- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:570.6-571.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提奥斯注解《尼各马可伦理学》1176a3,阐明不同动物物种各具固有的活动与快乐,并论证优秀而有德之人乃是善与快乐的真正尺度。他进而指出,真正属于人的固有快乐追随于作为人特有活动的幸福(伦理生活与理智生活)。
" Δοκεῖ δ’ ἑκάστῳ ζῴῳ εἶναι καὶ ἡδονὴ οἰκεία ὥσπερ ἔργον." Εἴρηταί μοι μικρῷ πρόσθεν, ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσι κατὰ φύσιν1 τοῖς ἡδομένοις αὐτάς, αἱ δὲ παρὰ φύσιν· καὶ κατὰ φύσιν τὰς γινομένας ἐπὶ ταῖς κατὰ φύσιν αὐτῶν ἐνεργείαις, παρὰ φύσιν δὲ τὰς ἐπὶ ταῖς παρὰ φύσιν· εἰσὶ γὰρ ἑκάστῳ τῶν ζῴων κατὰ φύσιν οἰκεῖαι ἐνέργειαι, ὧν ἐνεργειῶν καὶ αἱ ἡδοναὶ κατὰ φύσιν εἰσίν, αἳ καὶ ἀγαθαί εἰσι καὶ ἀληθῶς ἡδεῖαι ὑπάρχουσιν. εἰ οὖν ταῦτα ἀληθῆ, ὥσπερ δὴ καὶ εἰσί, μάλιστα δὲ ἔχων ἐστὶν ὁ ἄνθρωπος (τοιοῦτος δ’ ἐστὶν ὁ ἀγαθός), εἶεν ἂν κατὰ φύσιν ἀνθρώπῳ ἡδοναὶ αἱ μάλιστα τῷ ἀγαθῷ φαινόμεναι καὶ δοκοῦσαι. ἀλλὰ καὶ τῶν κατὰ φύσιν ἀνθρώπῳ ἡδονῶν ἔστι τις διαφορὰ τῷ τὰς μὲν αὐτῶν μᾶλλον οἰκείας αὐτοῖς εἶναι, τὰς δὲ ἧττον οἰκείας. αἱ μὲν γὰρ ἐπὶ ταῖς κατ’ ἀρετὴν ἐνεργείαις γινόμεναι ἡδοναὶ μᾶλλον καὶ μάλιστα οἰκειόταται ἀνθρώπῳ, αἱ δ’ ἐπὶ ὁμιλίᾳ ἀνδρῶν πρὸς γυναῖκας ἧττον οἰκεῖαι, πλὴν καὶ αὗται κατὰ φύσιν, ἀλλ’ οὐ παρὰ φύσιν. καὶ ἡ μὲν τῶν προκειμένων διάνοια αὕτη, τὸ δὲ λεγόμενον ὑπὸ τῆς λέξεως Ἡρακλείτου τοῦ Ἐφεσίου καὶ ἐμοῦ πολίτου τὸ ‘ὄνους σύρματ’ ἂν ἑλέσθαι 〈μᾶλλον〉 ἢ χρυσόν.’ σύρματα τὸν χόρτον Ἡράκλειτος λέγει, ὃς κατὰ φύσιν ἡδύς ἐστι τῷ ὄνῳ. αἱ μὲν τῶν ἑτέρων τῷ εἴδει διαφέρουσιν εἴδει. ἕτερα τῷ εἴδει ἄνθρωπος ἵππος βοῦς κύων. τούτων τῶν ἑτέρων τῷ εἴδει διαφέρουσιν, ὡς εἴρηται, καὶ αἱ κατὰ φύσιν ἐνέργειαι τῷ εἴδει καὶ αἱ ἐπ’ αὐταῖς γινόμεναι ἡδοναί. τὰς δὲ τῶν αὐτῶν τῷ εἴδει ἐπὶ τῶν ἀλόγων ζῴων εὔλογον εἶναι τὰς αὐτὰς τῷ εἴδει. πᾶσι γὰρ τοῖς ἵπποις, τοῖς αὐτοῖς οὖσι τῷ εἴδει, τὰ αὐτά ἐστιν ἡδέα, οἷον χόρτος καὶ κριθή, καὶ τοῖς κυσὶν πᾶσιν ὁμοειδέσιν οὖσι ὀστέα καὶ κρέα, τοῖς δὲ βουσὶ πᾶσιν ὄροβοι. ἐπὶ μὲν οὖν τῶν ἀλόγων ζῴων, ὡς εἴρηται, ἀληθὲς τὸ εἰρημένον, ὅτι τὴν φύσιν ἔχουσι μόνην αὐτὰ ποδηγετοῦσαν. ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων τῶν σπουδαίων· πᾶσι γὰρ τοῖς κατ’ ἀρετὴν νοερῶς ζῶσι τὰ αὐτά ἐστιν ἡδέα, τοῖς δὲ μοχθηροῖς ἄλλοις ἄλλα. ἀλλὰ κἄνπερ τοῦθ’ οὕτως ἔχῃ, οὐ χρὴ πάντα ἡδέα λέγειν οὐδὲ πάντα ἀγαθὰ ἢ καλά, ἀλλὰ τὰ δοκοῦντα τοιαῦτα τῷ σπουδαίῳ. καὶ ἐπεὶ καλῶς λέγεται, ὅτι ἀγαθόν ἐστι τὸ δοκοῦν σπουδαίῳ, καὶ ἔστιν ἑκάστου μέτρον ἡ ἀρετή, ἤτοι ὁ ἐνάρετος καὶ σπουδαῖος καὶ ἀγαθὸς ᾗ ἀγαθός (ὃ γὰρ ἂν ὁ ἀγαθὸς μετρήσῃ, ἤτοι ὁρίσῃ καὶ κρίνῃ καὶ φῇ ἀγαθὸν 〈ἐκεῖνο ἀληθῶς ἐστιν ἀγαθόν〉) δηλονότι καὶ ἡδοναὶ εἶεν ἂν καὶ λέγοιντο αἱ τῷ ἀγαθῷ καὶ σπουδαίῳ δοκοῦσαι ἡδοναὶ εἶναι καὶ ἀληθῶς ἡδέα, οἷς οὗτος χαίρει καὶ γέγηθεν. εἰ δέ τισι τὰ τῷ ἀγαθῷ δοκοῦντα δυσχερῆ φαίνεται ἡδέα, μὴ θαυμαζέτω τις. νοσοῦσι γὰρ τὸν ἀληθινὸν ἄνθρωπον, τὸν νοῦν,2 τὸν δυνάμενον διακρίνειν ἀπὸ τῶν φαινομένων καὶ ψευδῶν τὰ ὄντα καὶ ἀληθῆ. τὰ οὖν δυσχερῆ τῷ σπουδαίῳ μὲν ἡδέα οὐκ εἰσί, φαίνονται δὲ ἡδέα τοῖς οὕτω διακειμένοις, τουτέστι τοῖς διεφθαρμένοις καὶ μοχθηρῶς διακειμένοις. ταῦτα εἰπὼν ἐπιφέρει τὰς μὲν ὁμολογουμένας αἰσχρὰς ἡδονὰς οὐ φατέον ἡδονάς, ἀλλὰ ῥητέον ὅτι ἁπλῶς μὲν καὶ κυρίως οὐκ εἰσιν ἡδοναί, δοκοῦσι δὲ ἡδοναὶ τοῖς φαύλως ἔχουσι. τῶν δ’ ἐπιεικῶν εἶναι δοκουσῶν, ποίαν ἢ τίνα φατέον εἶναι τοῦ ἀνθρώπου; πολλῶν οὐσῶν τῶν ἐπιεικῶν ἡδονῶν, ποίαν εἶναι χρὴ λέγειν ἀπὸ τούτων τὴν τοῦ ἀνθρώπου ἡδονήν; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἐκ τῶν ἐνεργειῶν δῆλον. ἐπεὶ γὰρ ἐπὶ ταῖς ἐνεργείαις γίνονται, οἵα ἂν εἴη ἡ τοῦ ἀνθρώπου ὡς ἀνθρώπου ἐνέργεια, εἴτε μία ἐστὶν αὕτη ἡ ἐνέργεια εἴτε πλείους, ἡ ἑπομένη ἡδονὴ τῇ ἐνεργείᾳ ἐκείνῃ ἢ αἱ ἑπόμεναι ταῖς ἐνεργείαις, ἐκείνη ἔσται ἢ ἔσονται τοῦ ἀνθρώπου ἡδονὴ ἢ ἡδοναί. καὶ τοῦτο εἰπὼν ἐπὶ τὸν περὶ εὐδαιμονίας ἵεται λόγον. αὕτη γάρ ἐστιν ἡ τοῦ ἀνθρώπου ἐνέργεια, ἣν ζητοῦμεν. ἐπεὶ δὲ ἡ εὐδαιμονία διττή, ἥ τε ἐπανθοῦσα ταῖς ἡδοναῖς3 περὶ ἧς εἴπομεν ἐν τῷ πρώτῳ βιβλίῳ, καὶ ἡ νοερὰ ζωή, περὶ ἧς ἐρεῖ, διττὴ ἂν εἴη καὶ ἡ τοῦ ἀνθρώπου ἐνέργεια, ὥστε καὶ ἡ ἡδονή.
「正如似乎有固有的功用一样,每种动物也似乎有固有的快乐。」 我此前不久曾说过,在诸快乐中,有些对于享受它们的人来说是合乎本性的,有些则是违反本性的;伴随它们合乎本性的活动而产生的快乐是合乎本性的,伴随违反本性的活动而产生的快乐则是违反本性的。因为每种动物都有其合乎本性的固有活动,伴随这些活动的诸快乐也是合乎本性的,它们既是善的,又真实地作为令人快乐之物而存在。因此,如果这些是真实的——事实上确实如此——并且人是最大程度保持[这种本性]的(而善人就是这样的人),那么最向善人显现并被其认为如此的诸快乐,就应当是对于人合乎本性的。但在对于人合乎本性的诸快乐之中,也存在着某种差异,即其中一些对他们而言更为固有,另一些则较不固有。因为伴随合乎德性的活动而产生的快乐对于人而言更为固有,乃至是最固有的,而伴随男女交合而产生的快乐则较不固有,尽管这些快乐也是合乎本性而非违反本性的。这就是摆在面前的文句的意旨。至于我的同胞、以弗所的赫拉克利特的那句话所说的,则是「驴子宁可选择草屑〈而非〉黄金」。赫拉克利特把草料称为草屑,而草料对于驴子来说是合乎本性地令人快乐的。「在种类上不同者的快乐,在种类上也不同。」人、马、牛、狗在种类上互不相同。在这些种类不同者之中,正如所说的那样,它们合乎本性的活动在种类上不同,伴随这些活动而产生的快乐在种类上也不同。「而对于在种类上相同者而言,在无理性的动物那里,其快乐在种类上也相同是合乎情理的。」因为对于所有在种类上相同的马来说,同样的事物是令人快乐的,例如草料和大麦;对于所有同种的狗来说是骨头和肉;对于所有的牛来说则是野豌豆。因此正如所说,在无理性动物身上,上述论断是真实的,因为唯独本性在引导着它们。但在优秀的重德之人身上亦是如此;因为对于所有依德性过着理智生活的人而言,同样的事物是令人快乐的,但对于卑劣者而言,则是不同的人有不同的快乐。然而纵使情况如此,也不应当说所有事物都是令人快乐的,亦不应说所有事物都是善的或优美的,而唯独应当将优秀之人认为是如此的事物说成是如此的。既然说「优秀之人所认为的事物是善的」是正确的,并且德性——即有德、优秀且在作为善的限度上的善人——是每件事物的尺度(因为凡是善人所度量的,即限定、判定并承认为善的事物,〈那才是真正的善〉),显而易见,被善良且优秀之人认为是快乐的、以及他在其中欢喜雀跃的那些事物,才确实是并且应当被称作诸快乐与真正令人快乐的事物。但如果善人视为令人不快的事物向某些人显现为令人快乐的,任何人都不必惊异。因为他们在真正的意义上的人——即理智——这一方面患了病,正是这种理智能够将实存而真实的事物从显象和虚妄之物中甄别出来。因此,令人不快的事物对于优秀之人而言并非快乐,但向处于如此状态的人——即败坏和处于卑劣状态的人——显现为令人快乐的。说完这些之后,他接着指出:「公认是可耻的诸快乐不可被称为快乐,而应当说它们绝非纯然且本义上的快乐,只是向处于卑下状态的人显现为快乐而已。而在那些被认为是端庄体面的快乐中,应当把哪一种或哪一类说成是属于人的快乐呢?」在有许多端庄体面的快乐存在的情况下,应当把其中的哪一种说成是人的快乐呢?他在发问之后回答道:「从活动中即可明了。」因为既然它们是在活动之上产生的,那么无论人作为人的活动是怎样的——无论这种活动是一个还是多个——追随那个活动的快乐,或者追随那些活动的诸快乐,就将是人的快乐或诸快乐。说了这些之后,他便急切地转向关于幸福的论说。因为这正是我们所探求的人的活动。既然幸福是双重的——既有我们在第一卷中所说的伴随着诸快乐而绽放的幸福,又有他即将谈论的理智的生命——那么人的活动也将是双重的,从而快乐也是双重的。
- 9.32καὶ κατὰ φύσιν τὰς γινομένας ἐπὶ ταῖς κατὰ φύσιν αὐτῶν ἐνεργείαις, παρὰ φύσιν δὲ τὰς ἐπὶ ταῖς παρὰ φύσιν
紧接着前句'εἴρηταί μοι... ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσι κατὰ φύσιν...',此处句式从ὅτι引导的从句转为了带宾格与不定式的间接引语结构(省略了'εἶναι',由'εἴρηται'统辖)。'τὰς γινομένας'充当宾格主语,'κατὰ φύσιν'充当表语。
- 9.32νοσοῦσι γὰρ τὸν ἀληθινὸν ἄνθρωπον, τὸν νοῦν
与不及物动词'νοσέω'连用的宾格'τὸν ἀληθινὸν ἄνθρωπον'属于关系宾格(或限范围宾格),表示在哪个方面或部位患病。同位语'τὸν νοῦν'明确指出真正的本质之人即是理智。
- 9.32ἥ τε ἐπανθοῦσα ταῖς ἡδοναῖς
分词'ἐπανθοῦσα'支配与格'ταῖς ἡδοναῖς',意为'伴随着诸快乐而绽放'。这延续了亚里士多德将快乐视为活动之上的花朵(伴随圆满)的著名比喻。
