- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:573.9-574.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯确认了幸福是因自身而被选择的活动,并基于有害性驳斥了将愉悦消遣视为真正幸福的观点。随后,他解释了富人与僭主何以逃向消遣,并重用那些迎合其感官享乐的机智滑稽者。
" Τῶν δ’ ἐνεργειῶν αἱ μέν εἰσιν ἀναγκαῖαι καὶ δι’ ἕτερα αἱρεταί, αἱ δὲ καθ’ ἑαυτάς." Ἀναγκαίας ἐνεργείας καὶ δι’ ἕτερα λέγουσιν αἱρετὰς τὰς ποιητικάς, οἷον οἰκοδόμησιν ἰάτρευσιν χάλκευσιν, δι’ αὑτὰς δὲ τὰς κατ’ ἀρετὴν πράξεις καὶ τὰς θεωρίας καὶ γνώσεις τῶν ὄντων. τῶν ἐνεργειῶν οὖν διττῶν οὐσῶν κατὰ γένος, τὴν εὐδαιμονίαν, φησί, τινὰ θετέον τῶν καθ’ αὑτὰς ἐνεργειῶν καὶ οὐ τῶν δι’ ἕτερόν τι αἱρετῶν. εἰ γὰρ ἀνενδεές τι καὶ αὔταρκες ἡ εὐδαιμονία, τὰ δὲ ἀνενδεῆ καὶ αὐτάρκη δι’ ἑαυτὰ αἱρετά, ἡ εὐδαιμονία ἄρα τῶν δι’ αὑτά ἐστιν αἱρετῶν. εἰπὼν δὲ ὅτι τὰ καλὰ καὶ σπουδαῖα πάντα τῶν δι’ ἑαυτὰ αἱρετῶν, ἐπήγαγε καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι τῶν δι’ ἑαυτάς εἰσιν αἱρετῶν. οὐ γὰρ δι’ ἕτερα αὐτὰς αἱροῦνται, ὡς τὴν ἀγαλματοποιητικὴν διὰ τὰ ἀγάλματα καὶ τὴν στρατιωτικὴν διὰ τὴν νίκην καὶ τὴν ἰατρικὴν διὰ ὑγίειαν. αἱροῦνται δὲ τὰς ἡδείας παιδιὰς ὡς εὐδαιμονικὰς ὅσοι τὴν εὐδαιμονίαν τίθενται ἐν τῷ ἀπολαυστικῶς ζῆν καὶ ἥδεσθαι ἐσθίοντας καὶ πίνοντας καὶ παίζοντας ἢ ἀκολασταίνοντας. εἰπὼν δὲ ὅτι αἱ ἡδεῖαι τῶν παιδιῶν τῶν δι’ ἑαυτάς εἰσιν αἱρετῶν, ἐπήγαγε τὴν αἰτίαν τούτου ἐπενεγκών· βλάπτονται γὰρ ἀπ’ αὐτῶν μᾶλλον ἢ ὠφελοῦνται. οἱ γὰρ παιδιαῖς σχολάζοντες, οἷον οἱ κυβεύοντες, οἱ ἀστραγαλίζοντες, ἀμελοῦντες τῶν γυμνασίων καὶ τῆς κτήσεως βλάπτονται κατ’ ἄμφω καὶ τὸ σῶμα καὶ τὴν κτῆσιν, ὥστε οὐκ εἰσὶν αἱ παιδιαὶ τῶν δι’ ἄλλο τι αἱρετῶν. τὰ γὰρ δι’ ἄλλο τι αἱρετὰ ὠφέλιμά ἐστιν, ὡς ἡ ἐμπορία καὶ ἡ καπηλική· αὔξεται γὰρ ἀπ’ αὐτῶν ἡ κτῆσις, ἐκ δὲ τῶν παιδιῶν τοὐναντίον μειοῦται. ὥστε οὐκ εἰσὶ τῶν δι’ ἄλλο τι αἱρετῶν ἀλλ’ οὐδὲ τῶν δι’ ἑαυτὰς αἱρετῶν, κἂν ὅτι μάλιστα δι’ αὐτὰς αἱρῶνται1 ταύτας οἱ τὸν ἀπολαυστικὸν τιμῶντες βίον. εἰ γὰρ τὰ βλαβερὰ ἀναίρετα, αἱ δὲ τοιαῦται παιδιαὶ βλαβεραί, ἀναίρετοι ἄρα καὶ οὐχ αἱρεταί.
「而在诸活动中,有些是必然的且因他物而被选择的,有些则是因其自身[而被选择的]。」 人们把必然的且因他物而被选择的活动称为制作性的活动,例如建造房屋、医治、锻造,而把因其自身而被选择的活动称为合乎德性的实践,以及对实存者的观照与认识。因此,他说,既然活动在种上是双重的,就应当把幸福设定为因自身而被选择的活动之一,而不是因某种他物而被选择的活动。因为如果幸福是无所匮乏且自足的事物,而无所匮乏且自足的事物是因其自身而被选择的,那么幸福就属于因自身而被选择的事物。而在他说过一切高尚与严肃的事物都属于因自身而被选择的事物之后,他接着补充道:「而在各种消遣中,令人愉悦的消遣也属于因其自身而被选择的。」因为人们并不是为了他物而选择它们,如同为了雕像而选择雕像制作、为了胜利而选择军事、为了健康而选择医术那样。相反,凡把幸福置于享乐地生活以及在吃喝、玩耍或放荡中取乐的人,都把令人愉悦的消遣作为能带来幸福的事物来选择。在说过令人愉悦的消遣属于因自身而被选择的事物之后,他接着给出了其原因,补充道:「因为人们受害于它们甚于获益。」因为那些把闲暇用于消遣的人,例如掷骰子者、玩挑骨戏者,因荒废体育锻炼与财产,而在肉体与财产两方面都遭受损害,以致消遣并不属于因某种他物而被选择的事物。因为因某种他物而被选择的事物是有益的,如经商与零售业;因为财产通过它们而增加,但因消遣反而减少。因此,它们不仅不属于因某种他物而被选择的事物,而且也不属于因自身而被选择的事物,即使推崇享乐生活的人极力因其自身而选择它们。因为如果有害的事物是不可选择的,而这类消遣是有害的,那么它们便是不可选择的而非可选择的。
"Καταφεύγουσι δὲ ἐπὶ τὰς τοιαύτας διαγωγὰς τῶν εὐδαιμονιζομένων οἱ πολλοί." Τοιαύτας διαγωγὰς λέγει τὰς εἰρημένας παιδιάς. τῶν γὰρ ἐν ἀπολαύσει καὶ σωματικαῖς ἡδοναῖς τὴν εὐδαιμονίαν τιθεμένων καὶ ἀφοριζόντων οἱ πλείους, ἴσως δὲ πάντες, ὠκέως καὶ σὺν πάσῃ προθυμίᾳ καὶ ἐπὶ τὰς τῶν παιδιῶν ἡδονὰς ἵενται. τοῦτο γὰρ σημαίνει τὸ καταφεύγουσι τὸ μετὰ σπουδῆς καὶ ταχέως πρὸς αὐτὰς φέρονται. ἢ τοιαύτας διαγωγὰς λέγει τὰς συνόδους, ἀφ’ ὧν ἡδονὴν πορίζονται. συνδιάγειν γὰρ καὶ συνδιημερεύειν μετὰ τῶν ἥδειν δυναμένων ὁποῖοι ἂν ὦσιν εἴτε αὐληταὶ εἴτε βωμολόχοι εἴτ’ ὀρχησταὶ ἱμείρονται. καὶ διὰ τὸ μάλιστα τῶν ἄλλων τοὺς τυράννους ἐν ἡδοναῖς τὴν εὐδαιμονίαν ἱστᾶν καὶ μηδὲν ἄλλο πιστεύειν εἶναι τὸ εὐδαιμονεῖν ἢ τὸ κατὰ πᾶσαν ἥδεσθαι αἴσθησιν εὐδοκιμοῦσιν ἐν αὐτοῖς καὶ τιμῶνται οἱ εὐτράπελοι· λέγων νῦν εὐτραπέλους πάντας ἁπλῶς ὅσοι δύνανται πορίζειν αὐτοῖς ἡδονὰς ὁπωσδηποτοῦν. εὐδοκιμοῦσι δὲ παρ’ αὐτοῖς καὶ σπουδάζονται, διότι παρέχουσιν αὑτοὺς ἡδεῖς πρὸς ἐκεῖνα ὧν ἐφίενται· ὀρεγόμενοι γὰρ χαίρειν καὶ γελᾶν καὶ μελῶν ἀκούειν σαινόντων τὴν ἀκοὴν παρέχουσιν ἑαυτοὺς πρὸς ταῦτα ἡδεῖς.2 λέγουσι γὰρ καὶ ᾄδουσι καὶ πράττουσιν οἷς οἱ τύραννοι χαίρουσιν. ὁ δὲ πράττων καὶ λέγων ἐκεῖνα, οἷς ὁ τύραννος ἥδεται, ἡδύς ἐστι πάντως τῷ τυράννῳ, ὡς καὶ ὁ λέγων καὶ πράττων οἷς ὁ σπουδαῖος χαίρει ἡδύς ἐστι τῷ σπουδαίῳ. ἡ μὲν οὖν τῶν προκειμένων διάνοια αὕτη. τὸ δὲ δέονται δὲ τοιούτων σημαίνοι ἂν3 δέονται δὲ τύραννοι οὐ σπουδαίων (πῶς γὰρ οὓς καὶ μισοῦσι καὶ ἀπελαύνουσιν;), ἀλλὰ δέονται μίμων καὶ γελωτοποιῶν. ὥστ’ εὐλόγως οὗτοι παρ’ αὐτοῖς τιμῶνται καὶ εὐδοκιμοῦσιν ὡς ἡδεῖς αὐτοῖς.
「而在被判定为幸福的人中,多数人逃避到这类消遣中。」 所谓「这类消遣」,他是指上述的各种玩乐。因为把幸福置于并界定在享乐与肉体快乐之中的人,其大多数、或许所有人,也都极其迅速且满怀热情地奔向消遣的快乐。因为「逃避到」就意味着他们带着热切并迅速地投向它们。或者,所谓「这类消遣」,他是指他们从中获取快乐的聚会。因为他们渴望与那些能够提供快乐的人——无论他们是笛手、小丑还是舞者——共同消磨时光、共度整日。并且,由于僭主们比其他人更把幸福建立在快乐之中,并坚信幸福无非就是在一切感觉上取乐,因此机智滑稽者在他们那里享有声誉并受到尊崇;他现在把一切无论以何种方式能为他们提供快乐的人统称为「机智滑稽者」。他们在僭主那里享有声誉并受到重用,是因为僭主渴望什么,他们就针对什么把自己表现得令人愉悦;因为[僭主们]渴望欢欣、欢笑以及聆听抚弄听觉的曲调,他们便针对这些把自己表现得令人愉悦。因为他们讲述、歌唱并施行僭主们所喜爱的事。而施行并讲述僭主感到快乐之事的人,对僭主而言在一切方面都是令人愉悦的,正如讲述并施行优秀之人所喜爱之事的人对优秀之人而言是令人愉悦的一样。以上便是当前段落的要旨。而「并且他们需要这样的人」这句短语的意思则是说:僭主们需要的不是优秀之人(怎么可能需要呢,他们既然既憎恨又驱逐优秀之人?),而是需要模仿艺人与滑稽小丑。因此,这些人作为对他们而言令人愉悦者,在他们那里受到尊崇并享有声誉是合乎情理的。
- 9.35κἂν ὅτι μάλιστα δι’ αὐτὰς αἱρῶνται
由 κἄν(καὶ ἄν)与修饰最高级的副词短语 ὅτι μάλιστα 构成的让步从句,意为「即使他们极力因其自身而选择它们」。在主句的否定论断(消遣并不属于因自身而被选择的事物)面前,该从句最大程度地让步了承认享乐主义者的主观偏好,进而在逻辑上予以否定。
- 9.36ὀρεγόμενοι γὰρ χαίρειν καὶ γελᾶν καὶ μελῶν ἀκούειν σαινόντων τὴν ἀκοὴν παρέχουσιν ἑαυτοὺς πρὸς ταῦτα ἡδεῖς
该句具体阐释了前句「针对僭主所渴望之事而把自己表现得令人愉悦」。定式动词 παρέχουσιν 的主语是小丑与艺人们(εὐτράπελοι)。主格分词 ὀρεγόμενοι 在语法上虽与主语一致,但不定词(χαίρειν 等)所表达的内容在逻辑上指涉的是僭主们所追求的享乐,紧随其后的 πρὸς ταῦτα(针对这些)呼应了这些活动,表明艺人们正是迎合僭主的这些欲求而使自己显得愉悦可人。
- 9.36τὸ δὲ δέονται δὲ τοιούτων σημαίνοι ἂν
引述亚里士多德本文(δέονται δὲ τοιούτων)的注解引导句。中性单数冠词 τό 将引句名词化作为主语,搭配带有 ἄν 的愿望语气动词(σημαίνοι ἄν)表示潜能或委婉断定,意为「『并且他们需要这样的人』这句短语的意思则是说……」。
