- 底本
- Eustratius, Michael Ephesius et Anonymi, In Ethica Nicomachea Commentaria. Commentaria in Aristotelem Graeca XX, ed. G. Heylbut, Berlin: Reimer 1892, pp. 1-620. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg002.humanitext-grc1:566.24-567.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉梯俄斯基于亚里士多德的引文(1175b13),阐释了固有的快乐如何成全与促进活动,而外来的快乐及固有的痛苦如何破坏活动,并进一步论述了顺应本性与违背本性的快乐之区分。
" Ἐπεὶ δ’ ἡ μὲν οἰκεία ἡδονὴ ἐξακριβοῖ τὰς ἐνεργείας καὶ χρονιωτέρας καὶ βελτίους ποιεῖ." Δῆλον διὰ τούτου πεποίηκε, τί δηλοῖ τὸ ‘ἑκάστη τῶν ἡδονῶν ἑκάστην τῶν οἰκείων ἐνεργειῶν τελειοῖ.’ ἔστι γὰρ τὸ τελειοῖ δηλωτικὸν τοῦ βεβαιοτέραν καὶ χρονιωτέραν καὶ βελτίω ἀποτελεῖ. εἰ οὖν αἱ οἰκεῖαι ἡδοναὶ βελτίους καὶ χρονιωτέρας ταύτας ποιοῦσι, δῆλον ὡς πολὺ διεστήκασιν αἱ ἡδοναὶ ἀνάλογον ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις, καί εἰσιν ἀνομοειδεῖς ὥσπερ καὶ αἱ ἐνέργειαι. εἰ γὰρ τὰ καλὰ ἕτερα τῷ εἴδει τῶν αἰσχρῶν, δῆλον ὅτι1 καὶ αἱ καλαὶ ἐνέργειαι ἕτεραί εἰσι τῷ εἴδει, εἴ γε πᾶσαι μὲν ἀπὸ τῶν καλῶν ἐνεργειῶν ἡδοναὶ καθαραί τε καὶ ἄμικτοί εἰσι λύπης καὶ μετανοίας, αἱ δὲ ἀπὸ τῶν αἰσχρῶν ἐνεργειῶν πλήρεις λύπης καὶ μετανοίας καὶ μεταμελείας. ἐξακριβοῖ οὖν καὶ συναύξει ἡ οἰκεία ἡδονὴ τὴν οἰκείαν ἐνέργειαν, οἷον ἡ ἐπὶ τῷ γεωμετρεῖν τὴν κατὰ τὸ γεωμετρεῖν ἐνέργειαν καὶ αἱ ἄλλαι ὁμοίως, αἱ δ’ ἀλλότριαι λυμαίνονται ὡς λυποῦσαι. ἡ γὰρ ἐπὶ τῷ γεωμετρεῖν ἡδονὴ ἀλλοτρία οὖσα τῇ κιθαρίσει φθείρει τὴν κιθάρισιν. ὁ γὰρ χαίρων τῇ γεωμετρίᾳ τῆς ἐπὶ τῇ κιθαρίσει ἡδονῆς καταφρονεῖ. σχεδὸν γὰρ αἱ ἀλλότριαι ἡδοναὶ ποιοῦσιν ὅπερ αἱ οἰκεῖαι λῦπαι. τὸ σχεδὸν πρόσκειται, ὅτι αἱ οἰκεῖαι λῦπαι ἀεὶ καὶ πάντως εἰσὶ τῶν ἐνεργειῶν φθαρτικαί, αἱ δ’ ἡδοναὶ οὐκ ἀεί. οἰκεία δὲ λύπη ἐστὶν ἡ ἐναντία τῇ οἰκείᾳ ἡδονῇ, οἷον εἰ ἔστι τινὶ τὸ γράφειν ἢ κιθαρίζειν ἡδύ, τὸ μὴ γράφειν ἢ μὴ κιθαρίζειν τῷ τοιούτῳ λυπηρόν ἐστιν· εἰ δ’ ἔμπαλιν τὸ μὴ γράφειν ἢ μὴ κιθαρίζειν ἡδύ, τὸ γράφειν καὶ κιθαρίζειν λυπηρόν. τῷ οὖν χαίροντι τῷ μὴ γράφειν οἰκεία λύπη τὸ γράφειν, ἥτις λύπη καὶ φθείρει τὴν ἐνέργειαν, ἤτοι τὸ γράφειν. εἰ οὖν ὃ ποιοῦσιν αἱ οἰκεῖαι λῦπαι, τοῦτο ποιοῦσι καὶ αἱ ἀλλότριαι ἡδοναί, αἱ δὲ οἰκεῖαι λῦπαι ἕτεραί εἰσι τῶν οἰκείων ἡδονῶν, καὶ αἱ ἀλλότριαι ἄρα ἡδοναὶ ἕτεραί εἰσι τῶν οἰκείων ἡδονῶν, ὥστε καὶ ἀνομοειδεῖς. συμβαίνει δὲ περὶ τὰς ἐνεργείας τὸ ἐναντίον τῶν οἰκείων ἡδονῶν τε καὶ λυπῶν.2 εἰ τὸ φθείρεσθαι ἐναντίον τῷ αὔξεσθαι καὶ τῷ φθείρειν τὸ αὔξειν, τὸ ἐναντίον περὶ τὰς ἐνεργείας ποιοῦσιν αἱ οἰκεῖαι ἡδοναὶ καὶ αἱ οἰκεῖαι λῦπαι. αἱ μὲν γὰρ οἰκεῖαι ἡδοναὶ αὔξουσιν αὐτὰς καὶ χρονιωτέρας ποιοῦσιν, αἱ δὲ οἰκεῖαι λῦπαι φθείρουσι καὶ ἀφανίζουσι. ῥητέον δὲ καθόλου περὶ ἡδονῶν, ὅτι αἱ μέν εἰσιν αὐτῶν κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, αἱ δὲ παρὰ φύσιν. καὶ κατὰ φύσιν μέν εἰσιν αἷς ἥδονται ἐνεργοῦντες τὰς κατὰ φύσιν ἐνεργείας, παρὰ φύσιν δὲ ὧν καὶ αἱ ἐνέργειαι παρὰ φύσιν. ἑκάστῳ γὰρ τῶν ζῴων εἰσί τινες οἰκεῖαι καὶ κατὰ φύσιν αὐτῶν ἐνέργειαι. καὶ γὰρ καὶ ἀνθρώπου εἰσὶν ἐνέργειαί τινες γινόμεναι κατὰ τὴν τοῦ ἀνθρώπου φύσιν καὶ ἵππου καὶ κυνὸς κατὰ τὴν ἵππου καὶ κυνὸς φύσιν· ὧν καὶ τὰς ἡδονὰς καὶ αὐτὰς χρὴ λέγειν κατὰ φύσιν ἐκείνοις.3 ἡ γὰρ ἑπομένη ἡδονὴ τῇ κατὰ φύσιν τοῦ ἀνθρώπου ἐνεργείᾳ κατὰ φύσιν ἐστὶ τῷ ἀνθρώπῳ· ὧν ἡδονῶν τὰς μὲν κατὰ φύσιν ἑκάστοις καὶ ἡδονὰς λέγειν χρή, τὰς δὲ ἐπὶ ταῖς ὑπό τινων οὐ κατὰ τὴν οἰκείαν φύσιν αὑτῶν γινομένας ἐνεργείαις παρὰ φύσιν ἡδονὰς ῥητέον.
「既然固有快乐使诸活动精密,并使之更为持久且更善。」 他藉此表明了「诸快乐中的每一种都成全其各自固有的诸活动」是什么意思。因为「成全」表明它使活动变得更为坚实、更为持久且更善。因此,如果固有的诸快乐使这些活动更善且更持久,那么显而易见,诸快乐依据其所由以产生的诸活动而有着巨大差异,并且正如诸活动一样在种上互不相同。因为如果高尚之事在种上不同于丑恶之事,那么显然高尚的诸活动在种上亦属相异,只要来自高尚活动的快乐全都是纯洁无瑕且未混合痛苦与后悔的,而来自丑恶活动的快乐则充满着痛苦、后悔与懊丧。因此,固有的快乐使固有的活动精密并促其增长,例如伴随从事几何学的快乐促成了相应于从事几何学的活动,其他的快乐亦是如此;而外来的快乐则作为使之受苦者而加以损害。因为伴随从事几何学的快乐相对于弹奏基萨拉琴是外来的,便破坏了基萨拉琴的弹奏。因为喜乐于几何学的人轻蔑伴随基萨拉琴演奏的快乐。因为外来的诸快乐所产生的效果「几乎」等同于固有的诸痛苦。「几乎」之所以被加上,是因为固有的诸痛苦始终且完全会摧毁活动,而快乐并非始终如此。所谓固有的痛苦,乃是与固有的快乐相反对者;例如,若对某人而言书写或弹奏基萨拉琴是令人愉悦的,则不书写或不弹奏基萨拉琴对此人而言便是痛苦的;但若反过来,不书写或不弹奏基萨拉琴是令人愉悦的,则书写和弹奏基萨拉琴便是痛苦的。因此,对于喜乐于不书写的人而言,书写就是一种固有的痛苦,而这种痛苦也摧毁了活动,即书写。因此,如果固有的诸痛苦所做的事,外来的诸快乐也在做,且固有的诸痛苦不同于固有的诸快乐,那么外来的诸快乐因而也不同于固有的诸快乐,以致于在种上亦属相异。并且关于诸活动,由固有的快乐与痛苦产生了相反的结果。如果被毁灭与被增长相反,毁灭与促进增长相反,那么固有的诸快乐与固有的诸痛苦关于诸活动便造成了相反的结果。因为固有的诸快乐促其增长并使其更为持久,而固有的诸痛苦则加以摧毁并使之消亡。而且关于快乐应当普遍地说明:快乐中有些对享受它们的人而言是顺应本性的,有些则是违背本性的。顺应本性的快乐,乃是他们在从事顺应本性的诸活动时所享受的;违背本性的快乐,则是其诸活动亦违背本性者。因为每种动物都有其某些固有的且顺应其本性的活动。事实上,对于人也有依循人的本性而产生的某些活动,对于马和狗也有依循马和狗的本性而产生的活动;它们的快乐本身亦当被说成对它们是顺应本性的。因为伴随顺应人的本性的活动而来的快乐,对人而言便是顺应本性的;在这些快乐中,各依本性者固当被称为快乐,而那些伴随某些人并未依照自身固有本性而产生的活动所出现的快乐,则当被称为违背本性的快乐。
- 9.28τὸ σχεδὸν πρόσκειται, ὅτι
τὸ σχεδόν 作为名词化的引语充当主语(即「σχεδόν 这个词」),πρόσκειται 意为「被附加」,ὅτι 引导原因从句(「因为……」)。注解者在此从句法上解释亚里士多德在原文中使用限定副词 σχεδόν 的理据。
- 9.28συμβαίνει δὲ περὶ τὰς ἐνεργείας τὸ ἐναντίον τῶν οἰκείων ἡδονῶν τε καὶ λυπῶν
τὸ ἐναντίον 为 συμβαίνει 的语法主语(「相反的结果发生」)。其后的属格短语 τῶν οἰκείων ἡδονῶν τε καὶ λυπῶν 作为与 τὸ ἐναντίον 相关的起因/关系属格,表明因固有的快乐与痛苦之不同作用而在活动上产生了对立的结果,后接的条件句对其结构进行了进一步展开。
- 9.28ὧν καὶ τὰς ἡδονὰς καὶ αὐτὰς χρὴ λέγειν κατὰ φύσιν ἐκείνοις
关系代词属格 ὧν 的先行词可指前文提及的动物(人、马、狗)或其顺应本性的活动,此处作「这些[活动]的快乐」解最为顺畅。ἐκείνοις 为与格,表示参考/关涉(「对它们而言」)。
