← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§574.25-575.36

将消遣视作幸福的谬误及其荒谬后果

厄斯特拉齐奥斯注解了亚里士多德的1176b16,驳斥了大众与僭主将消遣视为幸福的谬见,并论证了将消遣与幸福等同所产生的荒谬后果(即消遣成了终极目的,人们为玩乐而辛劳)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.37

" Δοκεῖ μὲν οὖν εὐδαιμονικὰ ταῦτα εἶναι." Ἀκολούθως ταῖς τῶν πολλῶν ἡμαρτημέναις ὑπολήψεσιν εὐδαιμονικὰ δοκεῖ τὰ γελοῖα. ἐπεὶ γὰρ οἱ πολλοὶ εὐδαίμονας οἴονται τοὺς τυράννους καὶ δυνάστας, καὶ ἃ διώκουσιν αὐτοὶ καὶ φιλοῦσιν εὐδαιμονικά φασιν εἶναι, τουτέστιν οἰκειότατα καὶ ἰδιαίτατα τῆς εὐδαιμονίας. οὐκ ἔστι δὲ σημεῖον οὐδὲ ἀπόδειξις τοῦ εὐδαίμονα τὸν τύραννον εἶναι καὶ τοὺς δυνάστας τὸ ἐνεξουσιάζειν καὶ ποιεῖν ἃ βούλονται. οὐ γὰρ ἐν τῷ δυναστεύειν καὶ δυνατῶς πράττειν τὰ ἀρεστά σφισιν αὐτοῖς ἡ ἀρετὴ καὶ ἡ πολιτικὴ ἢ θεωρητικὴ εὐδαιμονία, ἣν θεωρητικὴν εὐδαιμονίαν νοῦν εἶπεν.1 εἰ οὖν μή ἐστιν ἡ τυραννὶς καὶ ἡ δυναστεία ταὐτὸν τῇ εὐδαιμονίᾳ ἀλλ’ ἕτερα καὶ ἀπ’ ἀλλήλων ἐκ διαμέτρου διεστηκότα, οὐδὲ τὰ σωματικὰ ἡδέα οὐδὲ αἱ ἡδεῖαι τῶν παιδιῶν εὐδαιμονικαί εἰσιν. ὁμοίως οὐδὲ αἱ ἐνέργειαι καὶ αἱ πράξεις τῶν τυράννων τῶν σπουδαίων εἰσίν, ἀλλ’ εἰσὶν ἄρισται καὶ σπουδαιόταται ἐνέργειαι αἱ ἀπὸ τῶν ἀρετῶν καὶ αἱ ἀπὸ τοῦ νοῦ. πῶς οὖν ἐπὶ τὰς σωματικὰς ἡδονὰς οἱ τοσοῦτον ἀπέχοντες τῶν ἄλλων πλούτῳ καὶ δυνάμει τύραννοι σπεύδουσιν; ἤ, φησίν, ὅτι ἄγευστοι τυγχάνουσιν ὄντες εἰλικρινῶν ἡδονῶν. λέγει δὲ εἰλικρινεῖς ἡδονὰς αἷς οὐ μέμικται ἢ μετὰ βραχὺ ἕπεται λύπη μηδὲ μετάνοια. καὶ εἴρηται πρότερον περὶ τούτων τίνες αὗται. εἰ μὲν οὖν ἦν, ὥσπερ εἴπομεν, ἡ τυραννὶς ταὐτὸν τῇ εὐδαιμονίᾳ, ἦν ἂν εὐδαιμονικὰ πρὸς ἃ κεχήνασιν οὗτοι καὶ ὧν ἐφίενται. ἐπεὶ δὲ οὐκ ἔστι, οὐ δεῖ τὰς ἡδονὰς ἃς οἱ τύραννοι διώκουσιν, εὐδαιμονικὰ ἀποφαίνεσθαι. ἀλλ’ ὥσπερ οὐδὲ τὰ τοῖς παισὶ κράτιστα καὶ τίμια, τοιαῦτα δὲ στρόμβοι καὶ ἀστράγαλοι καὶ σφαιρία, καὶ ἁπλῶς εἰσι τίμια καὶ σπουδαῖα, οὕτως οὐδὲ τὰ ἔντιμα τοῖς κατ’ αἴσθησιν ζῶσι καὶ ἁπλῶς ἂν ἄριστα καὶ κάλλιστα εἴη. καὶ ἔστιν εὔλογον, ὥσπερ ἄλλα μὲν φαίνεται παισὶν ἡδέα καὶ τίμια, ἄλλα δ’ ἀνδράσιν, οὕτω μὴ τὰ αὐτὰ δοκεῖν ἐπιεικέσι καὶ φαύλοις ἀλλὰ διαφέρειν, καὶ τίμια μὲν καὶ καλὰ ἀληθῶς εἶναι τὰ δοκοῦντα τοιαῦτα τοῖς σπουδαίοις, φαινόμενα δὲ τὰ τοῖς φαύλοις νομιζόμενα. ὡς οὖν ταῦθ’ οὕτως ἔχει, οὕτως καὶ ἑκάστῳ αἱρετωτάτη ἐστὶν ἐνέργεια ἡ κατὰ τὴν οἰκείαν ἕξιν. ὁ γὰρ ἕξιν μὲν ἔχων μουσικῆς ἐνεργεῖν αἱρεῖται τὰ μουσικὰ καὶ ὁ ἀκολασίας τὰ τῶν ἀκολάστων πράττειν ἐπείγεται. κατὰ τὰ αὐτὰ δὴ καὶ ὁ σπουδαῖος τὰ κατὰ τὰς ἀρετὰς ἐνεργεῖν γηθεῖ τε καὶ ἀγάλλεται. ἐν ἀρετῇ ἄρα καὶ νῷ, ἤτοι νοερᾷ ζωῇ, τὸ εὐδαιμονεῖν ἀλλ’ οὐκ ἐν παιδιᾷ διὰ τὸ τοὺς τυράννους τρέχειν ὠκεῖ ποδὶ πρὸς αὐτήν. καὶ γὰρ ἄτοπον τὸ τέλος εἶναι παιδιάν, εἰ τὸ παίζειν εὐδαιμονεῖν· τὸ εὐδαιμονεῖν δὲ τέλος· τὸ παίζειν ἄρα τέλος. ἄτοπον δὲ καὶ παντελῶς καταγέλαστον πάντα πράττειν καὶ πόνους ὑφίστασθαι χάριν τοῦ εὐδαιμονεῖν, ἤτοι τοῦ παίζειν. εἰ γὰρ χάριν τοῦ εὐδαιμονήσειν πονοῦμεν, τὸ δ’ εὐδαιμονεῖν τῷ παίζειν ταὐτόν, ἕνεκα τοῦ παίζειν κακοπαθοῦμεν. τοῦτο δὲ γελοῖον. ἐπεὶ οὖν τὸ μὲν πονεῖν ἕνεκα τοῦ τυχεῖν τῆς εὐδαιμονίας ἀγαθόν, τὸ δὲ παίζειν οὐκ ἀγαθόν, οὐκ ἂν εἴη τὸ εὐδαιμονεῖν καὶ τὸ παίζειν ταὐτόν. καὶ ἄλλως· ὥσπερ ἄλλα πολλὰ χάριν ἑτέρων τινῶν αἱρούμεθα, οὕτω καὶ τὸ παίζειν· τὴν δ’ εὐδαιμονίαν οὐχ ἕνεκά τινος αἱρούμεθα· ὥστε οὐκ ἔστιν ἡ εὐδαιμονία καὶ τὸ παίζειν ταὐτόν. τὸ δ’ ὡς εἰπεῖν πρόσκειται ὅτι2 αἱρούμεθα καὶ τὰς ἀρετὰς αὐτὰς καθ’ αὑτάς, κἂν μὴ μέλλωμεν εὐδαιμονήσειν. καὶ πολλοὶ τὸν πλοῦτον διώκουσι δι’ αὐτὸν καὶ οὐχ ἑτέρου χάριν.

「因此,这些事情似乎是能带来幸福的。」 顺应大众错误的成见,滑稽之事[即消遣]似乎是能带来幸福的。因为大众既然认为僭主和显贵是幸福的,便说他们所追求和喜爱的事物也是能带来幸福的,亦即是幸福最特有、最本己的。然而,掌权施行并为所欲为,既不是僭主与显贵是幸福的标志,也不是其证明。因为德性以及政治的或观照的幸福——这观照的幸福他称之为理智——并不在于行使权势并通过强力施行令自己悦意之事。因此,如果僭政与权势和幸福并不是同一回事,而是彼此不同且截然对立的,那么肉体的快乐与愉快的消遣也就不是能带来幸福的。同样,僭主们的活动和实践也不属于严肃之事,而最好的、最严肃的活动乃是出于德性的活动和出于理智的活动。那么,在财富和权势上如此超越其他人的僭主们,为何还会奔向肉体的快乐呢?其实,他说,是因为他们恰好未曾品尝过纯粹的快乐。他所谓的纯粹快乐,是指痛苦或悔恨不与之混合、亦不在其后紧随而来的快乐。关于这些快乐究竟是怎样的,先前已经讨论过。因此,正如我们所说,假若僭政与幸福是同一回事,那么他们所极力贪求和渴望的事物就本该是能带来幸福的。但既然不是,就不应把僭主们所追求的快乐宣称为能带来幸福的。相反,正如对小儿来说最好的、受珍视的事物——诸如陀螺、挑骨和小球之类——并不仅因此就是绝对受珍视和严肃的,同样,受顺从感觉生活之人推重的事物,也不会是绝对最好和最美好的。而且合乎情理的是,正如对小儿而言是快乐且受珍视的事物,与对成年男子而言的不同,同样,在端正之人与卑劣之人看来,并非同样的事物显得如此,而是存在差异;在优秀之人看来是如此的事物,才真正是受珍视且美好的,而在卑劣之人看来所认定的,不过是显象。因此,正如这些情况是如此,同样对每个人而言,最值得选择的活动乃是合乎其自身品质的活动。因为拥有音乐品质的人选择实行音乐之事,而拥有放荡品质的人则急于施行放荡者的行径。完全依同理,优秀之人也对实行合乎德性之事感到欣喜与自豪。因此,幸福在于德性与理智,亦即理智的生活,而不在于消遣,尽管僭主们迈着疾步奔向消遣。因为,如果玩乐就是幸福,那么终极目的是消遣便是荒谬的;但幸福是终极目的,因而玩乐便是终极目的。并且,为了幸福、亦即为了玩乐而做一切事并承受劳苦,不仅是荒谬的,而且完全是可笑的。因为如果我们是为了将要幸福而劳苦,而幸福与玩乐是同一回事,那么我们就是为了玩乐而受苦受难。而这是荒唐可笑的。因此,既然为了获得幸福而劳苦是善的,而玩乐却不是善的,那么幸福与玩乐就不会是同一回事。再从另一角度来说:正如我们为了某些他物而选择许多其他事物一样,玩乐也是如此被选择的;但对于幸福,我们却不是为了任何事物而选择它的;因此幸福与玩乐不是同一回事。附加上「可以说」这句短语,是因为即使我们将不会幸福,我们也为了德性自身而选择德性自身;而且许多人为了财富自身而追求财富,并不是为了他物。

语法注2 条
  1. 9.37ἣν θεωρητικὴν εὐδαιμονίαν νοῦν εἶπεν

    关系从句中重复先行词并呈宾格(ἣν θεωρητικὴν εὐδαιμονίαν,重复主句的 θεωρητικὴ εὐδαιμονία 以免歧义)。主语为亚里士多德,νοῦν 作 εἶπεν 的谓语宾格,意为「这观照的幸福他称之为理智」。

  2. 9.37τὸ δ’ ὡς εἰπεῖν πρόσκειται ὅτι

    对亚里士多德文本中短语「ὡς εἰπεῖν(可以说)」的解释性引出。主语为名词化的短语 τὸ ὡς εἰπεῖν,配合被动动词 πρόσκειται,后面的 ὅτι 从句说明补充此修饰语的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:574.25-575.36