- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:567.28-569.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注视亚里士多德《尼各马可伦理学》1175b24–30,论证诸快乐依据活动与欲望的优劣而在种上互不相同,指出快乐因与活动共存而比欲望更为固有,并确立了快乐与活动并非同一的观点。
" Διαφερουσῶν δὲ τῶν ἐνεργειῶν ἐπιεικείᾳ καὶ φαυλότητι." Εἴρηται πολλάκις καὶ δέδεικται, ὅτι αἱ ἡδοναὶ συνῳκείωνται ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. καὶ διὰ τοῦτο καὶ συνδιαιροῦνται ταύταις. διαφέρουσι δὲ κατ’ εἶδος αἱ ἐνέργειαι, ὥστε καὶ αἱ ἡδοναὶ διαφέρουσι τῷ εἴδει, καί εἰσιν ἀνομοειδεῖς. εἰ γὰρ τῶν σπουδαίων ἐνεργειῶν αἱ ἡδοναὶ σπουδαῖαι καὶ τῶν φαύλων φαῦλαι, τὰ δὲ σπουδαῖα καὶ φαῦλα ἐναντία, τίς μηχανὴ τὰ ἐναντία λέγειν ὁμοειδῆ; διαφέρουσιν ἄρα τῷ εἴδει αἱ σπουδαῖαι καὶ φαῦλαι ἡδοναί. εἰσὶ δὲ ἐπιεικεῖς καὶ αἱρεταὶ ἐνέργειαι αἱ ἀπὸ τῶν ἀρετῶν καὶ ἐπιστημῶν, φαῦλαι δὲ αἱ ἀπὸ τῶν κακιῶν, οἷαι αἱ τῶν ἀκολάστων καὶ τυμβωρύχων καὶ ἱεροσύλων. οὐδέτεραι δὲ αἱ ἀναγκαῖαι, οἷαι αἱ διὰ παιδοποιίαν ὁμιλίαι καὶ αἱ ὅμοιαι. ὅτι δὲ οὐκ εἰσὶ πᾶσαι αἱ ἡδοναὶ ὁμοειδεῖς, δείκνυσι καὶ ἀπὸ τῆς ἐπιθυμίας. εἰ γάρ ἐστιν ἡ ἐπιθυμία ὄρεξις ἡδέος, εἰσὶ δὲ τῶν ἐπιθυμιῶν ὁμολογουμένως αἱ μὲν αἱρεταὶ αἱ δὲ φευκταί, δῆλον ὅτι καὶ τὰ ἡδέα ὧν εἰσιν αἱ ἐπιθυμίαι, ὡσαύτως ἔχουσι ταῖς ἐπιθυμίαις καὶ ἔσονται τῶν ἡδέων τὰ μὲν αἱρετὰ τὰ δὲ φευκτά, ὥστε καὶ αἱ ἀπ’ αὐτῶν ἡδοναὶ ἔσονται κατὰ ταῦτα τὰ ἡδέα αἱ μὲν αἱρεταὶ αἱ δὲ φευκταὶ καὶ φαῦλαι· ἀνομοειδεῖς ἄρα, ὅτι καὶ τὸ αἱρετὸν καὶ φευκτὸν ἀνομοειδὲς ὑπάρχει.
「既然诸活动在合宜性与鄙劣性上互有差异。」 多次有人说过且已被证明:诸快乐与它们所由以产生的诸活动固有地结合在一起,且正因如此,诸快乐也与这些活动一同被区分。既然诸活动在种上互不相同,因而诸快乐也在种上相异,并且在种上互不相同。因为如果严肃活动的诸快乐是严肃的,而卑劣活动的诸快乐是卑劣的,且严肃之事与卑劣之事截然相反,那么有什么办法可以说相反者属于同一种呢?因此,严肃的快乐与卑劣的快乐在种上互不相同。出自诸德性与诸科学的活动是合宜且值得选择的活动,而出自恶习的活动则是卑劣的,比如放荡者、盗墓者和劫神庙者的活动。至于必需的诸活动,如为了繁衍后代的结合及类似活动,则两者皆非。不仅如此,并非所有的快乐都在种上相同,这一点他从欲望也予以证明。因为如果欲望是对愉悦之物的向往,且正如人们所公认的,在诸欲望中有些是值得选择的,有些是当回避的,那么显而易见,作为欲望对象的愉悦之物与诸欲望也是同等情形,在愉悦之物中有些将是值得选择的,有些将是当回避的,从而产生自它们的快乐按照这些愉悦之物也将有些是值得选择的,有些则是当回避和卑劣的;因此它们在种上互不相同,因为值得选择者与当回避者在种上本就相异。
"Οἰκειότεραι δὲ ταῖς ἐνεργείαις αἱ ἐν αὐταῖς ἡδοναὶ τῶν ὀρέξεων." Δείξας ὅτι οὐ πᾶσα ἡδονὴ πάσῃ ἡδονῇ ὁμοειδής ἐστιν, ἀλλά τινες μέν εἰσιν ὁμοειδεῖς τινὲς δὲ ἀνομοειδεῖς, δείκνυσιν, ὅτι οὐδὲ ταὐτόν ἐστιν ἡ ἡδονὴ τῇ ἐπιθυμίᾳ ἀλλ’ ἕτερον. ἔστι δὲ ὁ λόγος δι’ οὗ δείκνυται τοιοῦτος· ἡ ἐπιθυμία προτέρα τῆς ἐνεργείας, ἡ ἡδονὴ οὐκ ἔστι προτέρα τῆς ἐνεργείας· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἐπιθυμία. καὶ ὅτι μὲν ἡ ἐπιθυμία προτέρα ἐστὶ τῷ χρόνῳ τῆς ἐνεργείας, δῆλον. πρότερον γὰρ ἐπιθυμεῖ τις καὶ οὕτως ἵεται ἐπὶ τὸ ἐπιθυμητόν. ὅτι δὲ καὶ ἡ ἡδονὴ ἅμα τε ἔστι καὶ οὐκ ἔστι τῇ ἐνεργείᾳ1 ἐφ’ ᾗ γίνεται, εἴρηται μυριάκις καὶ δέδεικται. εἰ οὖν ἡ ἐπιθυμία προτέρα τῆς ἐνεργείας, ἡ δὲ ἡδονὴ ἅμα τῇ ἐνεργείᾳ, τὸ ἅμα συνὸν οἰκειότερόν ἐστι τοῦ προηγουμένου καὶ μὴ συνόντος. ἔτι ὅσῳ πλέον ἀφέστηκε τὸ ἐφιέμενον καὶ ἐπιθυμοῦν τινος καὶ μηδέπω ἔχον αὐτὸ τοῦ ἔχοντος καὶ συνόντος αὐτῷ, τοσούτῳ καὶ ἡ ἐπιθυμία ἀφέστηκε τῆς ἐνεργείας, παρὸ ἡ ἡδονή.2 ἡ μὲν γὰρ ἐπιθυμία ἔφεσίς ἐστιν ἡδονῆς· διὰ γὰρ τὴν ἡδονὴν ζητοῦμεν τὰ ἡδέα. ἡ δὲ ἡδονὴ σύνεστι τῇ ἐνεργείᾳ καὶ ἔχει ἡ μὲν ἡδονὴ τὴν ἐνέργειαν (σύνεστι γὰρ αὐτῇ), ἡ δ’ ἐπιθυμία οὐκ ἔχει. οἰκειοτέρα ἄρα τῇ ἐνεργείᾳ ἡ ἡδονὴ ἤπερ ἡ ἔφεσις καὶ τοσοῦτον οἰκειοτέρα, ὡς καὶ ἀμφισβητεῖν, εἰ ταὐτόν ἐστιν ἡδονὴ καὶ ἐνέργεια ἢ ἕτερον· ἐπὶ δὲ τῆς ἐπιθυμίας καὶ ἐνεργείας μηδένα ἀμφισβητῆσαι, πότερον αἱ αὐταί εἰσιν ἢ ἕτεραι. εἰ δὴ ἡ μὲν οἰκειοτάτη ἐστί, τῇ ἐνεργείᾳ δὲ ἧττον οἰκεία, ἕτεραί εἰσι καὶ οὐχὶ αἱ αὐταί. οὐ μὴν ἔοικεν ἡ ἡδονὴ διάνοια.3 διάνοιαν τὴν τῆς διανοίας λέγει ἐνέργειαν, οἷον τὴν διανόησιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ δοκεῖ ἡ ἡδονὴ ταὐτὸν τῇ διανοήσει διὰ τὴν συνῳκείωσιν, οὐ χρὴ καὶ ὡς ἀληθὲς τὸ τοιοῦτον ἀποδέχεσθαι. ἕτεραι γάρ εἰσι καὶ ἡ διανόησις καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις τῶν ἐπ’ αὐταῖς γινομένων ἡδονῶν. εἰ γὰρ ἦν ἡ ἐνέργεια ταὐτὸν τῇ ἡδονῇ, οὐδεμία ἂν ἦν ἐνέργεια ἀνήδονος, ἀλλὰ πᾶσαι ἂν ἦσαν σὺν ἡδονῇ. νῦν δ’ εἰσὶ πολλαὶ καὶ χωρὶς ἡδονῆς. τῶν τε γὰρ ἀθλητῶν αἱ ἐνέργειαι ἀνήδονοι, μᾶλλον δὲ μετὰ λύπης, τῶν τε μανθανόντων γράμματα καὶ μήπω κατωρθωκότων, τῶν τε πρὸς ἀρετὴν βαδιζόντων καὶ μήπω κατειληφότων, ὥστε δῆλον ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ καὶ ἡ ἐνέργεια ταὐτόν. ὡς γὰρ ὁ χρόνος καὶ ἡ κίνησις οὐ ταὐτόν, καίτοι μὴ δυναμένου τοῦ χρόνου χωρὶς εἶναι κινήσεως, οὕτως οὐδὲ ἡδονὴ καὶ ἐνέργεια ταὐτὸν κἂν ἐξ ἀνάγκης ἅμα ὦσι. καὶ ἐπεὶ συνέπονται ταῖς ἐνεργείαις αἱ ἡδοναί, ὡς ἂν ἔχωσιν αἱ ἐνέργειαι κατά τε τὸ εὖ καὶ τὸ ἐναντίον, οὕτως ἕξουσι καὶ αἱ ἐπ’ αὐταῖς ἡδοναί.
「活动中的诸快乐比起各种意欲对诸活动而言更为固有。」 在证明了并非每种快乐都与每种快乐同种,而是有些同种有些异种之后,他证明了快乐与欲望并非同一回事,而是彼此相异。证明此点的论证如下:欲望先于活动;快乐不先于活动;因此,快乐不是欲望。欲望在时间上先于活动,这是显而易见的。因为人首先产生欲望,然后才奔向欲望的对象。另一方面,快乐与它所伴随产生的活动同时存在且并不[先于活动而]存在,这一点已经被无数次述说并证明过。因此,如果欲望先于活动,而快乐与活动同时存在,那么同时共存者比起在先且不共存者就更为固有。此外,渴望某物、欲求某物而尚未拥有它者,距离拥有并与它共存者有多么遥远,欲望距离活动的遥远程度相比于快乐的距离也是如此。因为欲望是对快乐的渴望;为了快乐我们才寻求愉悦之物。而快乐与活动共存,并且快乐拥有活动(因为与它共存),欲望却并不拥有。因此,快乐比起渴望对于活动而言更为固有,并且固有到人们甚至会争论快乐与活动是同一还是相异;然而对于欲望与活动,却绝无人会争论它们是相同还是相异。如果一方面[快乐]最为固有,而另一方面[欲望]对于活动不那么固有,它们便是相异的而非相同的。「然而快乐似乎并非思想。」他所说的「思想」是指思想能力的活动,即思惟。而他所说的意思是:即使由于这种固有的结合,快乐似乎与思惟是同一种事物,也不应当把这样的看法当作真实而接受。因为思惟与现实的感知,都与伴随它们产生的诸快乐相异。因为如果活动与快乐是同一回事,就不会有任何活动是不伴随快乐的,反而所有活动都必定伴随着快乐。但事实上,许多活动也是不伴随快乐的。例如运动员的诸活动不伴随快乐,反而带有痛苦;那些初学文字而尚未熟练掌握者的活动,以及那些正在走向德性而尚未完全把握它的人的活动,也是如此;从而显而易见,快乐与活动并不是同一回事。因为正如时间与运动并非同一,尽管时间不可能脱离运动而存在,同样地,即便出于必然同时存在,快乐与活动也并非同一。并且既然诸快乐伴随诸活动,诸活动在善及其相反方面处于怎样的状态,伴随它们的诸快乐也将处于怎样的状态。
- 9.30ἅμα τε ἔστι καὶ οὐκ ἔστι τῇ ἐνεργείᾳ
紧接在 ἅμα τε ἔστι 之后的 καὶ οὐκ ἔστι 与前文“欲望在时间上先于活动(προτέρα ἐστὶ τῷ χρόνῳ τῆς ἐνεργείας)”相对比,意指快乐“与活动同时存在,而并非先于(或独立于)活动存在”。此句法以简括的对比表明快乐不存在先行的时序间隔。
- 9.30παρὸ ἡ ἡδονή
短语 παρὸ(即 παρ' ὅ)由表示比较的前置词 παρά 与中性单数关系代词 ὅ 结合而成,用作副词性连接表达,意为“相比于……”或“相较之下”。此处补充后文省略的动词短语(ἀφέστηκε τῆς ἐνεργείας),理解为“相比于快乐[距离活动]的隔绝程度”。
- 9.30οὐ μὴν ἔοικεν ἡ ἡδονὴ διάνοια
对亚里士多德原文(1175b34–35: οὐ μὴν ἔοικέ γε ἡδονὴ διάνοια εἶναι)的部分引述。主要动词 ἔοικε 省略了不定词 εἶναι,διάνοια 作为主格补足语。注释者随即指出 διάνοια 在此处意指作为活动的思惟(διανόησις)。
