- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:571.26-573.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯基于人与幸福的双重结构(实践与肉体的层面对比观照与理智的层面),解释了亚里士多德在深入探讨幸福之前为何先论述德性、友爱与快乐;随后他结合第一卷的内容,借由终生沉睡者或无所作为者的反例,注释了幸福是活动而非品质的论证。
" Εἰρημένων δὴ τῶν περὶ τὰς ἀρετάς τε καὶ φιλίας καὶ ἡδονάς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν." Τὸ τύπῳ ἴσον ἐστὶν τῷ οὐ γεωμετρικῶς οὐδ’ ἐξ ἀναγκαίων, ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ λεγομένων καὶ τῶν δοκούντων ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. εἴρηκε δὲ περὶ ἀρετῶν, καίτοι περὶ εὐδαιμονίας οὔσης αὐτῷ τῆς προθέσεως εἰπεῖν, καὶ περὶ φιλίας καὶ ἡδονῆς· περὶ ἀρετῶν μέν, ὅτι ἡ μὲν πρακτικὴ καὶ πολιτικὴ λεγομένη εὐδαιμονία τέλος ἐστὶ τῶν πρακτικῶν καὶ ἠθικῶν ἀρετῶν, ἡ δὲ θεωρητικὴ εὐδαιμονία τέλος ἐστὶ πασῶν τῶν πρακτικῶν καὶ θεωρητικῶν ἀρετῶν. διττὸν γὰρ τὸν ἄνθρωπον οὗτος ὁ φιλόσοφος δοξάζων, τὸν μὲν ἐκ ψυχῆς καὶ σώματος, τὸν δὲ νοῦν (ὀνομάζει δὲ νοῦν τὴν λογικὴν ζωήν, ἤτοι αὐτὸ τὸ λογικὸν τῆς ψυχῆς μέρος, ὃν δὴ νοῦν καὶ ὄντως καὶ πρώτως καὶ μάλιστα ἄνθρωπον τίθεται), διττὴν καὶ τὴν εὐδαιμονίαν εὑρίσκει, τὴν μὲν νοερὰν καὶ τελείαν, ἣν καλεῖ θεωρητικήν, τὴν δὲ μετὰ τῶν ἐκτὸς ὑφισταμένην. ἐκτὸς δὲ λέγουσι τήν τε τοῦ σώματος ὑγίειαν, τὴν τῆς ὕλης χορηγίαν, τὴν εὐγένειαν καὶ τὴν εὐτεκνίαν. καὶ εἰκότως τοῦτο λέγει καὶ σύμφωνον ἑαυτῷ. τῷ γὰρ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος ἀφορίζοντι ἀνάγκη καὶ τὴν τοῦ σώματος ἕξιν εἰς τὴν τῆς ἀνθρωπίνης 〈εὐδαιμονίας〉 συμπλήρωσιν παραλαμβάνειν. οὐ γὰρ δήπου θατέρου τῶν τοῦ ὅλου μορίων κακῶς ἔχοντος εὔδαιμον ἔσται ποτὲ τὸ ὅλον. διότι μὲν οὖν τέλος ἐστὶ τὸ διττὸν τοῦτο τῆς εὐδαιμονίας τῶν ἀρετῶν, διὰ τοῦτο τὰ περὶ τῶν ἀρετῶν διῆλθεν ἀμφοτέρων, τῶν τε πρακτικῶν καὶ τῶν λογικῶν. περὶ φιλίας δὲ εἶπεν, ὅτι ταύτης τὸ μέν ἐστι τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, καθ’ ἣν φυσικῶς οἱ συγγενεῖς ἀλλήλους φιλοῦσι καὶ τοὺς παῖδας οἱ πατέρες, τὸ δὲ τοῦ θυμοειδοῦς, καθ’ ἣν οἱ συστρατευόμενοι καὶ συμπολεμοῦντες συμπνέουσι καὶ οὗτοι φυσικῶς ἀλλήλοις, τὸ δὲ τοῦ λογιστικοῦ, ἥτις παρὰ τοῖς σπουδαίοις μάλιστα θεωρεῖται δι’ εὐζωΐας κοινῆς καὶ θεωρίας συνάπτουσα τὰς τῶν φίλων ψυχάς. περὶ δὲ ἡδονῆς πάλιν εἴρηκεν, ὅτι μικτόν ἐστι τὸ τέλος ἡμῶν, ὅ ἐστιν ἡ εὐδαιμονία, ἔκ τε νοερᾶς ζωῆς καὶ ἡδονῆς. οὔτε γὰρ ἡ νοερὰ ζωὴ δίχα ἡδονῆς πρὸς εὐδαιμονίαν ἀρκεῖ (οὐ γὰρ ἕξει τὸ ἐφετὸν ἀνήδονος οὖσα) οὔτ’ αὖ ἡ ἡδονὴ χωρὶς τῆς τοιαύτης ζωῆς συμπληροῦν καὶ ἀπαρτίζειν δύναται τὴν εὐδαιμονίαν. οὐ γὰρ ἕξει τὸ ἱκανὸν καὶ αὐταρκες, ἄνους οὖσα καὶ πάσης ἐστερημένη γνωστικῆς ἐνεργείας. εἰπόντες οὖν, φησί, περὶ ἀρετῆς καὶ φιλίας καὶ ἡδονῆς, ἐν οἷς τὸ εὐδαιμονεῖν, ῥητέον καὶ περὶ εὐδαιμονίας τῆς ἐν θεωρίᾳ. τούτου γὰρ δεῖ προσυπακούειν·1 μέλλων δὲ περὶ ταύτης λέγειν ἀναμιμνήσκει ἡμᾶς τῶν περὶ πολιτικῆς εὐδαιμονίας ῥηθέντων αὐτῷ ἐν τῷ πρώτῳ βιβλίῳ· συντελεῖν γὰρ αὐτῷ μέλλουσιν εἰς τὸ προκείμενον.
「既然关于诸德性以及诸友爱与诸快乐的事项已被谈及,剩下的就是概略地探讨关于幸福的事项。」 「概略地」相当于说不是以几何学的方式,也不是出自必然的事物,而是出自通常所说的事物以及在所有人、大多数人或智者看来如此的事物。尽管他的意图是谈论幸福,但他此前却谈到了诸德性,以及友爱与快乐:谈论诸德性,是因为被称为实践与城邦的幸福是实践与伦理诸德性的目的,而观照的幸福则是实践与观照的所有诸德性的目的。因为这位哲学家既然认为人是双重的——其一是出于灵魂与肉体的结合,其二则是理智(他把理性的生命,即灵魂的理性部分本身称为理智,并且正是将这理智确定为真正、首要且最名副其实的人)——他也就发现幸福也是双重的:其一是理智的、完全的幸福,他称之为观照的幸福;另一则是与外在善一同成立的幸福。所谓外在善,他们是指肉体的健康、物资的充裕、出身高贵以及子女优秀。他这样说合乎情理,并且与自身相融贯。因为对于把人界定为出于灵魂与肉体结合的人而言,为了人类〈幸福〉的圆满,必然也需要吸纳肉体的状态。因为在整体的某一部分处于恶劣状态时,整体绝不可能在任何时候是幸福的。因此,既然幸福的这种双重性是诸德性的目的,正因如此他才详述了关于实践与理性这两种德性的事项。而他谈到友爱,则是因为在友爱中,一种属于灵魂的欲望部分,亲属之间据此自然地彼此相爱,父亲也据此爱子女;另一种属于血气部分,共同服役作战的人据此也自然地彼此同心协力;另一种则属于理性部分,这在优秀之人身上最能见到,它通过共同的善生与观照将朋友们的灵魂联系在一起。至于说到快乐,他再次谈到它,是因为我们的目的——即幸福——是由理智生命与快乐结合而成的混合物。因为理智生命若没有快乐,就不足以构成幸福(因为它若是无乐的,就不会具有令人向往的特质);反之,快乐若是脱离了这种生命,也不能使幸福完全圆满。因为快乐若是缺乏理智并被剥夺了一切认知活动,就不会具有充足性与自足性。因此他说,既然谈论了构成幸福所在的德性、友爱与快乐,就还必须谈论处于观照之中的幸福。因为必须把这[观照之中的幸福]补充理解在内。而在即将谈论它时,他让我们想起他在第一卷中关于城邦幸福所谈过的内容;因为这些内容将有助于他当前的议题。
"Εἴπομεν δὴ ὅτι οὐκ ἔστιν ἕξις· καὶ γὰρ τῷ καθεύδοντι διὰ βίου ὑπάρχοι ἄν." Εἴρηκεν ἐν τῷ πρώτῳ ‘πάντες ἄνθρωποι οἱ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀγόμενοι τὴν εὐδαιμονίαν τὸ ἀκρότατον τέλος εἶναι τίθενται· ἀκρότατον δὲ πάλιν τέλος λέγουσι τὸ εὖ ζῆν καὶ εὖ πράττειν.’ εἰ οὖν ἡ εὐδαιμονία τὸ ἀκρότατόν ἐστι τέλος, τὸ δὲ τοιοῦτον τέλος εὖ ζῆν καὶ εὖ πράττειν ἐστι, τὸ δὲ εὖ ζῆν καὶ εὖ πράττειν οὐχ ἕξις ἐστὶν ἀλλ’ ἐνέργεια, ἡ εὐδαιμονία ἄρα πρᾶξίς τε καὶ ἐνέργεια. καὶ τίς γὰρ εὐδαίμονα φήσει τὸν ἔχοντα μὲν τὴν ἀρετήν, ἀπρακτοῦντα δὲ ἢ καθεύδοντα παρ’ ὅλον τὸν βίον, οἷον τὸν Ἐνδυμίωνα μυθολογοῦσι, καὶ φυτοῦ ζῶντα βίον; φυτῷ γὰρ ὁ καθεύδων ἔοικε, μόνων ὡς εἰπεῖν ἐν αὐτῷ τῶν φυσικῶν ἐνεργουσῶν δυνάμεων, καθάπερ ἐν τοῖς φυτοῖς. ἢ τίς ἂν εὐδαιμονίσειε τὸν τὰ μέγιστα τῶν ἀγαθῶν ἔχοντα παρ’ ὅλον τὸν βίον, κακοπαθοῦντα δέ; εἰ δὴ ταῦτα μὴ ἀρέσκει μηδ’ ἀληθὲς εἶναι δοκεῖ τὸ τὸν καθεύδοντα ἢ ἀπρακτοῦντα λέγειν εὐδαίμονα,2 κἂν ὅτι μάλιστα πᾶσαν ἔχῃ τὴν ἀρετήν, 〈οὐκ ἐν ἕξει δεῖ τίθεσθαι τὴν εὐδαιμονίαν ἀλλ’ εἰς ψυχῆς ἐνέργειαν ἀναπέμπειν κατ’ ἀρετὴν〉 ἐν βίῳ τελείῳ, ὡς εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ.
「我们曾说过它不是一种品质;因为即使对于终生沉睡的人,它也可能属于他。」 他在第一卷中曾说:「凡被真理本身引导的人,都把幸福设定为至高目的;而他们又把至高目的称为生活得好与行动得好。」因此,如果幸福是至高目的,而这样的目的是生活得好与行动得好,生活得好与行动得好又不是一种品质而是一种活动,那么幸福便既是实践也是活动。事实上,有谁会把拥有德性、但终生无所作为或沉睡——正如人们在神话中描述恩底弥翁那样——并过着植物般生活的人称为幸福的呢?因为沉睡的人类似于植物,可以说在他身上唯独自然潜能像在植物中一样发挥作用。又有谁会把终生拥有最重大的诸善物、却遭受极其悲惨苦难的人判定为幸福的呢?既然这些说法都不可取,而且把沉睡或无所作为的人说成是幸福的——即使他极其完满地拥有了一切德性——似乎也不是真实的,那么正如在第一卷中所说,〈就不应把幸福置于品质之中,而应当归结为灵魂在完全的生命中合乎德性的活动〉。
- 9.33τούτου γὰρ δεῖ προσυπακούειν
动词 προσυπακούω 意为「补足理解/附加领会」,支配属格补足语(τούτου)。该代词指代前文的「处于观照之中的[幸福]」(τῆς ἐν θεωρίᾳ),说明在当前语境中,引文底本里通称的「关于幸福」(περὶ εὐδαιμονίας)应当被限定并补足理解为观照层面的幸福。
- 9.34τὸ τὸν καθεύδοντα ἢ ἀπρακτοῦντα λέγειν εὐδαίμονα
带冠词不定式(τὸ ... λέγειν)充当 δοκεῖ 的主语。不定式 λέγειν 支配双重宾格结构(即「称某人为何种状态」:以 τὸν καθεύδοντα ἢ ἀπρακτοῦντα 为直接宾语,εὐδαίμονα 为宾语补足语),并与表语形容词 ἀληθές 及不定式 εἶναι 构成整体表语从句结构。
