)以及承上接续词 ἐπεὶ οὖν 叠置后,句式形成破格(anacoluthon),主句被重组为 ἐν μὲν τῷ πρώτῳ βιβλίῳ εἶπε... ἐν τούτῳ δὲ λέγει...。阅读时需将亚里士多德作为贯穿的主语来把握文意。

  2. 9.40μὴ μετρήσαντι τὰ πάθη διὰ τῶν ἠθικῶν ἀρετῶν καὶ κατὰ τὴν πολιτικὴν εὐδαιμονίαν ζήσαντι

    带否定词 μή 的两个与格分词 μετρήσαντι 和 ζήσαντι 与介词短语 ἔν τινι(「在某人之中」)性数格一致,起条件状语作用(「若未曾节制诸情感……亦未曾依政治幸福生活」)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:578.10-579.6