← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《尼各马可伦理学》注释

§569.7-570.5

依感觉与理智的纯净性而定的快乐位阶

厄斯特拉修注解1175b36,根据五种感觉在纯净性与非物质性上的层级(从视觉到触觉)论证感官快乐的高下差异,并进一步阐明理论与实践理智活动中快乐的优越性与相异性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.31

" Διαφέρει δὲ ὄψις μὲν ἁφῆς καθαριότητι." Ἡ μὲν ὄψις τῶν εἰδῶν ἐστιν αὐτῶν ἀντιληπτικὴ δίχα τῆς ὕλης, ὡς ἐν τῷ δευτέρῳ τῆς Περὶ ψυχῆς πραγματείας δέδεικται. ὥσπερ γὰρ ὁ κηρὸς τὴν σφραγῖδα μόνην τὴν ἐν τῷ χρυσίνῳ δακτυλίῳ ἀπομάττεται χωρὶς τῆς ὑποκειμένης ὕλης (χρυσὸς γὰρ ἂν ἐγίνετο ὁ κηρός, εἰ σὺν τῷ ὑποκειμένῳ ὡς ὕλῃ τῷ χρυσῷ τὴν σφραγῖδα ἐδέχετο), οὕτω καὶ ἡ ὄψις τῶν εἰδῶν ἐστιν ἀντιληπτικὴ χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης. ἡ δὲ ἀκοὴ καὶ ἡ ὄσφρησις σωματοειδεῖς οὖσαι καὶ παθητικώτεραι μεθ’ ὕλης εἰσδέχονται τὰ αἰσθητά. μετὰ γὰρ τοῦ ἀέρος καὶ σὺν τῷ ἀέρι, οὗ πάθος εἰσὶν ὁ ψόφος καὶ ἡ ὀσμή, ἀντιλαμβάνονται τῶν οἰκείων αἰσθητῶν, ἤτοι τοῦ ψόφου καὶ τῆς ὀσμῆς. καθαρωτέρα ἄρα ἡ ὄψις, ὡς ἀύλων ἀντιληπτική, ἀκοῆς καὶ ὀσφρήσεως τῶν μεθ’ ὕλης εἰσδεχομένων τὰ οἰκεῖα αἰσθητά. αὗται δὲ πάλιν καθαρώτεραι γεύσεως ὅσον τὸ ὑποκείμενον τῷ ψόφῳ καὶ τῇ ὀσμῇ ὁ ἀὴρ λεπτομερέστερός ἐστι τοῦ ὑδατώδους ὑγροῦ, ἐν ᾧ ἐστιν ὡς ὕλῃ ὁ χυμός· τῆς δὲ ἁφῆς διαφέρουσιν αἱ τέσσαρες αὗται αἰσθήσεις πάνυ τῇ καθαριότητι, τῆς μὲν ἐν ὅλῳ τῷ σώματι ἁφῆς, ὅτι τὰ αἰσθητὰ αὐτῆς ὑποκείμενον ἔχει τὰ τέσσαρα στοιχεῖα πῦρ γῆν ὕδωρ ἀέρα, ὥστε ὑλωδέστερα. οἷς δ’ ἐπικρατεῖ τὸ τῆς ὕλης, ἧττον ἐκεῖνα καθαρὰ καὶ ἧττον τίμια τῶν ἀυλοτέρων. τῆς δὲ ἁφῆς τῆς ἐν ταῖς συνουσίαις1 ὅσον διαφέρουσι τῇ καθαριότητι, τίς ἀγνοεῖ; τὸ γὰρ τὴν ζωώδη καὶ γενεσιουργὸν ἀποπληροῦν χρείαν πῶς ἂν ἐπίσης εἴη καθαρὸν ὁράσει καὶ ἀκοῇ καὶ ταῖς λοιπαῖς δύο, αἷς τὰς διαφορὰς καὶ κοινωνίας τῶν αἰσθητῶν ἔγνωμεν. δρόμους τε ἀστέρων διὰ τῆς ὄψεως προποδισμούς τε καὶ ἀναποδισμοὺς καὶ στηριγμοὺς καὶ φάσεις καὶ κρύψεις ἀντελαβόμεθα. ἐπεὶ οὖν διαφέρουσιν αὗται αἱ αἰσθήσεις καὶ αἱ ἀπ’ αὐτῶν ἐνέργειαι τῇ καθαριότητι καὶ τῷ τιμίῳ, διαφέροιεν ἂν ὡσαύτως καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί. πάλιν ἐπεὶ αἱ τοῦ νοῦ καὶ τῆς διανοίας ἐνέργειαι διαφέρουσι τῶν ἀπὸ τῶν αἰσθήσεων ἐνεργειῶν, ἔσονται καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναὶ τιμιώτεραι καὶ καθαριώτεραι, ὅσον νοῦς αἰσθήσεως τιμιώτερος καὶ σεμνότερος. ἃ μὲν οὖν λέγει διὰ τούτων, ταῦτά ἐστι. τὸ δὲ καὶ ἑκάτεραι ἀλλήλων περὶ τῶν ἡδονῶν εἶπε τοῦ νοῦ καὶ τῆς διανοίας.2 ἐπεὶ γὰρ διττὸς ὁ νοῦς, ὅ τε θεωρητικὸς καὶ ὁ πρακτικός, καὶ αἱ τούτων ἡδοναὶ διαφέρουσι. καὶ ἔστιν, ὅσον θεωρία πράξεως ὑψηλοτέρα, τοσοῦτον καὶ ἡδονὴ τῆς ἡδονῆς. ταῦτα δὲ προαναφωνεῖ ὠδίνων ἤδη τὸν περὶ τῆς νοερᾶς ζωῆς καὶ τῆς τοιαύτης εὐδαιμονίας λόγον.

「视觉在纯净性上异于触觉。」 正如在《论灵魂》第二卷中所证明的那样,视觉是在没有质料的情况下把握形式本身。因为正如蜡仅印取金戒上的印章而脱离其底层的质料(因为如果蜡与作为底层质料的金一起接受印章,蜡就会变成金),视觉也是在脱离它们底层的质料的情况下把握诸形式。而听觉和嗅觉由于是具身体性的且更为被动,乃伴随着质料接纳可感觉对象。因为它们伴随着空气并同空气一起把握其固有的可感觉对象,即声音和气味,而声音和气味正是空气的受动状态。因此,作为把握非物质之物的视觉,比伴随质料接纳其固有可感觉对象的听觉和嗅觉更为纯净。而这两者又比味觉更为纯净,因为作为声音和气味底层承担者的空气,比起作为质料而有滋味存于其中的液态湿气更加精微;这四种感觉在纯净性上与触觉截然相异:它们与遍布全身的触觉相异,是因为触觉的可感觉对象以火、土、水、气四种元素为底层承担者,因而更为属质料;凡质料特性占优势者,比起更具非物质性者就较不纯净且较不尊贵。至于它们在纯净性上与男女交合中的触觉相差有多远,有谁不知呢?因为满足动物性和生殖性之需求者,怎能与视觉、听觉以及其余两种感觉同等纯净呢?我们正是通过这些感觉认识了可感觉对象的差异与共性。诚然,我们通过视觉把握了群星的运行、顺行、逆行、留、出现与隐没。因此,既然这些感觉以及出自它们的诸活动在纯净性与尊贵性上互不相同,伴随它们的诸快乐同样也将互不相同。再次,既然理智和理路思惟的活动异于出自诸感觉的活动,伴随前者的诸快乐也将更为尊贵和纯净,正如理智比起感觉更为尊贵和崇高。他在这些话中所说的,就是这些内容。而他说「且双方彼此之间[亦相异]」,是指理智的诸快乐和理路思惟的诸快乐。因为既然理智是双重的,即理论的与实践的,这两者的诸快乐也互不相同;并且理论沉思比实践崇高有多大程度,快乐相比于快乐也就崇高有多大程度。他预先宣告这些,乃是由于已经在孕育并阵痛着关于理智生命和此类幸福的论说。

语法注2 条
  1. 9.31τῆς δὲ ἁφῆς διαφέρουσιν αἱ τέσσαρες αὗται αἰσθήσεις πάνυ τῇ καθαριότητι, τῆς μὲν ἐν ὅλῳ τῷ σώματι ἁφῆς ... τῆς δὲ ἁφῆς τῆς ἐν ταῖς συνουσίαις

    在动词短语 τῆς δὲ ἁφῆς διαφέρουσιν 之后,属格通过 τῆς μὲν ... τῆς δὲ ... 分别引出两种触觉(遍布全身的触觉与男女交合中的触觉)作为比较的具体对象。前者基于其底层承担者为四种粗大元素而被阐明,后者则因其仅满足动物性的繁殖需求而与认知性感觉形成对照。

  2. 9.31τὸ δὲ καὶ ἑκάτεραι ἀλλήλων περὶ τῶν ἡδονῶν εἶπε τοῦ νοῦ καὶ τῆς διανοίας

    短语 τὸ δὲ καὶ ἑκάτεραι ἀλλήλων 引用了亚里士多德原文(1176a1)的字句,带中性冠词充当受词。主动态动词 εἶπε 的省略主语是亚里士多德,整个句子的骨架为:「而关于『且双方彼此之间[亦相异]』,他是针对理智与理路思惟的快乐而言的」。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:569.7-570.5