- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:576.1-577.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者以亚里士多德所引阿那哈尔西的名言为切入点,论证消遣仅是为重新活动而作的休息,而非作为终极目的的幸福,并指出唯有灵魂较优越部分(即理智)的活动才是幸福。
" Παίζειν δ’ ὅπως σπουδάζῃ κατ’ Ἀνάχαρσιν ὀρθῶς ἔχειν δοκεῖ." Ὥσπερ γὰρ τὸ πολεμεῖν χάριν τοῦ εἰρηνεύειν ἐπαινεῖται, οὕτω καὶ τὸ μετὰ τοὺς πρὸς τὰ κάλλιστα πόνους ἐπὶ παιδιὰν ἀποκλίνειν οὐ μεμπτέον ἐστίν· ἀναπαύει γὰρ ἡμᾶς ἡ παιδιὰ καὶ κουφίζει τοὺς πόνους. ἀναπαύσει γὰρ ἔοικεν, ἡ δ’ ἀνάπαυσις ἐπανάγειν πάλιν1 τὰ κεκμηκότα τῶν σωμάτων ἐπὶ τὴν προτέραν ἰσχύν, ἣν εἴχομεν πρὸ τοῦ κόπου. εἰ μὲν γὰρ ἄπονα τὰ σώματα ἡμῶν διετηρεῖτο ἐν ταῖς πράξεσι καὶ ἐνεργείαις, οὐκ ἂν ἀναπαύσεως ἐχρῄζομεν οὐδὲ παιδιᾶς τῆς ἀναπαύσει ἐοικυίας· ἐπεὶ δὲ κάμνει, δεῖ ἀναπαύσεως καὶ παιδιᾶς οὐ πάσης ἀλλὰ τῆς ἐοικυίας τῇ ἀναπαύσει εἰς ἀνάληψιν ἰσχύος καὶ ῥώμης, ἵνα πάλιν πράττωμεν καὶ ἐνεργῶμεν καὶ μὴ ὦμεν ἄπρακτοι καὶ ἀνενέργητοι. εἰ δὲ ἕνεκα τοῦ πάλιν ἐνεργεῖν αἱρούμεθα τὴν παιδιάν, ἣν ἀνάπαυσιν εἶπεν, οὐκ ἔστι τέλος ἡ παιδιά, ὥστε οὐδ’ εὐδαιμονία. ἡ γὰρ εὐδαιμονία τέλος καὶ δι’ αὑτὴν αἱρετή, ἀλλ’ οὐχ ἕνεκά τινος ἄλλου. βελτίω τε λέγομεν τὰ σπουδαῖα τῶν γελοίων. τὰς κοινὰς καὶ αὐτοφυεῖς τῶν ἀνθρώπων ἐννοίας εἰς πίστιν ἐπάγει τοῦ μὴ παιδιὰν εἶναι τὴν εὐδαιμονίαν. πάντες γὰρ αὐτοφυῶς καὶ οὐκ ἔκ τινος μαθήσεως ἢ παραγγελίας βελτίω λέγουσι τὰ σπουδαῖα, ἤτοι τὰς ἀρετὰς καὶ τὰς κατ’ ἀρετὴν ἐνεργείας, τῶν γελοίων καὶ μετὰ παιδιᾶς. τὸ δὲ βέλτιον χείρονός ἐστι βέλτιον· εἰ δὲ χείρονα τὰ γελοῖα καὶ ἡ παιδιά, οὐκ ἂν εἴη ἡ παιδιὰ εὐδαιμονία. οὐ γάρ ἐστιν ἡ εὐδαιμονία τινὸς 〈χείρων〉 ἀλλὰ τὸ ἄριστον καὶ κάλλιστον τῶν παρ’ ἡμῖν. καὶ τοῦ βελτίονος ἀεὶ μορίου καὶ ἀνθρώπου σπουδαιοτέραν τὴν ἐνέργειαν.2 βέλτιον μόριον καὶ ἄνθρωπον τὸν νοῦν ἡμῶν λέγει, λέγω δὴ τὸ λογικὸν μέρος τῆς ψυχῆς. καὶ ὁρᾷς, ὅπως τὸν ὄντως καὶ μάλιστα ἄνθρωπον ἐν λογικῇ ζωῇ τίθεται καὶ διττὸν αὐτὸν διὰ τούτων ἀποφαίνεται, ἕνα μὲν τὸν ἐκ ψυχῆς καὶ σώματος, ᾧ καὶ τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν ἐν τῷ κατὰ τὰς ἀρετὰς ζῆν εἶπεν εἶναι3 ἐν τοῖς Μεγάλοις Ἠθικοῖς, ὡς καὶ ἐν τῷ πρώτῳ τῶνδε βιβλίῳ, ἄλλον δὲ τὸν πρώτως καὶ ὄντως ἄνθρωπον, τὸν ἐν ἡμῖν νοῦν ὑπὲρ οὗ προϊὼν ἐρεῖ. χωρισθεὶς δὲ τοῦ σώματός ἐστιν αὐτὸ τοῦθ’ ὅπερ ἐστί. καὶ δῆλον ἐκ τούτων ὡς οἱ λέγοντες τὸν Ἀριστοτέλην θνητὴν δοξάζειν τὴν ψυχὴν οὐδέν τι λέγουσιν. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις· τὸ δὲ λεγόμενον διὰ τῶν προκειμένων λέξεων τοιοῦτόν ἐστιν. ἡ τοῦ βελτίονος μορίου τῆς ψυχῆς ἐνέργεια βελτίων καὶ σπουδαιοτέρα, δυνάμει λέγων ἐκείνην αὐτοῦ τοῦ μορίου ἐνέργειαν, λέγω βελτίονα καὶ σπουδαιοτέραν, τὴν σπουδαίαν καὶ ἀπὸ ἀρετῆς καὶ οἰκείαν τῷ ἀνθρώπῳ, ᾗ ἄνθρωπος, ἀλλ’ οὐ τὴν ἀπὸ κακίας. εἰ οὖν αὕτη βελτίων τῆς τοῦ χείρονος μορίου τῆς ψυχῆς ἐνέργεια, ἔστι δὲ ἐνέργεια τοῦ χείρονος μορίου ἡ παιδιά, οὐκ ἔσται ἡ παιδιά εὐδαιμονία, ἀλλ’ ἡ τοῦ κρείττονος μορίου οἰκεία ἐνέργεια. τὸ δὲ εὐδαιμονικώτερον ταὐτόν ἐστι τῷ καὶ δεῖ ταύτην εὐδαιμονίαν λέγειν, ἀλλ’ οὐ τὴν παιδιάν.
「依阿那哈尔西之见,为了认真而玩乐似乎是正确的。」 因为正如为了保持和平而作战是受到赞扬的,同样,在为了至美之事的辛劳之后转向消遣也不是应受责备的;因为消遣使我们得到休息并减轻劳苦。消遣确实类似于休息,而休息[似乎]将身体疲惫的部分重新引回我们疲劳之前所拥有的原先力量。因为假若我们的身体在实践和活动中能够免于劳苦地保持下来,我们便不会需要休息,亦不需要类似于休息的消遣;但既然身体会疲劳,为了恢复力量与元气,就需要休息和消遣——不是任何消遣,而是类似于休息的消遣——以便我们能再次实践与活动,而不至于无所作为和停滞无为。如果说我们为了再次活动而选择消遣(他称之为休息),那么消遣就不是终极目的,因而也不是幸福。因为幸福是终极目的,且是为了自身而被选择的,而不是为了任何他物。「而且我们说严肃之事胜于滑稽之事。」他引入人类共有的天然观念,作为幸福不是消遣的凭据。因为所有人都是出于本然、而非出于某种教导或诫命地说,严肃之事——亦即德性以及合乎德性的活动——要胜于滑稽之事和伴随消遣之事。而较善之物总是胜于较劣之物;如果滑稽之事和消遣是较劣的,那么消遣就不会是幸福。因为幸福并不比任何事物〈更劣〉,而是我们所能及之事物中最好、最美好的。「并且,较善的部分和人的活动总是更加严肃。」他把我们的理智——我指的是灵魂的理性部分——称为较善的部分和人。你可以看到,他如何将真正且最严格意义上的人置于理性的生命中,并通过这些说法表明人具有双重性:其一是由灵魂和身体构成的人,对于这个人而言,过得好与幸福在于依德性生活,正如他在《大伦理学》中所说,亦如在本著作的第一卷中所说;其二则是原初且真正的人,即我们内在的理智,关于这一点他将在下文中论述。当它与身体分离时,它便正是其所是之物。由此显而易见,那些声称亚里士多德认为灵魂必死的人,根本没有说出任何真知灼见。不过关于这些问题当在别处讨论;通过当下的文句所表达的意思乃是如此:灵魂较善部分的活动更善且更严肃——他实际上在说,该部分自身的活动(我是说更善且更严肃的活动)乃是严肃的、出于德性的、对作为人的人而言本己的活动,而不是出于恶习的活动。因此,如果这一活动胜于灵魂较劣部分的活动,而消遣是较劣部分的活动,那么消遣就不会是幸福,而更优越部分的本己活动才是幸福。而「更具幸福性质」这句话与必须称这一活动为幸福、而非称消遣为幸福是完全相同的。
- 9.38ἡ δ’ ἀνάπαυσις ἐπανάγειν πάλιν
此处省略了由前句顺延而来的谓语动词 ἔοικεν,用以统辖不定式 ἐπανάγειν,以 ἡ ἀνάπαυσις 作其主语,构成「休息[似乎]将疲倦的身体重新引回……」的结构。
- 9.38καὶ τοῦ βελτίονος ἀεὶ μορίου καὶ ἀνθρώπου σπουδαιοτέραν τὴν ἐνέργειαν
此句直接引自亚里士多德原文(1177a3–4),在句法上充当依附于前文 λέγομεν 的带不定式宾格结构(省略了 εἶναι),其中 τὴν ἐνέργειαν 为主语宾格,σπουδαιοτέραν 为谓语宾格。
- 9.38ᾧ καὶ τὸ εὖ ζῆν καὶ εὐδαιμονεῖν ἐν τῷ κατὰ τὰς ἀρετὰς ζῆν εἶπεν εἶναι
关系代词与格 ᾧ(先行词为 ἕνα μὲν τὸν ἐκ ψυχῆς καὶ σώματος)在此充当相关与格或所有与格,与不定式 εἶναι 连用,表示「对于此人而言,过得好与幸福在于……」。
